← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§6.36-8.11

第二格的假设必然与第三格的前提混合

关于第二格中必然与实然前提的混合,塞米斯提乌斯借助具体词项辨析了端地必然与基于假设的必然,并考察了各个特称格式,随后过渡到第三格以阐明其模态混合规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#5

ἔτι οὐ μόνον τοῖς καθόλου λόγοις τὸ προκείμενον πιστωσόμεθα ἀλλὰ καὶ τῇ διὰ τῶν ὅρων, τουτέστι τῇ τῶν πραγμάτων δείξει, ὅτι τὸ συμπέρασμα ὑπαρχόντως συνάγεται καὶ οὐχὶ κυρίως ἀναγκαῖον, ἀλλ’ εἴ γε ἄρα, τὸ ἐξ ὑποθέσεως.1 οἷον ἔστω τὸ Α ζῷον, τὸ δὲ Β ἄνθρωπος, τὸ Γ λευκόν· ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ζῷον οὐδενὶ λευκῷ· καὶ συνάγεται ἀντιστραφείσης τῆς ἀποφατικῆς καὶ τοῦ συμπεράσματος, ὅτι ἄνθρωπος οὐδενὶ λευκῷ ὑπαρχόντως. οὐ γάρ ἐστιν ἐξ ἀνάγκης τὸ μηδένα λευκὸν εἶναι ἄνθρωπον, ἀλλ’ εἰ ἄρα, ἐξ ὑποθέσεως, ἕως ἂν ὑποκέηται τὸ ζῷον μηδενὶ λευκῷ ὑπάρχειν. σαφέστερον δὲ μᾶλλον ἔσται ἡ δεῖξις, ἐὰν κίνησιν καὶ βάδισιν καὶ ἄνθρωπον λάβωμεν ἢ ἁπλῶς καθολικώτερόν τι καὶ μερικώτερον καὶ ἕτερόν τι, ᾧ ὑπάρχουσι ταῦτα οὐκ ἐξ ἀνάγκης. κίνησις γὰρ πάσῃ μὲν βαδίσει ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ οὐδενὶ ὑπαρχόντως· καὶ συνάγεται βάδισις οὐδενὶ ἀνθρώπῳ ὑπαρχόντως. ὥστε τούτων μὲν ὄντων ἔσται τὸ συμπέρασμα ἀναγκαῖον, τουτέστιν ἕως ἡ μὲν τῶν προτάσεων ἀναγκαίως ὄντως ὑπάρχει ἡ δὲ ἐξ ὑποθέσεως, καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως ἔσται ἀναγκαῖον καὶ οὐχ ἁπλῶς, τουτέστι κυρίως ἀναγκαῖον. δῆλον δὲ ἄρα, ὅτι ἐν ταῖς μίξεσιν, ὅταν ἀναγκαῖον λέγω γίνεσθαι τὸ συμπέρασμα, τὸ ἁπλῶς ἀναγκαῖον λέγω καὶ οὐ τὸ μετὰ διορισμοῦ, τουτέστιν ἐξ ὑποθέσεως. Ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. τῇ γὰρ ἀποφατικῇ καὶ ἐπὶ τούτων ἀκολουθεῖ τὸ συμπέρασμα καθόλου οὔσῃ, κἂν μείζων ᾖ κἂν ἐλάττων· μερικῆς δὲ οὔσης τῆς ἀποφατικῆς οὐκέτι. ἔστι δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία, ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ὑπαρχόντως. οἷον τὸ Α οὐδενὶ μὲν τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ ὑπάρχει· λέγω, ὅτι τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α τινὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρξει· δέδεικται γὰρ τοῦτο ἐν πρώτῳ σχήματι. οἱ δὲ αὐτοὶ ὅροι ἁρμόσουσι κἀνταῦθα πρὸς τὸ δεῖξαι ὑπάρχον συναγόμενον τὸ συμπέρασμα, οἵπερ καὶ ἐν τῷ πρώτῳ σχήματι ἐν τούτῳ τῷ τρόπῳ. πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου ἀναγκαία, ἡ δὲ μερικὴ ἀποφατικὴ ὑπάρχουσα. οἷον εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ οὐ παντὶ ὑπάρχει, τὸ Β ἄρα τῷ Γ οὐ παντὶ ὑπαρχόντως. δείκνυται δὲ αὕτη ἡ συζυγία διὰ τῶν ὅρων τῶν αὐτῶν, δι’ ὧν καὶ τὴν ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἐδείξαμεν τῆς δὲ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς. κίνησις μὲν γὰρ πάσῃ βαδίσει ἐξ ἀνάγκης ὑπάρχει, ἀνθρώπῳ δὲ οὐ παντὶ ὑπαρχόντως, καὶ συνάγεται βάδισις οὐ παντὶ ἀνθρώπῳ ὑπαρχόντως· αἱ γὰρ αὐταὶ ἁρμόσουσι κἀνταῦθα δείξεις, αἵπερ καὶ ἐπὶ τῶν καθόλου. ἀλλ’ οὐδὲ εἰ ἡ μὲν καθόλου καταφατικὴ ὑπάρχουσα, ἡ δὲ ἐν μέρει στερητικὴ ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον2 ἀλλ’ ὑπάρχον. καὶ οἱ αὐτοὶ ὅροι ἁρμόσουσι καὶ ἐπὶ τούτων, πλὴν ὅσον μετατιθεμένης τῆς τάξεως· τὸν γὰρ ἐλάττονα μείζονα δεῖ ποιῆσαι, τὸν δὲ μείζονα μέσον οὕτως· βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κινήσει δὲ οὐ πάσῃ ἐξ ἀνάγκης· καὶ συνάγεται ἄνθρωπος οὐ πάσῃ κινήσει ὑπαρχόντως. οὐ δείκνυται δὲ αὕτη 〈δι’〉 ἀντιστροφῆς διὰ τὸ μηδεμίαν μερικὴν στερητικὴν ἀντιστρέφειν πρὸς ἑαυτήν. τὴν δὲ λοιπὴν συζυγίαν παραλελοίπαμεν τὴν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς ἀναγκαίας, ὡς δήλου γεγονότος, ὅτι μερικὸν ἀποφατικὸν ὑπάρχον συμπέρασμα συνάγει δι’ ἀντιστροφῆς δεικνύμενον. Ἐπεὶ δὲ τὸν περὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι ἐπληρώσαμεν λόγον, μεταβῆναι δεῖ ἐπὶ τὸ τρίτον σχῆμα καὶ δεῖξαι κἂν τούτῳ, πότε μὲν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα τῆς ἑτέρας ἀναγκαίας οὔσης προτάσεως τῆς δὲ ἑτέρας ὑπαρχούσης, πότε δὲ ὑπάρχον. φημὶ οὖν, ἐν ταῖς ἐξ ἀμφοτέρων καταφατικῶν προτάσεων συζυγίαις πάντως ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ἐφ’ ὧν δὲ ἡ μέν ἐστι καταφατικὴ ἡ δὲ ἀποφατική, τῇ ἀποφατικῇ πάντως ἕπεται τὸ συμπέρασμα. καὶ εἰκότως· πάλιν γὰρ ἀντιστρεφομένης τῆς καταφατικῆς καὶ ποιούσης τὸ πρῶτον σχῆμα μείζων εὑρεθήσεται ἡ ἀποφατική· ἐν δὲ τῷ πρώτῳ σχήματι τῇ μείζονι ἀεὶ εἵπετο τὸ συμπέρασμα.

此外,我们不仅将通过全称的论述,还将通过词项即事物的指示来确证所提出的论题,即推导出的结论是实然的,而非本义上的必然,而如果有的话,亦只是基于假设的必然。例如,设 A 为动物,B 为人,C 为白:动物必然属于所有人,动物不属于任何白物;而在否定前提与结论换位后,推导出人实然不属于任何白物。因为没有任何白物是人并非必然的,而如果有的话,亦只是基于假设的,只要设定动物不属于任何白物即可。如果选取运动、行走和人,或者单纯地选取某一更全称的概念、某一更个别的概念以及这两者非必然地所属的另一概念,证明将会更加清晰。因为运动必然属于一切行走,而实然不属于任何人;于是推导出行走实然不属于任何人。因此,只要这些条件存在,结论就将是必然的,也就是说,只要前提中的一者确实必然属于,而另一者基于假设属于,结论亦将基于假设是必然的,而非单纯地必然,即非本义上的必然。由此可见,在前提的混合中,当我说结论成为必然的时,我是指单纯地必然,而非带有附加限制的必然,即基于假设的必然。 在特称三段论中情况亦是类似。因为在这些三段论中,只要否定前提是全称的,无论它是大前提还是小前提,结论都同样遵循否定前提;但当否定前提是特称时,则不再如此。首先,设否定前提既是全称又是必然的,而小前提是特称肯定实然的。例如,A 必然不属于任何 B,而属于某个 C;我说,B 将必然不属于某个 C。因为如果 A 必然不属于任何 B,B 亦必然不属于任何 A;而 A 属于某个 C;因此 B 将必然不属于某个 C;因为这在第一格中已被证明。而用于证明推导出实然结论的同一批词项在此处亦将适用,正如它们在第一格的这一式中适用一样。再次,设肯定前提是全称必然的,特称否定前提是实然的。例如,如果 A 必然属于一切 B,而并非属于一切 C,那么 B 亦实然并非属于一切 C。这一组合正是通过我们证明由大前提全称肯定必然与小前提全称否定实然所构成的组合时的同一批词项来证明的。因为运动必然属于一切行走,但实然并非属于所有人,于是推导出行走实然并非属于所有人;因为在此处适用的证明正是全称情形下的同一些证明。但是,即使全称肯定前提是实然的,而特称否定前提是必然的,结论亦不会是必然的,而是实然的。同一批词项在这些情形下亦适用,唯有次序倒置:因为必须将小词作为大词,大词作为中词,如下所示:行走实然属于所有人,但必然并非属于一切运动;于是推导出人实然并非属于一切运动。但这一组合并不通过换位来证明,因为没有任何特称否定前提能够对自身换位。至于剩下的一种组合,即由大前提全称否定实然与小前提特称肯定必然所构成的组合,我们略去了,因为显而易见,通过换位证明,它推导出一个特称否定实然的结论。 既然我们已经完成了关于第二格中必然与实然混合的论述,就必须过渡到第三格,并在该格中同样证明,当一个前提是必然的而另一个前提是实然的时,结论何时成为必然的,何时成为实然的。因此我说,在两个前提皆为肯定的组合中,结论总是必然的;而在一个前提为肯定另一个为否定的组合中,结论总是遵循否定前提。这是理所当然的;因为当肯定前提再次换位并构成第一格时,否定前提将被发现是大前提;而在第一格中,结论总是遵循大前提。

语法注2 条
  1. 1.0ἀλλ’ εἴ γε ἄρα, τὸ ἐξ ὑποθέσεως

    承前省略述语与系词的省略句。承接前文的 οὐχὶ κυρίως ἀναγκαῖον,上下文应补足为 εἴ γε ἄρα [ἐστὶν ἀναγκαῖον], [ἔσται] τὸ ἐξ ὑποθέσεως [ἀναγκαῖον](“如果真[是必然的],那亦是基于假设的[必然]”)。定冠词 τό 使介词短语 ἐξ ὑποθέσεως 名词化,指称该特定种类的必然。

  2. 1.0ἀλλ’ οὐδὲ εἰ ἡ μὲν καθόλου καταφατικὴ ὑπάρχουσα, ἡ δὲ ἐν μέρει στερητικὴ ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον

    带有双重否定的强调句式:οὐδὲ εἰ ... οὐκ ἔσται。否定连词 οὐδὲ(“甚至即便……也不”)引导条件从句,归结句中再次出现否定词 οὐκ;二者并非相互抵消转为肯定,而是加强否定语气(“但即使在……的情况下,结论亦不会是必然的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:6.36-8.11