- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:78.7-79.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论述了一切推论均可还原为三个格之一,并由三个项和两个近前提组成。他通过关于快乐和灵魂不朽的多样论证例证说明,即使结论相同,中项不同也构成相异的推论。
ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. Φανερὸν δὲ καὶ πότε καθόλου ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός (εἴρηται γὰρ ἡμῖν καθ’ ἕκαστον σχῆμα), καὶ πότε δυνατός, τουτέστιν ἀτελής, καὶ πότε τέλειος. δυνατὸν δὲ λέγω τὸν μήπω φανερὸν μὲν ὄντα συλλογισμὸν δυνάμενον δὲ γενέσθαι φανερὸν ἢ δι’ ἀντιστροφῆς ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· διὰ γὰρ τῶν τοιούτων τρόπων ἀτελεῖς τελειοῦνται συλλογισμοί. δῆλον δὲ καὶ ὅτι, ἂν ᾖ ὁ συλλογισμός, ἀνάγκη τὰς προτάσεις ἔχειν κατά τινα τῶν τρόπων, ὧν προειρήκαμεν· ἢ γὰρ ἐν πρώτῳ ἢ ἐν δευτέρῳ σχήματι ἢ τρίτῳ ἔσται. πάντες γὰρ οἱ συλλογισμοὶ ἐδείχθησαν ἐν τοῖς σχήμασι τούτοις γινόμενοι καὶ καθ’ ἕκαστον σχῆμα ἔν τινι τῶν συζυγιῶν. κἂν γὰρ σύνθετός τις ᾖ καὶ διὰ πλειόνων μέσων, ὅμως ἡ γένεσις αὐτῷ καὶ ἡ ἀνάλυσις ἐκ τούτων τινὸς τῶν σχημάτων καὶ εἰς τούτων τι ἔσται. Δῆλον δὲ καὶ ὅτι πᾶς συλλογισμὸς ἔσται διὰ τριῶν ὅρων γινόμενος καὶ οὐ διὰ πλειόνων, τουτέστι διὰ δύο προτάσεων. λέγω δὲ διὰ τῶν προσεχῶν· ἐν γὰρ τοῖς συνθέτοις πλείους μὲν αἱ προτάσεις, ἀλλ’ οὐχ αἱ προσεχεῖς· πάντες γὰρ διὰ δύο προτάσεων προσεχῶν καὶ διὰ τριῶν ὅρων καὶ οὐ πλειόνων, ἂν μὴ τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλου καὶ ἄλλου μέσου δείκνυται. εἰ γὰρ εἴη τινὶ προκείμενον συλλογίσασθαι πᾶσαν ἡδονὴν ἀγαθόν, ὁ δὲ 〈ἄλλοτε〉 ἄλλον ὅρον μέσον λαμβάνων δείκνυσι τοῦτο, καθ’ ὅσον μὲν ταὐτὸν συμπέρασμα καθ’ ἕκαστον τῶν μέσων ποιεῖ, δόξει συλλογισμὸν ἕνα καὶ τὸν αὐτὸν ποιεῖν, καθ’ ὅσον δὲ μὴ διὰ τῶν αὐτῶν μέσων ὅρων μηδὲ διὰ τῶν αὐτῶν προτάσεων γίνεται τὸ συμπέρασμα, διαφέροντες ἔσονται πάλιν οἱ συλλογισμοὶ καὶ πλείονες καὶ τοσοῦτοι, ὁσάκις καὶ τὰ μέσα ὑπήλλακται. οὐ γὰρ ὁ αὐτὸς συλλογισμὸς ὁ λέγων ‘πᾶσα ἡδονὴ αἱρετόν, καὶ πᾶν αἱρετὸν ἀγαθόν, 〈πᾶσα ἄρα ἡδονὴ ἀγαθόν〉’ τῷ λέγοντι ‘πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, πᾶσα ἄρα ἡδονὴ ἀγαθόν’. ἀλλὰ οὐδὲ τούτων τις ὁ αὐτὸς τῷ λαμβάνοντι πᾶσαν ἡδονὴν ὑπὸ τέχνης γενήσεσθαι, πᾶν τὸ ὑπὸ τέχνης γινόμενον ἀγαθὸν εἶναι, πᾶσαν ἄρα ἡδονὴν ἀγαθὸν εἶναι’. καίτοι ἐν πᾶσι τούτοις ταὐτὸν συμπέρασμα. ὁμοίως, εἰ καὶ τὸ ἐναντίον τούτοις συνάγοι τις, ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, ποτὲ μὲν διὰ τοῦ ‘πᾶν ἀγαθὸν ὠφέλιμον, οὐδεμία δὲ ἡδονὴ ὠφέλιμος, οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν’, ποτὲ 〈δὲ〉 διὰ τῶν ‘πᾶσα ἡδονὴ ἀτελής (εἴ γε κίνησις, ἡ δὲ κίνησις ἐνέργεια ἀτελής), οὐδὲν δὲ ἀτελὲς ἀγαθόν, οὐδεμία ἄρα ἡδονὴ ἀγαθόν’. καὶ γὰρ ἐπὶ τούτων ταὐτὸν συμπέρασμα δι’ ἄλλων καὶ ἄλλων ὅρων τε καὶ προτάσεων δείκνυται· διὸ καὶ πλείους εἰσὶν οἱ συλλογισμοὶ ἀλλ’ οὐχ εἷς. καὶ ὡς ὁ Πλάτων ἀθάνατον εἶναι τὴν ψυχὴν ποτὲ μὲν διὰ τοῦ τὰς μαθήσεις ἀναμνήσεις 〈εἶναι〉 δείκνυσι, ποτὲ δὲ διὰ τοῦ ἀνεπίδεκτον εἶναι τοῦ ἐναντίου διὰ τὸ συνεπιφέρεσθαι αὐτῷ τὸ ἐκείνῳ ἐναντίον,1 ποτὲ δὲ αὖ διὰ τοῦ μὴ φθείρεσθαι ὑπὸ ἀλλοτρίας πονηρίας τὸ ὑπὸ τῆς οἰκείας μὴ φθειρόμενον, ἄλλοτε διὰ τοῦ αὐτοκίνητον εἶναι τὴν ψυχήν· τὸ γὰρ αὐτὸ διὰ πλειόνων δείκνυσι μέσων· διὸ πλείους οἱ συλλογισμοί. οἷον τὸ Ε διά τε τῶν Α, Β καὶ διὰ τῶν Γ, Δ. τὸ μὲν οὖν Ε συμπέρασμα ἡμῖν εἰλήφθω, τὸ δὲ Α, Β καὶ τὸ Γ, Δ προτάσεις ἄλλαι2 καὶ ἄλλαι, δι’ ὧν δείκνυται τὸ Ε, ποτὲ μὲν διὰ τῶν Α, Β προτάσεων ποτὲ δὲ διὰ τῶν Γ, Δ. ἔστω γὰρ τὸ μὲν ‘οὐδὲν αἰσχρὸν καλόν’ συμπέρασμα ὂν τὸ Ε· τοῦτο δὲ συναγέσθω ποτὲ μὲν διὰ τῶν ‘οὐδὲν καλὸν κακόν, πᾶν δὲ αἰσχρὸν κακόν’· ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. πάλιν δὲ τὸ αὐτὸ δεικνύσθω διὰ τῶν ‘πᾶν καλὸν ἀγαθόν, οὐδὲν αἰσχρὸν ἀγαθόν’· συνάγεται γὰρ πάλιν διὰ τούτων τὸ ‘οὐδὲν αἰσχρὸν καλόν’, ὅπερ ἦν τὸ Ε, ἐν δευτέρῳ σχήματι. τῶν δὲ προτάσεων ἡ μὲν ἔστω τὸ Γ ἡ δὲ Δ. ἢ πάλιν πᾶν τὸ αἰσχρὸν φευκτόν, οὐδὲν φευκτὸν καλόν· συνάγεται γὰρ καὶ ἐκ τούτων ἐν πρώτῳ σχήματι τὸ μηδὲν αἰσχρὸν καλὸν εἶναι.
关于其他范畴也有同样的说法。何时会有全称推论,何时不会有(因为我们已按每个格阐明),以及何时是潜在的、亦即不完全的,何时是完全的,这也都是显而易见的。我所说的潜在推论,是指尚未明显、但能够通过换位或归谬法而变得明显的推论;因为通过这些方式,不完全推论得以完全化。同样显然的是,如果要构成推论,前提必然要按照我们前述的某种样态成立;因为推论要么在第一格,要么在第二格,要么在第三格中。因为所有推论都已被证明是在这些格中、且在每个格的某种配对中生成的。因为即使某个推论是复合的并通过更多的中项,它的生成和还原仍然出自这些格中的某一个,并归入其中的某一个。 同样显然的是,一切推论都将通过三个项、而非更多的项生成,亦即通过两个前提生成。我指的是通过近前提;因为在复合推论中,前提虽然更多,但并非近前提;因为除非同一结论是通过不同的中项被证明的,否则一切推论都通过两个近前提和三个项生成,而绝非更多。因为如果有人提出课题要推论一切快乐都是善的,而他每次选取不同的中项来证明这一点,那么就他在每个中项下得出同一结论而言,他似乎在作出同一个推论;但就该结论既非通过相同的中项、亦非通过相同的前提生成而言,推论又将是相异的且为多数,其中项变换了多少次,推论就有多少个。因为断言“一切快乐都是值得选择的,一切值得选择的都是善的,因此一切快乐都是善的”的推论,与断言“一切快乐都顺应本性,一切顺应本性的都是善的,因此一切快乐都是善的”的推论并不相同。而且它们中的任何一个,也都与选取“一切快乐都由技艺产生,一切由技艺产生的都是善的,因此一切快乐都是善的”的推论不相同。尽管在所有这些情况中结论都是相同的。同样,即使有人推导出与这些相反的结论,即没有一种快乐是善的,有时是通过“一切善都是有益的,但没有一种快乐是有益的,因此没有一种快乐是善的”,有时则是通过“一切快乐都是不完全的(只要它是运动,而运动是不完全的现实活动),而没有任何不完全之物是善的,因此没有一种快乐是善的”。因为在这些情况中,同一结论也是通过不同的项和前提被证明的;因此推论是多个而非一个。正如柏拉图证明灵魂是不死的,有时通过学习是回忆,有时通过由于与彼〔相反者〕相反之物与它相随附从而不接纳相反之物,有时又通过不被自身固有的恶所败坏者不会被外来的恶所败坏,另有时则通过灵魂是自动的;因为他是通过多个中项证明同一事物的;因此推论是多个。 例如Ε通过Α与Β,又通过Γ与Δ被证明。那么让我们把Ε作为结论,而把Α、Β和Γ、Δ作为互不相同的前提,Ε通过它们被证明,有时通过Α、Β前提,有时通过Γ、Δ前提。设结论Ε为“没有任何丑陋之物是美的”;设此结论有时通过“没有任何美的事物是恶的,但一切丑陋的事物都是恶的”被推导得出——这是第二格的推论。设同一结论又通过“一切美的事物都是善的,没有任何丑陋的事物是善的”被证明;因为通过这些,作为Ε的“没有任何丑陋之物是美的”再次在第二格中被推导得出。设前提中的一个是Γ,另一个是Δ。或者又是“一切丑陋之物都是应避免的,没有任何应避免之物是美的”;因为从这些前提中,同样在第一格中推导出没有任何丑陋之物是美的。
- 1.3διὰ τὸ συνεπιφέρεσθαι αὐτῷ τὸ ἐκείνῳ ἐναντίον
句法的关键在于确定与格代词 αὐτῷ 与 ἐκείνῳ 的指涉对象。αὐτῷ 指灵魂(或生命),而 ἐκείνῳ 指所讨论的相反者(死亡)。因此该短语意为“因为与彼物(死亡)相反之物(生命)与它自身(灵魂)一同被带入(随附)”。
- 1.3τὸ δὲ Α, Β καὶ τὸ Γ, Δ προτάσεις ἄλλαι καὶ ἄλλαι
在亚里士多德的原著中,字母符号 Α, Β 和 Γ, Δ 通常代表“项”,但在此处根据上下文以及原文的明确说明(προτάσεις ἄλλαι καὶ ἄλλαι),它们被用作指代“前提对(两项前提)”。
