← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§76.25-78.7

前提的必要条件与结论依赖前提的规则

忒密斯提乌斯通过考察无定限前提论证了全称前提与肯定前提对于构成推论是不可或缺的,并阐明结论的量、质、样态、真假、公意性、明晰性及范畴是如何依赖于前提的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#12

ἂν μὲν οὖν ἀδιορίστως λάβοι ἡδονὴν σπουδαίαν εἶναι βουλόμενος δεῖξαι τὸ προκείμενον τὸ πᾶσαν μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι μὴ προσθεὶς τὸ ‘πᾶσαν’, ἵνα εἴη πρότασις ‘πᾶσα ἡδονὴ σπουδαία ἐστίν’, εἶτα προσλαβὼν τὸ ‘ἡ δὲ μουσικὴ ἡδονή’ συνάγει ‘ἡ μουσικὴ ἄρα ἡδονὴ σπουδαία ἐστίν’, οὐ ποιήσει συλλογισμὸν τῷ τὸ ἀδιόριστον ὡς ἴσον δυνάμενον τῷ ἐπὶ μέρους λαμβάνεσθαι.1 τῷ μὴ εἶναι πᾶσαν καθόλου ἡδονὴν σπουδαίαν καθολικὴν πρότασιν ἀσυλλόγιστοι γίνονται. ἐὰν γὰρ εἴπω ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστιν’, εἶτα προσθῶ τὴν ἑτέραν πρότασιν λέγων ‘τὶς ἡδονὴ σπουδαία ἐστί’ (ταὐτὸν δέ ἐστι, κἂν ἀπροσδιορίστως εἴπω), ἐπειδὴ τὸ μερικὸν ἀληθεύει ἐπὶ τινὸς ἡδονῆς, ταύτην τὴν τινὰ ἡδονήν, ἣν εἰπὼν σπουδαίαν εἶναι τινὰ ἔλαβον, εἰ μὲν ἄλλην τινά, φέρε εἰπεῖν τὴν γεωμετρικήν, οὐδὲν ἔσται πρὸς τὸ προκείμενον·2 οὐ γάρ, εἰ ἡ γεωμετρικὴ σπουδαία, παρὰ τοῦτο καὶ ἡ μουσική· εἰ δὲ εἰπὼν τινὰ ἡδονὴν σπουδαίαν ταύτην τὴν τινὰ ἐπὶ μουσικὴν φέρω, ὡς ἂν εἰ ἔλεγον ‘ἡ μουσικὴ ἡδονὴ ἡδονή ἐστι, ἡ μουσικὴ ἡδονὴ σπουδαία ἐστί’, τὸ ἐξ ἀρχῆς αἰτούμενον τουτέστι τὸ ζητούμενον ὁμολογούμενον ἔλαβον.3 ὅτι δὲ ἀνάγκη πᾶσα ἐν τοῖς συλλογισμοῖς εἶναί τινα καθόλου πρότασιν, φανερόν ἐστι μᾶλλον ἐν ταῖς γεωμετρικαῖς μεθόδοις· οὐ γὰρ ἂν γένοιτο συλλογισμὸς δίχα καθολικῆς προτάσεως. Δῆλον δὲ καὶ ὅτι, εἰ καθόλου τὸ συμπέρασμα εἴη, δεῖ ἀμφοτέρας εἰλῆφθαι καθόλου τὰς προτάσεις· οὐ γὰρ ἂν ἄλλως γένοιτο καθόλου συμπέρασμα. οὐ μήν, ἂν ὦσιν αἱ προτάσεις καθόλου ἀμφότεραι, ἤδη καὶ τὸ συμπέρασμα ἀνάγκη 〈καθόλου〉 εἶναι· γίνεται γάρ ποτε καὶ ἐπὶ μέρους συμπέρασμα καὶ ἐκ καθόλου προτάσεων, ὡς ἐπὶ τῶν ἐν τρίτῳ σχήματι ἐδείχθη. δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι συλλογισμοῖς ὁμοίας ἀνάγκη τῷ συμπεράσματι ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις ἢ πάντως γε τὴν ἑτέραν, κατὰ μὲν τὸ καταφατικὸν ἀμφοτέρας (οὐ γὰρ ἄλλως γένοιτο τὸ καταφατικὸν συμπέρασμα, εἰ μὴ ἀμφότεραι αἱ προτάσεις εἶεν καταφατικαί), εἰ δὲ ἀποφατικόν, τὴν ἑτέραν· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν ἂν γένοιτο συμπέρασμα οὔτε ἐκ δύο ἀποφατικῶν· οὐδὲ γὰρ ὅλως συλλογισμὸς ἐκ δύο ἀποφατικῶν γένοιτ’ ἄν ποτε προτάσεων. οὐ κατὰ τὸ καταφατικὸν δὲ καὶ ἀποφατικὸν μόνον δεῖ ἢ ἀμφοτέρας τὰς προτάσεις ὁμοίας εἶναι τῷ συμπεράσματι ἢ πάντως γε τὴν ἑτέραν ἀλλὰ καὶ κατὰ τὸ ἀναγκαῖον καὶ κατὰ τὸ ὑπάρχον καὶ κατὰ τὸ ἐνδεχόμενον. οὔτε γὰρ ἀναγκαῖον γένοιτ’ ἂν συμπέρασμα μηδὲ μιᾶς οὔσης προτάσεως ἀναγκαίας (ἀλλὰ ἢ ἀμφοτέρας ἀναγκαίας εἶναι ἢ πάντως γε τὴν ἑτέραν, τὴν γὰρ μείζονα) οὔτε ὑπάρχον οὔτε ἐνδεχόμενον· ὁμοίως γὰρ καὶ ἐπὶ τοῦ ὑπάρχοντος συμπεράσματος καὶ ἐπὶ τοῦ ἐνδεχομένου αἱ προτάσεις ἕξουσιν. Ἐπισκέψασθαι δὲ δεῖ καὶ τὰς ἄλλας κατηγορίας· λέγοιμι δ’ ἂν τὰς ἄλλας κατηγορίας τὰς παρὰ τοὺς εἰρημένους τρόπους. εἶεν δ’ ἂν αἱ τοιαῦται, εἰ ψεῦδος τὸ συμπέρασμα ἢ ἀδύνατον· δεῖ 〈γὰρ〉 καὶ τὰς προτάσεις ἀμφοτέρας ψευδεῖς εἶναι ἢ πάντως τὴν ἑτέραν· ὁμοίως καὶ εἰ ἀδύνατον, ἢ ἀμφοτέρας ἢ πάντως γε τὴν ἑτέραν ἀδύνατον ἀνάγκη εἶναι, εἴ γε ἀδύνατον μὲν ἀδυνάτῳ, ψεῦδος δὲ ψεύδει ἀκολουθεῖ. οὐ μήν, εἰ ἀληθὲς τὸ συμπέρασμα, πάντως καὶ αἱ προτάσεις ἢ ἀμφότεραι ἀληθεῖς ἢ ἡ ἑτέρα· καὶ γὰρ ἐξ ἀμφοτέρων ψευδῶν ἀληθές ποτε συναχθήσεται, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ δείξομεν. καὶ διὰ τοῦτο εἶπον ἐπισκέψασθαι δεῖν καὶ τὰς ἄλλας κατηγορίας ὑπὲρ τοῦ γνῶναι, ἐπὶ τίνων οὕτως ἔχειν ἀνάγκη· οὐ γὰρ ἐπὶ πάντων ὁμοίως ἔχει. δεήσει δέ, καὶ εἰ ἔνδοξον τὸ συμπέρασμα ἢ ἄδοξον, καὶ τῶν προτάσεων ἢ τινὰ ἢ τινὰς οὕτως ἔχειν. καὶ εἰ ἄδηλον τὸ συμπέρασμα, καὶ τῶν προτάσεών τις ἄδηλος ἔσται· εἰ γάρ τις συλλογίζοιτο καὶ συνάγει ἀρτίους εἶναι τοὺς ἀστέρας διὰ τοῦ τὰ ἡμισφαίρια ἐξ ἴσων ἀστέρων κατ’ ἀριθμὸν εἶναι, ἄδηλον δι’ ἀδήλου συνάξει. ἀλλὰ καὶ εἰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου ἢ τοῦ κατὰ φύσιν ἢ κατὰ προαίρεσιν τὸ συμπέρασμα, οὕτως τις καὶ τῶν προτάσεων ἕξει ἢ ἀμφότεραι. λέγοιμι δ’ ἂν κατηγορίας καὶ τὰς κατὰ γένη· εἰ γὰρ ἐν τῷ ποιῷ τὸ δεικνύμενόν τε καὶ συμπεραινόμενον, δεῖ καὶ πρότασίν τινα τοιαύτην εἰλῆφθαι· ὁμοίως, εἰ ποσὸν ἢ πρός τι.

因此,如果有人想要证明所提出的课题——即一切音乐的快乐都是高尚的——,却未添加“一切”而无定限地选取快乐是高尚的,以致未形成“一切快乐都是高尚的”这一前提,随后又附取“而音乐的快乐是快乐”,并推导出“因此音乐的快乐是高尚的”,那么他将无法生成推论,因为无定限的命题是作为具有与特称命题同等效力而被选取的。由于没有全称前提表明无条件的一切快乐都是高尚的,这些论证就成为不成推论的。因为如果我说“音乐的快乐是快乐”,随后加上另一前提说“某种快乐是高尚的”(哪怕我无定限地说也是一样的),既然特称命题就某种快乐而言是真的,那么对于我在说它是高尚的时所选取的这一“某种快乐”,如果我将之设为另一种,比如几何学的快乐,这就与所提出的课题毫无关系了;因为并不会由于几何学的快乐是高尚的,音乐的快乐就因此也是高尚的;但如果我说某种快乐是高尚的,而把这一“某种快乐”引向音乐的快乐,那就仿佛在说“音乐的快乐是快乐,音乐的快乐是高尚的”,我便把起初所要求的、亦即所探求的课题本身作为已被承认之物选取了。在推论中完全必然要有某种全称前提,这一点在几何学的方法中更为显明;因为脱离全称前提就不可能生成推论。同样显然的是,如果结论是全称的,两个前提就必须都被选取为全称的;因为否则就不会生成全称的结论。然而,如果两个前提都是全称的,并不因此必然结论也必须是全称的;因为有时即使从全称前提中也会生成特称的结论,正如在第三格的推论中所证明的那样。同样显然的是,在所有的推论中,必然要么两个前提、要么至少其中一个前提与结论相似:在肯定方面是两者皆然(因为若非两个前提都是肯定的,就不会生成肯定的结论);若是否定的,则是其中一个;因为既不能从两个肯定前提生成否定结论,也不能从两个否定前提生成否定结论;事实上,从两个否定前提根本绝不可能生成任何推论。而且不仅在肯定与否定方面必须要么两个前提、要么至少其中一个前提与结论相似,在必然、事实与可能方面也是如此。因为如果没有任何一个前提是必然的,就不会生成必然的结论(而是要么两者都是必然的,要么至少其中一个是必然的,即大前提),事实的结论与可能的结论也是如此;因为在事实的结论和可能的结论中,前提的情况也是相似的。此外还必须考察其他的谓述;我所谓的其他谓述是指上述诸样态之外的谓述。这类情况即是结论为假或不可能的情形;因为两个前提必须都是假的,或者至少其中一个是假的;同样,如果结论是不可能的,既然不可能之后随不可能,假之后随假,那么必然要么两者、要么至少其中一个是不可能的。然而,如果结论是真的,并不必然两个前提或其中一个是真的;因为正如我们在本书之后的下一卷中将要表明的那样,有时即使从两个假前提中也会推导得出真结论。正因如此,我说过必须也考察其他的谓述,以便了解在哪些情况下必然如此;因为并非在所有情况下都是一样的。如果结论是合乎公意的或悖乎公意的,前提中也必然有一项或几项是如此的。如果结论是不明显的,前提中也必然有一项是不明显的;因为如果有人推论并通过两半球包含数目相等的星体来推导出星体之数是偶数,他就是通过不明显之事推导出不明显之事。不仅如此,如果结论是关于大部分可能的、或按照本性的、或按照抉择的事物,那么前提中的某一项或两项也必具有这样的性质。我所谓的谓述也指诸范畴的谓述;因为如果被证明和被推导出的事物属于性质,那么所选取的某个前提也必须是这类的;同样,如果它属于数量或关系,也是如此。

语法注3 条
  1. 1.3τῷ τὸ ἀδιόριστον ὡς ἴσον δυνάμενον τῷ ἐπὶ μέρους λαμβάνεσθαι

    带冠词不定式的与格(τῷ ... λαμβάνεσθαι)表示原因。其逻辑主语是宾格的 τὸ ἀδιόριστον,而 ὡς ἴσον δυνάμενον τῷ ἐπὶ μέρους(“作为与特称命题具有同等效力者”)是修饰它的谓述成分。

  2. 1.3ταύτην τὴν τινὰ ἡδονήν, ἣν εἰπὼν σπουδαίαν εἶναι τινὰ ἔλαβον, εἰ μὲν ἄλλην τινά, φέρε εἰπεῖν τὴν γεωμετρικήν, οὐδὲν ἔσται πρὸς τὸ προκείμενον

    句首的宾格短语 ταύτην τὴν τινὰ ἡδονήν 是置于后续二择一条件句(εἰ μὲν ... εἰ δὲ ...)之前的先预性宾格(悬置宾格)。在 εἰ μὲν ἄλλην τινά 之后省略了动词 ἔλαβον,需根据上下文补出“如果我[把这一某种快乐]取为另一种”。

  3. 1.3τὸ ἐξ ἀρχῆς αἰτούμενον τουτέστι τὸ ζητούμενον ὁμολογούμενον ἔλαβον

    ὁμολογούμενον 作动词 ἔλαβον 的宾语 τὸ ἐξ ἀρχῆς αἰτούμενον τουτέστι τὸ ζητούμενον(“起初所要求的、即所探求的事物”)的谓述性宾格,表示乞题谬误的结构(“把……作为已承认之物而接受了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:76.25-78.7