- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:75.10-76.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌解释了全假言推论为何无用,指出所有假言论证(包括来自较多、较少与相似者的论证)都依赖于对其代换命题的直言证明,因而最终可还原为第一格的前两个推论;随后转入重申两个否定前提或两个特称前提不能构成推论的基本规则。
εἰ μέντοι εἴη ὑποθετικῶς τὸ αὐτὸ εἰλημμένον τόνδε τὸν τρόπον ‘εἰ ἡδονὴ τέλος, οὐκ ἔστιν [δὲ] ἀρετὴ δι’ αὑτὴν αἱρετή’, δεικνύοιτο ἂν καὶ ἡ ἀκολουθία διὰ συλλογισμοῦ τοιούτου· πᾶν, ὃ ὡς ποιητικόν τινος αἱρετόν ἐστιν, οὐκ ἔστι δι’ αὑτὸ αἱρετόν· ἡ δὲ ἀρετή, εἰ ἡδονὴ τέλος, ὡς ποιητικὴ τῆς ἡδονῆς αἱρετὴ γίνεται· ἡ ἀρετὴ ἄρα, εἰ ἡδονὴ τέλος, οὐκ ἔστι δι’ αὑτὴν αἱρετή. πρὸς τὸ μεταλαμβανόμενον οὖν γίνεται ὁ συλλογισμός. οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν γίνεσθαι, ὅτι ἡ ἐπ’ ἐκείνων δεῖξις πρὸς τὸ τεθῆναι τὴν ὑπόθεσιν χρήσιμος,1 ὁ δ’ ἐξ ὑποθέσεως συλλογισμὸς ὑποκειμένου τινὸς γίνεται, ὥστε οὐ γίνεται ἡ δεῖξις τῆς ὑποθέσεως ἐν τοῖς ἐξ ὑποθέσεως συλλογισμοῖς. ἃ μὲν γὰρ λέγεται τροπικά, ἐν πᾶσι δι’ ὑποθέσεως καὶ ὁμολογίας ὡς φανερὰ παραλαμβάνεται ἐπὶ τὸ πλεῖστον· δεῖται δὲ δείξεως τὰ μεταλαμβανόμενα καὶ προσλαμβανόμενα, εἰ ὅλως εἶεν χρειώδεις οἱ τοιοῦτοι λόγοι, ὡς ὅπου γε μὴ δεῖται δείξεως τὸ μεταλαμβανόμενον, οὐδὲ συλλογισμὸς τὸ γινόμενόν ἐστι πάντων φανερῶν ὄντων. εἰ μέντοι δέοιτο δείξεως, εἰ μὲν μὴ δειχθὲν λαμβάνοιτο, οὐδὲν ἐδείχθη οὐδὲ ἐγένετό τινος συλλογισμός· εἰ δὲ δεικνύοιτο, κατηγορικοῦ χρεία συλλογισμοῦ. οὐδὲ γὰρ ὄφελός τι τὴν ἀρχὴν τῆς ὑποθέσεως πρὸς κατασκευήν τινος, ἂν μὴ λαβόντες τι τῶν κειμένων τοῦτο κατασκευάσωμεν κατηγορικῶς· οὗ κατασκευασθέντος συγκατασκευάζεται τούτῳ καὶ τὸ ἑπόμενον. ἄχρηστον γὰρ πρὸς δεῖξιν καὶ θέσιν τοῦ εἶναί τι τὸ δι’ ὅλων ὑποθετικῶν συλλογισμῶν εἶδος·2 οὔτε γὰρ ὑπάρχειν τί τινι ἢ μὴ [ἢ μὴ] ὑπάρχειν οὔτε καθόλου οὔτε ἐπὶ μέρους δείκνυται δι’ αὐτῶν, ὃ ἴδιόν ἐστι συλλογισμοῦ. διὸ καὶ ἡ διὰ τριῶν ἀγωγὴ ὑγιὴς μὲν ἂν εἴη, ὡς δείκνυται, οὐ μὴν καὶ συλλογιστικὴ ἁπλῶς ἂν λέγοιτο. καὶ τοῖς ὑποθετικοῖς οὖν λόγοις τὸ εὔχρηστον καὶ τὸ συλλογιστικὸν ἥκει παρὰ τῶν κατηγορικῶν συλλογισμῶν. διὸ ἁπλῶς ἐκεῖνοι συλλογισμοί, οἱ δ’ ἐξ ὑποθέσεως οὐχ ἁπλῶς ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί· οἱ μὲν 〈γὰρ〉 κατηγορικοὶ οὐδὲν προσδέονται πρὸς τὸ δεῖξαι τὸ προκείμενον τῶν ὑποθέσεων (διὸ καὶ ἁπλῶς συλλογισμοὶ ἀρκοῦντες ἑαυτοῖς), οἱ δὲ ὑποθετικοὶ τούτων χωρὶς οὐδὲν δεικνύουσιν. ὥστε, 〈εἰ〉 καὶ οἱ ἐξ ὑποθέσεων πάντες διὰ τῶν κατηγορικῶν συλλογισμῶν γίνονται, οἱ δὲ κατηγορικοὶ πάντες διὰ τῶν τριῶν σχημάτων, πάντες ἂν εἶεν οἱ συλλογισμοὶ ἀναγόμενοι εἰς τὰ τρία σχήματα. εἰ δὲ τοῦτο, ἐδείχθησαν δὲ πάντες οἱ ἐν τούτοις γινόμενοι συλλογισμοὶ ἀναγόμενοι εἰς τοὺς δύο τοὺς ἐν τῷ πρώτῳ σχήματι τοὺς πρώτους, εἴη ἂν δεδειγμένον, ὅτι πάντες οἱ συλλογισμοὶ εἰς ἐκείνους ἀνάγονται τοὺς δύο. εἶεν δ’ ἂν ἐν τοῖς ἐξ ὑποθέσεως καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίως καὶ τοῦ ἧττον· καὶ γὰρ ἐν τούτοις τὸ μὲν ὑποτίθεται τὸ δὲ μεταλαμβάνεται· πρὸς ὃ μεταλαμβανόμενον καὶ συλλογισμοῦ κατηγορικοῦ χρεία· πάντες γὰρ ἐξ ὑποθέσεώς εἰσιν, ἐν οἷς μεταλαμβάνεταί τι. οἷον εἰ τὸ μᾶλλον ἀγαθόν τινος ὂν μή ἐστιν εὐδαιμονίας ποιητικόν, οὐδὲ τὸ ἧττον· ὑγεία δὲ μᾶλλον ἀγαθὴ οὖσα πλούτου οὐκ ἔστιν εὐδαιμονίας ποιητικόν· τοῦτο γὰρ μεταλαμβάνεταί τε καὶ δεῖται κατηγορικῆς δείξεως. ὁμοίως καὶ ἐπὶ τοῦ ‘εἰ τὸ ἧττον ἀγαθὸν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τὸ μᾶλλον· πλοῦτος δὲ ἧττον ἀγαθὸν ὢν ὑγείας δι’ αὑτὸν αἱρετός ἐστι’· πάλιν γὰρ τὸ μεταλαμβανόμενον καὶ δεόμενον δείξεως κατηγορικῆς τοῦτο. τοιοῦτος καὶ ὁ ἀπὸ τοῦ ὁμοίου. λέγω δὲ ἰδίως τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως κατὰ ποιότητα, τοὺς δὲ κατὰ πρόσληψιν λεγομένους, οἷοί εἰσιν οἱ μικτοί, ἰδίως κατὰ μετάληψιν,3 ὡς προϊόντος τοῦ λόγου μαθησόμεθα. Καὶ ταῦτα μὲν μέχρι τοσούτου. ὑπομνηστέον δὲ πάλιν τῶν ἤδη δεδειγμένων· δῆλον ἐκ τῶν προαποδεδειγμένων ἐστίν, ὡς δύο ἀποφατικαὶ ἢ δύο μερικαὶ οὐδέποτε ποιοῦσι συλλογισμόν· δεῖ γὰρ ἢ ἄμφω καταφατικὰς ἢ μίαν τῶν προτάσεων καταφατικὴν εἶναι, εἰ μέλλοι ἔσεσθαι συλλογισμός, καὶ καθόλου ἢ ἀμφότεραι ἢ θατέρα. εἰ γὰρ μὴ ἔχοιεν οὕτως αἱ ἐν τῷ συλλογισμῷ παραλαμβανόμεναι προτάσεις, οὐ γίνεται συλλογισμός. προκείσθω γὰρ δεῖξαι τὴν μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι.
然而,如果同样的事情以如下假言方式被选取——“如果快乐是目的,德性便不是因其自身而值得选择的”——,那么其随从关系也可以通过如下这样的推论被证明:“凡是作为某物的产出者而值得选择的事物,都不是因其自身而值得选择的;而德性,如果快乐是目的,则是作为快乐的产出者而成为值得选择的;因此德性,如果快乐是目的,便不是因其自身而值得选择的。”因此,推论是针对被代换之项而生成的。另一方面,不可能有关于随从关系或矛盾对立的推论,因为关于它们的证明对于立定假设是有用的,而基于假设的推论是在已有某个既设底层之物时生成的;因此在基于假设的推论中,并不会生成对假设本身的证明。因为所谓条件命题,在所有情况下大多通过假设与共识作为显明之事被接受;但是被代换之项和被附取之项,如果这类论证根本上还要有所用处的话,就需要证明;因为在被代换之项不需要证明的地方,既然一切都是显明的,生成的甚至根本不是推论。然而,如果它需要证明,若是未经证明就被选取,那就什么也没有证明,也没有生成对任何事物的推论;但如果它被证明,就需要直言推论。因为对于确立某事而言,若不选取既设之项中的某项并将之直言地加以确立,那么假设根本就没有任何用处;而一旦这一项被确立,后随之项也便与之一同被确立了。因为完全由假言命题构成的推论种类,对于证明和立定某物的存在是无用的;因为某物属于或不属于某物,无论是全称地还是特称地,都不能通过它们被证明,而这正是推论的固有特征。因此,通过三个命题的推进,正如所表明的那样,尽管可以是健全的,但绝不会被单单称为推论性的。因此,对于假言论证而言,其有效性和推论性都是来自直言推论。因此,前者是单纯的推论,而基于假设的推论不是单纯的推论,而整体上被称为“基于假设的推论”;因为直言推论为了证明所提出的课题完全不需要假设(因此是自足的、单纯的推论),而假言推论脱离了直言推论就什么也证明不了。因此,如果所有基于假设的推论都是通过直言推论生成的,而所有直言推论都是通过三个格生成的,那么所有的推论就都能够被还原为这三个格。如果这是成立的,并且在这些格中生成的所有推论都已被证明能够还原为第一格中的前两个推论,那么就已经证明了所有推论都还原为那两个推论。而且在基于假设的推论中,还将包含那些来自较多、相等和较少的推论;因为在这些推论中,也是一部分被假设,另一部分被代换;而针对这一被代换之项,也需要直言推论;因为凡是代换了某物的推论,全都是基于假设的。例如,“如果比某物更多是善的事物不是幸福的产出者,那么较少是善的事物也不是;而健康虽比财富更多是善的,却不是幸福的产出者”——因为这是被代换之项,需要直言的证明。同样地,在“如果较少是善的事物是因其自身而值得选择的,那么更多是善的事物也是;而财富虽比健康较少是善的,却是因其自身而值得选择的”这一例子中也是如此;因为这同样是被代换且需要直言证明之项。来自相似者的推论也是如此。然而我是在固有意义上将来自较多、较少和相等的推论称为按照质的推论,而将那些被称为按照附取的推论(例如混合推论)在固有意义上称为按照代换的推论,正如我们随着论述的推进将会了解的那样。 这些内容就谈到这里。我们必须再次想起那些已经被证明过的内容:从先前已证明的事情中可以清楚地看出,两个否定命题或两个特称命题绝不能构成推论;因为如果要有推论,前提必须要么两者都是肯定命题,要么其中一个是肯定命题,并且要么两者都是全称命题,要么其中一个是全称命题。因为如果推论中所采纳的前提不是如此成立,就不会生成推论。例如,假定我们所提出的是要证明音乐的快乐是高尚的。
- 1.3οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν γίνεσθαι, ὅτι ἡ ἐπ’ ἐκείνων δεῖξις πρὸς τὸ τεθῆναι τὴν ὑπόθεσιν χρήσιμος
οὐκ ἔστι... γίνεσθαι 为无人称结构(“不可能生成……”)。随后的 ὅτι 从句充当原因从句(“因为……”),其谓语省略了系词 ἐστίν。τῆς ἀκολουθίας ἢ τῆς μάχης 是附属于 συλλογισμόν 的宾格性属格(“关于随从关系或矛盾对立的推论”)。
- 1.3ἄχρηστον γὰρ πρὸς δεῖξιν καὶ θέσιν τοῦ εἶναί τι τὸ δι’ ὅλων ὑποθετικῶν συλλογισμῶν εἶδος
该句存在倒装结构。语法主语是后置的名词短语 τὸ δι’ ὅλων ὑποθετικῶν συλλογισμῶν εἶδος(“完全由假言命题构成的推论种类”),句首的 ἄχρηστον 为表语形容词。带冠词的不定式 τοῦ εἶναί τι(“某物的存在”)作为属格依附于前置词短语 πρὸς δεῖξιν καὶ θέσιν(“对于证明与立定”)。
- 1.3λέγω δὲ ἰδίως τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως κατὰ ποιότητα, τοὺς δὲ κατὰ πρόσληψιν λεγομένους, οἷοί εἰσιν οἱ μικτοί, ἰδίως κατὰ μετάληψιν
这是一个带有双宾语/宾语补足语的双重对仗结构。动词 λέγω 意为“称呼”,前半句以 τοὺς ἀπὸ τοῦ μᾶλλον... 为直接宾语,以 κατὰ ποιότητα 为述谓性补足语(“称来自较多……的论证为按照质的论证”);后半句承前省略了 λέγω,以 τοὺς δὲ κατὰ πρόσληψιν λεγομένους 为宾语,ἰδίως κατὰ μετάληψιν 为补足语。
