← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§73.32-75.10

假言推论中附加前提的直言证明

特米斯提乌斯论述了在假言推论中需要证明的前提(附取项或代换项)必须通过直言推论加以证明,解释了古代关于代换与附取的术语区分,并证明了在选言推论和否定联言推论中直言推论同样发挥着作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#10

εἰ γὰρ εἴη τὸ προσλαμβανόμενον δείξεως μὴ δεόμενον ἀλλὰ φανερὸν καὶ γνώριμον ὡς καὶ τὸ συνημμένον, οὐδὲ συλλογισμὸς ὁ λόγος ἂν εἴη ὁ τοιοῦτος. οὐδὲ γὰρ χρείαν συλλογισμῶν τινα καὶ ἀρχὴν τὸν τοιοῦτον παρέχεσθαι λόγον οἷόν τε·1 δεῖ γὰρ τὸν συλλογισμὸν δεικνύναι, ὃ ἄνευ τοῦ συλλογισμοῦ οὐκ ἔστι γνώριμον. τὸ μὲν οὖν συνημμένον ὡς γνώριμον ἐν τοῖς ὑποθετικοῖς, ἃ τροπικὰ λέγουσι, λαμβάνεταί τε καὶ τίθεται, ἐν οἷς γε οὕτως ἔχει. λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι καὶ δεόμενον δείξεως. ὁ δὴ συλλογισμὸς τοῦ τοῦτο οὕτως ἔχειν ἔσται κατηγορικός τε καὶ δεικτικός. ὥστε καὶ ἐν τοῖς ὑποθετικοῖς τοῖς ἐκ τροπικοῦ [καὶ] συνημμένου συλλογισμοῖς τὸ μὲν κατασκευαζόμενον καὶ δεόμενον δείξεως διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ. τὸ δὲ ἐξ ἀρχῆς προκείμενον δείκνυται οὐ διὰ τοῦ συλλογισμοῦ ἀλλὰ διὰ τῆς ὑποθέσεως τῆς προτεθείσης· ἦν δὲ αὕτη τοῦ συνημμένου. οὐδὲ γὰρ οἷόν τε τὸ μὴ γνώριμον δειχθῆναι, ὅτι τόδε τί ἐστιν ἢ τοιόνδε, ἢ ὅλως κατασκευασθῆναί τι καὶ τεθῆναι κυρίως, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. κἂν τὸ συνεχὲς δὲ δέηται δείξεως συλλογιστικῆς, κἀκεῖνο διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· εἰ γὰρ εἴη ζητούμενον, διὰ τί, εἰ ἡ ἀρετὴ ἐπιστήμη, διδακτή, ληφθείσης καθόλου προτάσεως τῆς ‘πᾶσα ἐπιστήμη διδακτόν, ἡ δ’ ἀρετὴ ἐπιστήμη’ γίνεται κατηγορικὸς συλλογισμός. Διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου· ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν 〈οὕτως〉 οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν·2 οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο. ἐν γὰρ τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι’ τὸ ‘εἰ ἡμέρα ἐστίν’, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μέν, οὐ μὴν τοιοῦτον, ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. ἐπὶ δὲ τούτων καὶ τῶν τοιούτων μετάληψιν γίνεσθαι λέγουσι· τὸ γὰρ κείμενον οὐχ ὡς κεῖται λαμβανόμενον μεταλαμβανόμενον γίνεται· κείμενον γὰρ ἐν σχέσει καὶ ἀκολουθίᾳ μεταλαμβάνεται εἰς ὕπαρξιν. προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται δυνάμει πως ἐν αὐτοῖς περιεχόμενον οὐ μὴν ἐνεργείᾳ, ὡς ἔχει ἐπὶ τῶν κατὰ πρόσληψιν γινομένων συλλογισμῶν. ἐν γὰρ τῷ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α, κατὰ δὲ τοῦ Γ τὸ Β’ ἔξωθεν τὸ ‘κατὰ δὲ τοῦ Γ τὸ Β’ προσείληπται· οὐ γὰρ ἔκειτο ἐνεργείᾳ ἐν τῇ προτάσει τῇ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α’ τὸ κατὰ τοῦ Γ τὸ Β λέγεσθαι. χρῶνται μέντοι καὶ τῇ προσλήψει ἀντὶ τῆς μεταλήψεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ‘ἤτοι τόδε ἢ τόδε’, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως λέγουσιν· ὁποῖον γὰρ αὐτῶν λαμβάνηται δείξεως δεόμενον, δεῖται κατηγορικοῦ συλλογισμοῦ πρὸς τὸ δειχθῆναι. οἷον εἰ ληφθείη διαιρετικὸν τὸ ‘ἤτοι σῶμά ἐστιν ἡ ψυχὴ ἢ ἀσώματος’, εἶτα κατασκευάζει τὸ ὅτι οὐ σῶμα (οὕτως γὰρ ἂν προσληφθείη τὸ ‘ἀλλὰ μὴν οὐ σῶμα, ἀσώματος ἄρα’), ἀνάγκη καὶ αὐτὸ δειχθῆναι διὰ κατηγορικοῦ συλλογισμοῦ· οἷον πᾶν σῶμα ἢ στοιχεῖον ἢ ἐκ στοιχείων· ἡ δὲ ψυχὴ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων· ἡ ψυχὴ ἄρα οὐ σῶμα. ἀλλὰ καὶ ἐπὶ τῆς ἐξ ἀποφατικοῦ συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς 〈τῷ〉 διὰ συνημμένου τοῦ ἀρχομένου ἀποφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν,3 οἷον εἰ ἔστι τὸ ‘εἰ Α, οὐ τὸ Β’· καὶ γὰρ ἐν τούτοις, εἰ εἴη τὸ μεταλαμβανόμενον δείξεως δεόμενον, διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ. οἷον οὐχὶ καὶ τὸ ἡδέως ζῆν τέλος 〈καὶ ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· ἀλλὰ μὴν ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· οὐκ ἄρα τὸ ἡδέως ζῆν τέλος〉. τὸ γὰρ μεταληφθὲν τὸ ‘ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή’ διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ· οἷον ἀφ’ ἧς ἕξεως αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ, αὕτη δι’ αὑτήν ἐστιν αἱρετή· ἀπὸ δὲ τῆς ἀρετῆς ἕξεως οὔσης αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ· ἡ ἀρετὴ ἄρα δι’ αὑτήν ἐστιν αἱρετή.

因为如果被附取之项不需要证明,而是如同假言前提一样显明且周知,那么这样的论证甚至根本不是推论。因为这样的论证甚至不可能提供推论的某种功用或出发点;因为推论必须证明那些没有推论就不是周知的事情。因此,在被称为条件命题的假言前提中,假言命题作为周知之项被选取并确立(至少在那些如此成立的情况下)。而剩下的被附取之项则是存疑且需要证明的。那么,关于这一项如此成立的推论就将既是直言的又是直截的。因此,在由作为条件命题的假言前提构成的假言推论中,被确立且需要证明之项也是通过直言推论被证明的。而从一开始提出的课题,则不是通过推论,而是通过预先给出的假设被证明的,而这一假设属于该假言命题。因为非周知之项被证明是某个具体事物或具有某种性质,或者一般而言任何事物被严格地确立和定立,若非通过直言推论是绝不可能的。即使假言命题本身需要推论性证明,那一项也将通过直言推论被证明;因为如果探求为什么“如果德性是知识,德性就是可教的”,只要选取了全称前提“一切知识都是可教的,而德性是知识”,就产生了一个直言推论。 然而根据古人的看法,被代换之项似乎与被附取之项有所不同。因为在那些所选取之项本来就内含并存在于既取之项中、但并非以被选取的方式或性质存在的情况下,所选取之项就是“被代换之项”;因为它不是从外部外加的,而是以另一种方式既设之项被代换为另一种形态。因为在“如果是白天,就有光”中,后起学者称为“被附取之项”的“如果是白天”,确实内含其中,但并不具有它被选取时的性质;因为在假言命题中,它是作为假设和随从关系被定立的,但在此却是作为实际存在被选取的。在这些及类似的情况下,他们说发生的是代换;因为既设之项未按其既设方式被选取,便成为了被代换之项;因为原本在关系与随从性中既设之项,被代换为了实际存在。而他们所谓的“被附取之项”,是指在既设之项上,从外部外加了某种以潜能方式包含在其中、却并未实际包含在其中的东西,就像在通过附取而构成的推论中那样。因为在“凡B所被陈述者,A亦被陈述;而B被陈述于C”中,“而B被陈述于C”是从外部附取的;因为B陈述于C这一点,并未实际包含在“凡B所被陈述者,A亦被陈述”这一前提之中。不过,他们也用附取来指称代换。 同样的道理也适用于选言命题“或者是此或者是彼”,这也同样被称为由条件命题和附取构成的推论;因为无论选取其中哪一项作为需要证明之项,为了被证明,它都需要直言推论。例如,如果选取选言命题“灵魂或者是物体,或者是无物体者”,接着确立它不是物体(因为这样就会附取“但它不是物体,因此是无物体者”),那么这一项本身也必然通过直言推论被证明;例如:“凡物体或者是元素,或者由元素构成;但灵魂既不是元素,也不是由元素构成;因此灵魂不是物体。” 再者,在否定连言命题中也是如此——如果这确实也是所提出的诸模式中不同的一种,而不是与那种以否定开始且以否定告终的假言命题(例如“如果A,则不是B”)相同的模式的话。因为在这些情况下,如果被代换之项需要证明,它也将通过直言推论被证明。例如:“绝非既是过着快乐的生活是目的,又是德性因其自身而值得选择;然而德性因其自身而值得选择;因此过着快乐的生活不是目的。”因为被代换的“德性因其自身而值得选择”是通过直言推论被证明的;例如:“凡是使得拥有它的事物自身处于最佳状态并最好地完成其固有功能的品质,都是因其自身而值得选择的;而德性作为一种品质,使得拥有它的事物自身处于最佳状态并最好地完成其固有功能;因此德性因其自身而值得选择。”

语法注3 条
  1. 1.3οὐδὲ γὰρ χρείαν συλλογισμῶν τινα καὶ ἀρχὴν τὸν τοιοῦτον παρέχεσθαι λόγον οἷόν τε

    不定词 παρέχεσθαι 依附于非人称结构 οἷόν τε [ἐστι],其逻辑主语为主格性质的宾格 τὸν τοιοῦτον... λόγον。宾格短语 χρείαν... τινα καὶ ἀρχήν 是 παρέχεσθαι 的直接宾语,而属格 συλλογισμῶν 则作为目的格性属格同时修饰 χρείαν 和 ἀρχήν。

  2. 1.3ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν 〈οὕτως〉 οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν

    关系从句 ἐφ' ὧν... 构成了“在……情况下”的条件性框架,对应的主句为 τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν(“所选取之项即是被代换之项”)。在关系从句内部,τὸ λαμβανόμενον 是 ἔγκειταί τε καὶ ἔστι 的主语,紧接着的 οὐ μὴν... οἷον λαμβάνεται 是转折性限定短语,表明该项虽内含于前提中,但并非以其被选取时的样态存在。

  3. 1.3τοῦ ἀρχομένου ἀποφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν

    该属格短语修饰由补充的与格定冠词 〈τῷ〉(表明推论模式)和介词 διὰ 所支配的 συνημμένου。分词 ἀρχομένου 与 λήγοντος 定语性地修饰 συνημμένου,其中属格 ἀποφατικοῦ 作为表示起点的补足成分与 ἀρχομένου 连用(意为“以否定命题开始”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:73.32-75.10