- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:72.15-73.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯以关于虚空中运动的归谬法为例,将其形式化为直言三段论,进而论证基于合意的假言推论以及由条件命题和附取命题构成的假言推论(混合推论),同样依赖于对所代换命题进行直言且直截的证明。
πάλιν βουλόμενός [ὅτι] τις δεῖξαι, ὅτι μὴ ἔστι κίνησις διὰ κενοῦ, δι’ ἀδυνάτου ὑποτίθεται μὲν τὸ εἶναι κίνησιν διὰ κενοῦ, δείξας δὲ καὶ συλλογισάμενός τι ἀδύνατον διὰ τὴν ὑπόθεσιν, ἀνελὼν ταύτην τίθησι τὸ προκείμενον· δείκνυσι γάρ, ὅτι, εἰ ἔστι διὰ κενοῦ κίνησις, ἰσοταχῶς τὰ βαρύτερα καὶ τὰ κουφότερα κινήσεται. ἡ δὲ δεῖξις 〈διὰ〉 κατηγορικοῦ συλλογισμοῦ οὕτως· ἐν ᾧ μηδέν ἐστι τὸ διαιρούμενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων, ἐν τούτῳ ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι· ἐν δὲ τῷ κενῷ οὐδέν ἐστι τὸ διαιρούμενον ὑπὸ τῶν δι’ αὐτοῦ κινουμένων· ἐν τῷ κενῷ ἄρα ἀνάγκη πάντα τὰ κινούμενα ἰσοταχῶς κινεῖσθαι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ κίνησιν γίνεσθαι διὰ κενοῦ· οὐκ ἄρα ἔσται κίνησις διὰ κενοῦ. καὶ ἐν τούτῳ δὴ τῷ συλλογισμῷ διὰ μὲν συλλογισμοῦ κατηγορικοῦ τὸ ἀδύνατον δέδεικται· τὸ δὲ μὴ εἶναι κίνησιν διὰ κενοῦ τῇ τῆς ὑποθέσεως ἀναιρέσει τίθεται. εἰ δὲ καὶ ἐπὶ τῆς 〈εἰς〉 ἀδύνατον ἀπαγωγῆς ὁ γινόμενος τοῦ ψεύδους συλλογισμὸς δεικτικός ἐστι, τουτέστι κατηγορικός, καὶ διά τινος τῶν τριῶν περαίνεται σχημάτων, εἶεν ἂν ἐν τοῖς σχήμασι τοῖς τρισὶ καὶ οἱ δι’ ἀδυνάτου συλλογισμοὶ μέρος ὄντες τῶν ἐξ ὑποθέσεως. Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες ὁμοίως τούτοις γίνονται οἱ ἐξ ὑποθέσεως. ὡς γὰρ ἐπὶ τῶν δι’ ἀδυνάτου ὁ συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν γίνεται, ὃ μεταλαβόντες ἀνθ’ οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον αὐτῷ ὑποτίθεμεν καὶ δεικτικὸν ἐξ αὐτοῦ τε καὶ ἑνὸς τῶν κειμένων ἐποιήσαμεν συλλογισμόν, οὕτως καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐξ ὑποθέσεως γινομένων· ὁ μὲν γὰρ συλλογισμὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεται δεικτικὸς ὤν. μεταλαμβανόμενον δὲ λέγω ἐκεῖνο, οὗ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὅ ἐστι ποτὲ μὲν τὸ ἀντικείμενον τοῦ προκειμένου, ὡς ἐπὶ τῆς 〈δι’〉 ἀδυνάτου δείξεως, ποτὲ δὲ τὸ ἐξ ὁμολογίας ληφθέν· τοῦτο δὲ οἱ νεώτεροι προσλαμβανόμενον λέγουσιν. ὁ μὲν οὖν συλλογισμὸς τούτου γίνεται. τὸ δὲ προκείμενον ἐξ ἀρχῆς εἰς δεῖξιν ἤτοι δι’ ὁμολογίας τινὸς τίθεται ἢ διά τινος ἄλλης ὑποθέσεως· ὑπόθεσις γὰρ καὶ ἡ ὁμολογία. οἷον ζητουμένου, εἰ τὰ ἀντικείμενα συνυπάρχειν δύνανται ἢ οὔ, ἂν συνθώμεθα καὶ ὁμολογήσωμεν ἀλλήλοις ὡς ἐφ’ ἑνὸς τῶν ἀντικειμένων οὕτως ἔχειν καὶ ἐπὶ πάντων, ἔπειτα τὰ ἐναντία προχειρισάμενοι δείξαιμεν διὰ συλλογισμοῦ ταῦτα μὴ συνυπάρχειν λαβόντες, ὅτι τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά, τὰ δὲ ἀλλήλων φθαρτικὰ οὐχ οἷόν τε συνυπάρχειν ἀλλήλοις, τὰ ἄρα ἐναντία οὐχ οἷόν τε συνυπάρχειν ἀλλήλοις, ὁ μὲν συλλογισμὸς κατηγορικός τε ἅμα καὶ δεικτικὸς γέγονε πρὸς τὸ μεταληφθὲν ἀντ’ ἐκείνου τοῦ τὴν ἀρχὴν εἰς δεῖξιν προκειμένου. ἦν γὰρ κείμενον ἐκεῖνο μὲν ‘εἰ τὰ ἀντικείμενα δύναται συνυπάρχειν’, μετελήφθη δ’ ἀντ’ ἐκείνου τὰ ἐναντία, καὶ περὶ τούτων ἡ δεῖξις ἐγένετο καὶ ὁ συλλογισμός. τὸ δὲ ἐξ ἀρχῆς προκείμενον τούτου δειχθέντος συλλογιστικῶς ἐξ ὁμολογίας τίθεται, ἐπεὶ συνεθέμεθα καὶ ὡμολογήσαμεν ὡς ἂν ἐφ’ ἑνὸς τῶν ἀντικειμένων δειχθῇ, οὕτως ἐπὶ πάντων ἕξειν. οὐκ ἐδεήθημεν δὲ τοιαύτης ὁμολογίας ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ ψιλῆς τῆς 〈τοῦ ἀντι〉κειμένου ὑποθέσεως· τοῦ δὲ τὸ προκείμενον δειχθῆναι τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου ἡ τῆς ἀντιφάσεως φύσις αἰτία.1 Δι’ ὑποθέσεως δὲ ἄλλης, ὡς εἶπον, εἶεν ἂν καὶ οἱ διὰ τροπικοῦ καὶ τῆς προσλήψεως γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπεπλεγμένου, οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς,2 τουτέστι κατηγορικῆς. εἰ γὰρ εἴη ὑποκείμενον συνεχὲς ἢ συνημμένον τὸ ‘εἰ ἐπιστήμη ἐστὶν ἡ ἀρετή, διδακτόν ἐστιν ἡ ἀρετή’, εἶτα δεικνύοιτο, ὅτι ἐπιστήμη ἡ ἀρετή ἐστι, δεδειγμένη ἂν εἴη, ὅτι καὶ διδακτή· οὕτως γὰρ ἂν προσληφθείη ὡς οὕτως ἔχον, εἰ δειχθείη, ὅτι ἐπιστήμη. ὁ μὲν οὖν συλλογισμὸς πάλιν ἂν εἴη πρὸς τοῦτο καὶ τούτου κατηγορικός· οἷον πᾶσα ἕξις ἀμετάπτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος ἐπιστήμη· ἡ δ’ ἀρετὴ ἕξις ἀμετάπτωτος ἀπὸ ἀληθοῦς εἰς ψεῦδος· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. οὐδὲ γὰρ ἄλλως ἂν τεθείη, ὅτι ἡ ἀρετὴ ἐπιστήμη ἐστί, διὰ συλλογισμοῦ, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. δειχθέντος δὲ τούτου διὰ συλλογισμοῦ τὸ ἐξ ἀρχῆς γίνεται κατασκευαζόμενον διὰ τὴν ὑπόθεσιν· ὑπετέθη γὰρ ἐν τῷ συνεχεῖ τὸ εἰ ἀρετὴ ἐπιστήμη ἐστί, διδακτὴν αὐτὴν εἶναι.
再者,希望通过不可能来证明不存在穿过虚空的运动的人,假设存在穿过虚空的运动,但在因这一假设而证明并推论出某种不可能之后,通过推翻这一[假设]确立了所提出的课题;因为他证明了,如果存在穿过虚空的运动,较重之物和较轻之物将以相同的速度运动。而通过直言推论所作的证明如下:“在其中没有任何东西被穿过它运动的物体所分割之处,一切运动的物体必然以相同速度运动;然而在虚空中没有任何东西被穿过它运动的物体所分割;因此在虚空中一切运动的物体必然以相同速度运动。”但这显然是不可能的;因此运动通过虚空产生也是不可能的;所以不会存在穿过虚空的运动。而且在这个推论中,确实通过直言推论证明了不可能的事情;而通过推翻假设确立了不存在穿过虚空的运动。如果归于不可能中所产生的关于假的推论也是直截的,即直言的,并且是通过三种格之一完成的,那么作为假言[推论]一部分的通过不可能的推论也将在三种格之中。 同样地,所有其他假言推论也与这些类似地产生。因为正如在通过不可能的推论中,推论是针对所假设之项产生的——我们选取它来替代我们所欲证明之项,并假设了与之对立的命题,且由它本身和既定[前提]之一构成了直截推论——在其他出于假设而产生的推论中也是如此;因为推论是直截的,且针对被代换之项产生。而我所说的“被代换之项”,是指对其进行证明和推论的对象,它有时是所提出课题的对立命题(如在通过不可能的证明中),有时是从合意中选取的命题;而后起学者称此为“附取之项”。那么,推论就是关于这一项产生的。另一方面,从一开始提出用以证明的课题,或者通过某种合意被确立,或者通过某种其他假设被确立;因为合意也是一种假设。例如,在探求对立物是否能共存时,如果我们彼此约定并合意,某一类对立物的情况如何,所有对立物的情况也同样如何,然后我们选取相反物,通过推论证明它们不能共存,即选取“相反物是互为毁灭性的,而互为毁灭性的事物不可能彼此共存,因此相反物不可能彼此共存”,此时这一推论对于替代最初提出证明之项而被代换之项而言,既成了直言的又成了直截的。因为当初确立的是“对立物是否能够共存”,但相反物被代换以替代那一项,关于这些事物便产生了证明和推论。而从一开始提出的课题,在此项被推论性地证明之后,便根据合意得以确立,因为我们约定并合意:无论在某一类对立物中被证明如何,在所有对立物中也将同样如此。但在归于不可能中我们不需要这样的合意,而只需要对对立命题的纯粹假设;至于在被推论之项被发现为不可能之后最初提出的课题得以证明,其原因乃是矛盾对立的本性。 另一方面,正如我说过的,通过另一种假设而产生的推论,也可以是通过条件命题与附取命题而构成的推论,其中条件命题或者是假言的、或者是选言的、或者是联言的,古人称之为由假言前提和直截前提(即直言前提)构成的混合推论。因为如果确立了一个条件命题或假言命题:“如果德性是知识,德性就是可教的”,接着证明了德性是知识,那么德性是可教的也就被证明了;因为如果证明了它是知识,它就会这样作为如此成立者被附取。因此,推论又将是针对这一项且关于这一项的直言推论;例如:“一切不会从真转向假的品质都是知识;但德性是不会从真转向假的品质;因此德性是知识。”因为德性是知识这一点,若非通过直言推论,绝不可能以其他方式通过推论被确立。而在这一点通过推论被证明之后,从一开始提出的课题就由于那一假设而得以确立;因为在条件命题中已经假设了:如果德性是知识,它就是可教的。
- 1.3τοῦ δὲ τὸ προκείμενον δειχθῆναι τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου ἡ τῆς ἀντιφάσεως φύσις αἰτία
该句的主干为 ἡ τῆς ἀντιφάσεως φύσις [ἐστὶν] αἰτία(矛盾对立的本性是原因),其中 αἰτία 支配带冠词不定词的宾格性属格 τοῦ τὸ προκείμενον δειχθῆναι(最初提出的课题得以证明的)。夹在其中的 τοῦ συλλογισθέντος εὑρεθέντος ἀδυνάτου 为表示原因或时间的属格独立结构(在被推论之项被发现为不可能之后/之时)。
- 1.3οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς
关系代词 οὕς 的先行词是前文指代推论的主格短语 οἱ διὰ τροπικοῦ καὶ τῆς προσλήψεως γινόμενοι [συλλογισμοί]。动词 λέγουσι 构成双重受格句式,以 οὕς 为直接宾语,μικτούς 为补足语(“古人称这些推论为由……构成的混合推论”)。
