- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:71.3-72.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯确认,一切直截推论(即使涉及多个中项)都是通过三种格之一产生的。随后他论证,在假言推论(特别是归谬法)中,得出不可能结论的推论本身是直截的,并且是通过三种格之一构成的。
εἰ δὴ μόνως μὲν γένοιτ’ ἂν συλλογισμὸς τοῦδέ τινος πρὸς τόδε τι, εἰ κοινόν τι καὶ μέσον αὐτῶν ληφθείη, ἡ δὲ τοῦ μέσου σχέσις πρὸς τούς, ὧν λαμβάνεται μέσον, τριχῶς γίνεται (ἢ γὰρ ἐν μέσῳ τίθεται αὐτῶν, τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος, ἢ ἀμφοτέρων κατηγορεῖται, ἢ ἀμφοτέροις ὑπόκειται) καὶ παρὰ ταύτας οὐχ οἷόν τε αὐτὸν μὴ σχέσιν καὶ θέσιν πρὸς τούς, ὧν λαμβάνεται μέσος, ἔχειν,1 αἱ δὲ προειρημέναι θέσεις αὐτοῦ ποιοῦσι τὰ τρία σχήματα, φανερὸν ὡς πᾶς δεικτικὸς συλλογισμὸς διά τινος τῶν τριῶν γίνεται σχημάτων, ὧν εἰρήκαμεν, καὶ κατὰ τὰς ἐν ἑκάστῳ συλλογιστικὰς συζυγίας πάσας· πᾶς ἄρα κατηγορικὸς τουτέστι δεικτικὸς συλλογισμὸς εἷς ὧν εἰρήκαμεν ἔσται συλλογισμῶν. ὁ γὰρ αὐτὸς λόγος, εἰ καὶ διὰ πλειόνων συνάπτοιτο πρὸς τὸ Β· καὶ γὰρ εἰ μὴ δι’ ἑνὸς ὅρου μέσου τὸ Α τῷ Β συνάπτοιτο ἀλλὰ καὶ διὰ πλειόνων, καὶ ἡ τῶν πλειόνων μέσων λῆψις κατά τι τῶν τριῶν σχημάτων ἔσται. ἂν μὲν γὰρ ἐπ’ εὐθείας ᾖ τὰ πλείω μέσα εἰλημμένα2 ὡς εἶναι τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ε, τὸ Ε κατὰ τοῦ Β, ἐν πρώτῳ σχήματι ὁ συλλογισμὸς τοῦ Α πρὸς τὸ Β. ἂν δὲ ᾖ τὸ Γ κατὰ μὲν τοῦ Α ἀποφατικῶς κατὰ δὲ τοῦ Δ καταφατικῶς, ἐν δευτέρῳ σχήματι τὸ Α κατ’ οὐδενὸς τοῦ Δ συναχθήσεται· ἂν δὴ προσλάβωμεν τῇ Α Δ προτάσει καθόλου οὔσῃ ἀποφατικῇ τὸ Δ παντὶ τῷ Β συναχθήσεται τὸ Α οὐδενὶ τῶν Β ἐν δευτέρῳ σχήματι διὰ μέσων τοῦ τε Γ καὶ τοῦ Δ. ἂν δέ γε τὸ Γ κατὰ παντὸς τοῦ Δ καὶ πάλιν τὸ Β κατὰ παντὸς τοῦ Δ, γίνεται ἐν τρίτῳ σχήματι τὸ Β κατὰ τινὸς τοῦ Γ· ἂν δὴ λάβωμεν τὴν ΒΓ πρότασιν ἐπὶ μέρους καταφατικήν, τὸ Α παντὶ τῷ Γ, συναχθήσεται τὸ Α τινὶ τῷ Β. ἂν δέ γε τὸ Α καὶ τὸ Β κατὰ παντὸς τοῦ Δ καὶ πάλιν τὸ Β κατὰ παντὸς τοῦ Γ, γίνεται καὶ τὸ Α κατά τινος τοῦ Β διὰ πλειόνων μέσων (καὶ γὰρ διὰ τῶν Δ, Γ) ἐν τρίτῳ σχήματι. Ἑξῆς δὲ δεικτέον καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς διὰ τούτων τινὸς τῶν σχημάτων γινομένους, καὶ προχειριστέον ἐξ αὐτῶν τοὺς δι’ ἀδυνάτου, καὶ δεικτέον, πῶς καὶ οὗτοι ἐξ ὑποθέσεώς τέ εἰσι καὶ διά τινος τῶν σχημάτων συνάγονται. ἐξ ὑποθέσεως μὲν οὖν εἰσιν, ὅτι, οὗ βούλονται δεῖξαι, τὸ ἀντικείμενον ἀντιφατικῶς τούτου ὑποτίθενται. συλλογιζόμενοι δέ τι διά τε τούτου καὶ ἄλλης τινὸς ἀληθοῦς προτάσεως δεικτικῶς διὰ τούτου ἀναιροῦσι μὲν τὴν ὑπόθεσιν ὡς ἂν αἰτίαν ἀδυνάτου συμπεράσματος, τιθέασι δὲ αὐτῆς τὸ ἀντικείμενον, οὐκέτι τοῦτο συλλογιζόμενοι. πάντες δὲ οἱ δεικτικοὶ συλλογισμοὶ ἐδείχθησαν διά τινος τῶν τριῶν σχημάτων γινόμενοι· ὥστε καὶ ὁ ἐν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συλλογισμὸς διά τινος ἂν γένοιτο τῶν τριῶν σχημάτων ὤν γε κατηγορικός τε καὶ δεικτικός. ὁ γὰρ δι’ ἀδυνάτου τι δεικνὺς συλλογίζεται μὲν δεικτικῶς τὸ ψεῦδος, ὡς εἶπον· ὃ δὲ βούλεται δεῖξαι καὶ ὃ ἐξ ἀρχῆς αὐτῷ πρόκειται τῷ διὰ συλλογισμοῦ δεικτικοῦ τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, δεῖξαι δυνατὸν ὄν,3 τῇ τούτου ἀναιρέσει τίθησί τε καὶ δείκνυσι. βουλόμενος γάρ τις δεῖξαι, ὅτι μηδείς ἐστιν ἄνθρωπος πτηνός, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὑποθέμενος οὗ βούλεται δεῖξαι τὸ ἀντικείμενον (τοῦτο δέ ἐστι τὸ τινὰ ἄνθρωπον πτηνὸν εἶναι), ταύτῃ προσλαβὼν ἀληθῆ καὶ ὁμολογουμένην πρότασιν τὴν ‘πᾶν πτηνὸν πτέρυγας ἔχει’ συλλογίζεται διὰ κατηγορικοῦ συλλογισμοῦ ὄντος ἐν πρώτῳ σχήματι τὸ τινὰ ἄνθρωπον πτέρυγας ἔχειν. καὶ ὁ μὲν συλλογισμὸς ὁ γινόμενος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὗτος· τὸ δ’ ἐξ ἀρχῆς προκείμενον τὸ μηδένα ἄνθρωπον πτηνὸν εἶναι οὐ διὰ συλλογισμοῦ δείκνυται ἀλλὰ διὰ τὸ τοῦ ἀδυνάτου συμπέρασμα αἰτίαν γενέσθαι τὴν ὑποτεθεῖσαν πρότασιν,4 ἥτις ἦν ἀντικειμένη τῇ δειχθῆναι προκειμένῃ. καὶ ἀναιρεῖται μὲν ἐκείνη, τίθεται δὲ αὕτη τῷ δεῖν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι.
那么,如果某一确定事物相对于另一确定事物的推论,只有在选取了它们之间的某种共同中项时才能产生,而中项对于那些它被取作其中项的项的关系有三种方式(因为或者通过作为一者的主词并被述说于另一者而置于它们中间,或者被述说于两者,或者作为两者的主词),并且除了这些之外,它对于那些它被取作其中项的项不可能不具有某种关系和位置,而它的上述位置构成了三种格,显然,一切直截推论都是通过我们所说的三种格之一,并且按照每种格中所有可推论的组合而产生的;因此,一切直言的、即直截的推论,都将是我们所说的诸推论之一。因为即使通过更多的项与B相联结,同样的论理也适用;因为即使A与B相联结不是通过一个中项而是通过多个中项,这多个中项的选取也将是按照三种格之一进行的。实际上,如果多个中项是沿直线选取的,以致A述说于C,C述说于D,D述说于E,E述说于B,则在第一格中产生A相对于B的推论。另一方面,如果C相对于A是否定地被述说,而相对于D是肯定地被述说,则在第二格中将得出A不述说于任何D;那么,如果我们向作为全称否定的AD前提再附取“D属于一切B”,则在第二格中通过中项C和D将得出A不属于任何B。又如果C述说于一切D,且B又述说于一切D,则在第三格中B述说于某些C;那么,如果我们选取作为特称肯定的BC前提,再加上“A属于一切C”,则将得出A属于某些B。进而,如果A和B都述说于一切D,且B又述说于一切C,通过多个中项(实际上通过D和C),在第三格中也会得出A述说于某些B。 接下来,必须证明假言推论也是通过这些格之一产生的,并应从中选取通过不可能的推论,证明它们也是既出于假设又是通过某一种格而得以推导的。那么,它们之所以出于假设,是因为它们对所欲证明之项设定了与之矛盾对立的命题。而通过这一假设和另一真实前提以直截方式推论出某物,他们便以此推翻那作为不可能结论之原因的假设,并确立其对立命题,而不再对这一[对立命题]进行推论。但是,一切直截推论都已被证明是通过三种格之一产生的;因此,归于不可能之中的推论,只要它是直言且直截的,也就会通过三种格之一产生。因为通过不可能证明某物的人,正如我说过的,以直截方式推论出假;但是他所欲证明的、从一开始对他提出的课题,由于能够通过直截推论证明他所假设的其对立命题[之后果],便通过对这一[对立命题]的推翻来加以确立并证明。实际上,某人如果希望通过归于不可能来证明“没有一个人是飞行动物”,在假设了他所欲证明之项的对立命题(即“某个人是飞行动物”)之后,对此附取一条真实且被认可的前提“一切飞行动物都有翅膀”,便通过处于第一格的直言推论推导出“某个人有翅膀”。而通过归于不可能所产生的推论就是这个;另一方面,从一开始所提出的课题,即“没有一个人是飞行动物”,并不是通过推论被证明的,而是因为所假设的前提(即与那提出要证明的命题相对立的前提)成了不可能结论的原因。由于矛盾对立的两个部分中必有一方为真,前者便被推翻,而后者被确立。
- 1.3παρὰ ταύτας οὐχ οἷόν τε αὐτὸν μὴ σχέσιν καὶ θέσιν ... ἔχειν
通过双重否定(οὐχ οἷόν τε ... μή 加上不定词)表达强烈的必然性。意指中项相对于两个极端项所能具有的位置关系完全穷尽于前述的三种方式(居中、两者的述词、两者的主词),绝不可能有其他配置。
- 1.3ἂν μὲν γὰρ ἐπ’ εὐθείας ᾖ τὰ πλείω μέσα εἰλημμένα
原文中的“ἡ”是虚拟语气“ᾖ”的排印讹误。它由条件小词“ἄν”统辖,与完成时被动态分词“εἰλημμένα”一同构成迂回完成时被动虚拟语气条件从句(“ἂν ... ᾖ εἰλημμένα”)。
- 1.3τῷ διὰ συλλογισμοῦ δεικτικοῦ τὸ ἀντικείμενον αὐτοῦ, ὃ ὑπέθετο, δεῖξαι δυνατὸν ὄν
句法骨架是由表示原因的冠词与格不定词“τῷ ... δεῖξαι”与插入的独立宾格“δυνατὸν ὄν”(“由于能够证明……”)结合而成。它表达了这样的逻辑推进:既然能够通过直截推论从所假设的命题中推导出结果(即不可能/假),那么通过推翻该假设,最初的命题便得以确立并证明。
- 1.3διὰ τὸ τοῦ ἀδυνάτου συμπέρασμα αἰτίαν γενέσθαι τὴν ὑποτεθεῖσαν πρότασιν
在由前置词“διά”统领的冠词不定词结构(“διὰ τὸ ... γενέσθαι”)中,意义上的主语是宾格“τὴν ὑποτεθεῖσαν πρότασιν”,谓词宾格是“αἰτίαν”,而属格“τοῦ ἀδυνάτου”修饰“συμπέρασμα”或“αἰτίαν”(“因为所假设的前提成为了不可能结论的原因”)。语序呈现出倒装(hyperbaton)。
