- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:69.32-71.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述在直截推论中为了联结结论的两端项,单一前提是不够的,必须通过中项使两端相联结,并论述得出针对特定目标项之推论的条件。
οὐδ’ ἂν ὑποθετικὸς ληφθῇ, ὁ συλλογισμὸς ἔτι δεικτικός.1 ἀλλ’ οὐδ’ ἂν ἄλλο τι ἄλλου κατηγορούμενον ληφθῇ μὴ συνάπτῃ δὲ πρὸς τὸ Α ἢ τὸ Β, οὐδ’ ὅλως περὶ τούτων ὁ λόγος ἔσται. ἀλλὰ μὴν οὐδ’ εἰ τὸ Α κατὰ τοῦ Β λαμβάνοιμεν κατηγορεῖσθαι· εἴημεν γὰρ ἄν, ὃ βουλόμεθα δεῖξαι, τοῦτο λαμβάνοντες, ὅπερ ἐστὶ τὸ ἐν ἀρχῇ λαμβάνειν· τὸ γὰρ τὴν ἀρχὴν ζητούμενον2 οὐχ ὡς ζητούμενον ἀλλ’ ὡς οὕτως ἔχον ληψόμεθα. κατ’ ἄλλου γ’ ἄρα τὸ Α ἢ ἄλλο κατὰ τοῦ Α. εἰ μὲν οὖν τὸ Α κατὰ τοῦ Γ κατηγορήσαιμεν, τὸ δὲ Γ κατὰ μηδενός, μηδ’ ἄλλο τι κατὰ τοῦ Γ, ἀλλὰ μηδὲ κατὰ τοῦ Α τι ἕτερον, μηδὲ τὸ Α κατ’ ἄλλου, οὐδὲ συλλογισμὸν ὅλως ποιήσομεν· οὐ γὰρ γίνεται συλλογισμὸς μιᾶς τινος ληφθείσης προτάσεως· μιᾶς γὰρ ληφθείσης οὐδὲν συμβαίνει συλλογιστικῶς· ἦν γὰρ συλλογισμὸς λόγος, ἐν ᾧ ‘τεθέντων τινῶν’, οὐ ‘τινὸς τεθέντος’. δεῖ ἄρα προσλαβεῖν καὶ ἑτέραν πρότασιν, ἵνα δειχθῇ συλλογιστικῶς τί τινι ὑπάρχον ἢ μὴ ὑπάρχον. ἂν μὲν οὖν προσληφθῇ τὸ Α κατά τινος ἄλλου, φέρε εἰπεῖν τοῦ Δ, ἀποφατικῶς, ἔσται συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοῦ Γ πρὸς τὸ Δ. ἂν δ’ ἄλλο τι κατὰ τοῦ Α, φέρε εἰπεῖν τὸ Δ, συλλογιστικῶς, ἔσται συλλογισμὸς ἐν πρώτῳ σχήματι τοῦ Δ πρὸς τὸ Γ. ἂν δὲ κατὰ τοῦ Γ ὡς τὸ Α οὕτως καὶ ἄλλο τι συλλογιστικῶς, φέρε εἰπεῖν τὸ Δ, ἔσται συλλογισμὸς ἐν τρίτῳ σχήματι τοῦ Α πρὸς τὸ Δ. διὸ οὐδὲν κωλύσει ἐκ τῶν ὄντων καὶ λαμβανομένων γίνεσθαι συλλογισμόν· οὐ μέντοι τὸ Β ἢ τὸ Α δειχθήσεται κατηγορούμενον, ὃ προέκειτο, ἢ ὅλως ἄλλο τι τῶν προειρημένων τῷ μηδὲ τὴν ἀρχὴν εἰλῆφθαι τὸ Β ἐν ταῖς κειμέναις προτάσεσι μηδὲ συνῆφθαι αὐτῷ τινα τῶν ὅρων.3 ἀλλ’ οὐδ’ ἂν ἐπ’ εὐθείας λαμβάνωμεν ὡς τὸ Α κατὰ τοῦ Γ οὕτως τὸ Γ κατ’ ἄλλου κἀκεῖνο πάλιν κατ’ ἄλλου· καὶ γὰρ οὕτως πάλιν, ἂν συλλογιστικῶς ληφθῶσιν αἱ προτάσεις, ἔσται μὲν τὸ Α τοῦ ἐσχάτου ληφθέντος κατηγορούμενον ἐν πρώτῳ σχήματι, οὐ μὴν τοῦ Β, εἰ μὴ τοῦτο εἴη εἰλημμένον. ὅλως γάρ, εἰ μὴ εἴη πρὸς τὸ Β συναπτόμενός τις ὅρος ὥσπερ πρὸς τὸ Α, οὐδεὶς ἔσται πρὸς τὸ Β συλλογισμὸς τοῦ Α, ὅπερ ἦν δεῖξαι προκείμενον. οὐδεὶς γὰρ γίνεται συλλογισμὸς ἄλλου πρὸς ἄλλο, εἰ μὴ ληφθείη τις αὐτῶν μέσος ὅρος, ὃς πρὸς ἀμφότερα τὰ ἄκρα, ὧν πρόκειται ποιήσασθαι τὴν δεῖξιν, ἕξει σχέσιν τινὰ ὡς ἀμφοτέροις συνῆφθαι ἢ τῷ κατηγορεῖσθαι ἀμφοτέρων συλλογιστικῶς ἢ τῷ ὑποκεῖσθαι ἀμφοτέροις ἢ τῷ τοῦ μὲν κατηγορεῖσθαι τῷ δὲ ὑποκεῖσθαι. καθόλου μὲν γὰρ ὁ συλλογισμὸς ἐκ προτάσεών ἐστιν ἐχουσῶν μέσον ὅρον τινὰ καὶ κοινόν· ὁ δὲ πρὸς ὡρισμένον τι συλλογισμὸς ἐκ τῶν πρὸς τοῦτο συναπτουσῶν προτάσεων. ὥστε, εἰ μὴ πρὸς τοῦτο συνάπτοιέν πως αἱ συλλαμβανόμεναι προτάσεις, συλλογισμὸν μὲν οὐδὲν κωλύει γενέσθαι, οὐ μὴν πρὸς τοῦτο. εἰ γὰρ εἴη προκείμενον πρὸς τὸ Α ποιήσασθαί τινα συλλογισμόν, δεῖ τὸ πρῶτον ἄκρον ὅρον ληφθῆναι κατά τι τῶν τριῶν σχημάτων συνάπτοντα πρός τινα μέσον ὅρον καὶ ἕτερον ἄκρον· ἄλλως γὰρ οὐκ ἂν γένοιτο πρὸς αὐτὸ συλλογισμός. οἷον εἰ εἴη τι προκείμενον περὶ ἡδονῆς συλλογίσασθαι, ἂν λάβωμεν, ὅτι πᾶσα ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν αἱρετόν, καὶ ποιήσομέν τινα συλλογισμὸν πρὸς τὸ προκείμενον. οὐδὲν ἔλαττον ἔσται πρὸς τὸ προκείμενον, κἂν λάβωμεν ‘πᾶσα ἡδονὴ κίνησις, πᾶσα κίνησις ἀτελής’· οὐ γὰρ ἦν ἡμῖν ὡρισμένος ὁ κατηγορούμενος. πάλιν δὲ ὁ τοῦδέ τινος πρὸς τόδε συλλογισμὸς ἀμφοτέρων ὡρισμένων ἐκ τῶν πρὸς τόδε καὶ τόδε συναπτουσῶν προτάσεων. εἰ δὲ δὴ πρόκειται τοῦ Α πρὸς τὸ Β ποιήσασθαι συμπέρασμα, δεῖ καὶ πρὸς τὸ Β συνάπτειν τὰς προτάσεις, μὴ μόνον πρὸς τὸ Α, ὡς ἔχουσιν, ἃς ἐλάβομεν· ἀδύνατον γὰρ συνάπτειν πρός τι πρότασίν τινα μηδενὸς τούτων μήτε ὑποκειμένου λαμβανομένου μήτε κατηγορουμένου αὐτοῦ.4 ἀλλ’ οὐδὲ τοῦ Α πρὸς τὸ Β γένοιτ’ ἄν ποτε συμπέρασμα, εἰ μηδὲν κοινὸν αὐτῶν ληφθείη, ὃ συνάψει αὐτά, ἀλλ’ ἑκατέρου αὐτῶν ἰδίᾳ τινὰ ἢ καταφάσκοιτο ἢ ἀποφάσκοιτο.
此外,如果选取了假言〔推论〕,推论便不再是直截的了。但即使选取了另一物述说另一物,却并不与A或B相联结,这论述也根本不会是关于这些项的。而且,我们也不能选取A被述说于B;因为那样我们就会选取了我们恰恰想要证明之物,而这正是预期理由;因为我们将把从一开始所探求之物,不当作探求之物,而是当作实际如此之物来选取了。因此,A要么[述说]于另一物,要么另一物述说于A。那么,如果我们把A述说于C,而C不述说于任何物,也没有任何他物述说于C,甚至既无任何别的东西[述说]于A,A也不[述说]于任何他物,我们根本就不会做出推论;因为仅选取单个前提时推论是不会产生的;因为选取一个前提时,没有任何东西在推论上随之产生;因为推论曾是一种言说,在其中是“当某些事物被设定时”[得出某物],而不是“当某一事物被设定时”。因此必须再附取另一个前提,以便在推论上证明某物属于或不属于某物。那么,如果A相对于某个他物,比方说D,被否定地附取,在第二格中将会有C相对于D的推论。而如果另一物,比方说D,推论式地[被附取]述说于A,在第一格中将会有D相对于C的推论。如果正如A述说于C那样,另一物,比方说D,也推论式地[述说]于C,在第三格中将会有A相对于D的推论。因此,由现存并被选取的诸项产生推论,没有任何妨碍;然而既不会证明B,也不会证明A被述说,而这本是所提出的主题,或者根本不会证明前述各项中的任何其他事物,这是因为在所设定的诸前提中根本就没有在一开始选取B,诸项中的任何一项也没有与它相联结。不仅如此,即使我们以直线式的方式选取,如同A述说于C,C也述说于另一物,而那项又述说于另一物,也是如此;因为这样一来,如果诸前提是以推论方式选取的,在第一格中A固然会被述说于最后所选取的项,却绝不会述说于B,除非这一项已经被选取。因为总括而言,如果不曾有某个项如同与A相联结那样与B相联结,就不会有A相对于B的任何推论,而这本是所提出要证明的主题。因为任何一物相对于另一物的推论都不会产生,除非选取了它们之间的某种中项,该中项对于所提出要作出证明的两个极端项都具有某种关系,从而与两端都相联结,要么通过在推论上被述说于两者,要么通过作为两者的主词,要么通过被述说于一者而作为另一者的主词。因为一般而言,推论是由具有某种共同中项的前提构成的;而相对于某一确定事物的推论,则是由与此项相联结的前提构成的。因此,如果共同选取的前提没有以某种方式与此项相联结,推论的产生本身固然不受任何妨碍,但绝不是相对于此项的。因为如果所提出的任务是作出相对于A的某种推论,第一极端项必须按照三种格之一被选取,并与某个中项及另一个极端项相联结;否则就不会产生相对于它的推论。例如,如果所提出的任务是推论关于快乐的某种结论,如果我们选取“一切快乐都合乎自然,一切合乎自然之物都值得选择”,我们就会做出相对于所提出主题的某种推论。即使我们选取“一切快乐都是运动,一切运动都是不完满的”,它作为相对于所提出主题的推论也丝毫不会减损;因为述词对我们来说并未被确定。然而,当两者都被确定时,这一确定事物相对于那一确定事物的推论,是由与这二者相联结的前提构成的。因此,如果确实所提出的任务是得出A相对于B的结论,就必须使诸前提不仅与A相联结(正如我们所选取的诸前提所呈现的那样),而且也要与B相联结;因为如果这些项中没有任何一项作为主词或作为述词被选取属于它,要把某个前提联结于某物是不可能的。不仅如此,如果没有选取能够联结它们的任何共同之物,而是把某些东西分别针对它们各自肯定或否定,A相对于B的结论就绝不可能产生。
- 1.3οὐδ’ ἂν ὑποθετικὸς ληφθῇ, ὁ συλλογισμὸς ἔτι δεικτικός
主句省略了系动词(如 ἔσται)的条件句结构。承接前节末尾的条件句,指出若选取假言推论,则所得推论便不再是直截的(断言的)。
- 1.3τὸ γὰρ τὴν ἀρχὴν ζητούμενον
τὴν ἀρχήν 是表示“从一开始”“本来”的宾格副词用法。它呼应了前文的 τὸ ἐν ἀρχῇ λαμβάνειν(预期理由/乞题),用以修饰本应作为探求对象而非预设前提的事物。
- 1.3τῷ μηδὲ τὴν ἀρχὴν εἰλῆφθαι τὸ Β ἐν ταῖς κειμέναις προτάσεσι μηδὲ συνῆφθαι αὐτῷ τινα τῶν ὅρων
由带冠词不定式构成的表示原因的与格结构(τῷ + 不定式)。τὸ Β 是第一个不定式 εἰλῆφθαι 的逻辑主语,τινα τῶν ὅρων 是第二个不定式 συνῆφθαι 的逻辑主语,αὐτῷ 指代 B。此处的 τὴν ἀρχήν 同样作副词性宾格(“根本”“从一开始”)。
- 1.3ἀδύνατον γὰρ συνάπτειν πρός τι πρότασίν τινα μηδενὸς τούτων μήτε ὑποκειμένου λαμβανομένου μήτε κατηγορουμένου αὐτοῦ
非人称形容词 ἀδύνατον 搭配不定式 συνάπτειν 的结构。μηδενὸς τούτων... 为独立属格结构,其中 τούτων 指代目标二项(A与B),αὐτοῦ 则是指代 πρός τι 中的 τι 的补足属格(“作为它的主词或述词”)。
