← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§68.17-69.32

第三格非推论组合与推论向三格的归约

特米斯提乌斯通过反例项证明了第三格中必然与可能混合的非推论性组合,结束了上一章的讨论,随后进入《前分析篇》第一卷第二十三章的主题,开始论证所有推论必然落入三种格之中,且无论是直截证明还是基于假定的证明(归谬法)皆归约于这些格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#6

τούτου δὲ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Β· ἀντιστρέφει γὰρ ἡ μερικὴ ἀποφατικὴ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ἐὰν δὲ ἡ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη, δηλονότι τῆς μείζονος μερικῆς οὔσης καταφατικῆς ἐνδεχομένης, οὐκ ἔσται συλλογισμός. ἀνάγεται μὲν 〈γὰρ〉 εἰς τὸ πρῶτον σχῆμα τῆς μείζονος πάλιν ἀντιστρεφομένης πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α ἐνδέχεται τινὶ τῶν Γ, καὶ τὸ Γ τινὶ τῶν Α ἐνδέχεται. ἐπεὶ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐξ ἀνάγκης, τὸ δὲ Γ τινὶ τῶν Α ἐνδεχομένως, συνάγεται μὲν τὸ Β μὴ παντὶ τῷ Α ὑπάρχειν· οὐκ ἀντιστρεφούσης δὲ τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης οὐ δυνατὸν ἀντιστρέψαι τὸ συμπέρασμα.1 ἀντιστρεφομένου γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι τοῦ μὲν παντὶ ὕπνος, ἵππος, κοιμώμενος ἄνθρωπος· ὕπνος μὲν γὰρ τινὶ ἵππῳ ἐνδέχεται ὑπάρχειν, κοιμώμενος δὲ ἄνθρωπος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης· ἀντιστραφείσης οὖν τῆς μείζονος μερικῆς καταφατικῆς (ἐνδέχεται γὰρ 〈ἵππος〉 τινὶ ὕπνῳ, τουτέστιν ὑπνοῦντι) συνάγεται ὕπνος παντὶ κοιμωμένῳ ἀνθρώπῳ. τοῦ 〈δὲ〉 μηδενί, 〈ἂν〉 ἀντὶ τοῦ κοιμωμένου ἀνθρώπου ἐγρηγορότα ἄνθρωπον λάβωμεν· ὕπνος γὰρ οὐδενὶ ἐγρηγορότι ἀνθρώπῳ. ἀλλὰ κἂν ἡ ἐλάττων εἴη μερικὴ ἀποφατικὴ ἀναγκαία ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, οὐ γίνεται συλλογισμός· πάλιν γὰρ συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί. ὅροι οἱ αὐτοί· ὕπνος παντὶ ἵππῳ ἐνδεχομένως, καθεύδων ἄνθρωπος οὐ παντὶ ἵππῳ ἐξ ἀνάγκης, τῆς μερικῆς νῦν ἀντὶ τῆς καθόλου ἀποφατικῆς 〈λαμβανομένης〉· συνάγει γὰρ ‘ὕπνος παντὶ καθεύδοντι ἀνθρώπῳ ἐξ ἀνάγκης’. εἰ δὲ ἀντὶ τοῦ καθεύδοντος ἀνθρώπου ἐγρηγορότα λάβοιμεν, καὶ τὸ οὐδενὶ συναχθήσεται. οὐκ ἐμνημονεύσαμεν δὲ καὶ τῶν ἄλλων ἀσυλλογίστων, λέγω δὲ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἢ ἀπροσδιορίστων καταφατικῶν καὶ ἀποφατικῶν ὡς ὄντων φανερῶν. Ὅτι μὲν οὖν οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ διὰ τοῦ πρώτου σχήματος τελειοῦνται ἢ δεικτικῶς [ἢ] δι’ ἀντιστροφῆς τῶν προτάσεων ἢ ἐξ ὑποθέσεως, τουτέστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δῆλον ἐκ τῶν εἰρημένων· ἐδείξαμεν γὰρ αὐτοὺς τελειουμένους διὰ τῶν ἐν πρώτῳ σχήματι τρόπων τε καὶ συλλογισμῶν. ὅτι δὲ μηδεὶς συλλογισμὸς ἔξω τῶν εἰρημένων γίνεται τριῶν σχημάτων, ἀλλὰ πᾶς ἔν τινι τῶν σχημάτων ἐστὶ τούτων, φανερὸν νῦν ἤδη γενήσεται. οὕτω δ’ ἂν εἴη συναποδεικνύμενον καὶ τὸ ὅτι πᾶς συλλογισμὸς εἰς τοὺς δύο τοὺς ἐν τῷ πρώτῳ ἀνάγεται. ὅτι δὲ ἁπλῶς συλλογισμὸς πᾶς οὕτως ἕξει, ὡς ἐξηριθμησάμεθα καὶ κατελέξαμεν τοὺς καθ’ ἕκαστον σχῆμα δεικνύντες συλλογισμούς (εἷς γάρ τις ἔσται τούτων τῶν εἰρημένων ἡμῖν), τοῦτο ἂν δειχθήσεται, ἂν μηδεὶς ἔξω τῶν τριῶν, ὧν ἐξεθέμεθα, δειχθῇ γινόμενος. ἀνάγκη δὲ πᾶσαν ἀπόδειξιν καὶ πάντα συλλογισμὸν ἢ ὑπάρχον τί τινι ἢ μὴ ὑπάρχον δεικνύναι, καὶ ἑκάτερον τούτων ἢ κατὰ μέρος ἢ καθόλου· ἢ γὰρ παντὶ ὑπάρχειν ἢ μηδενί (ταῦτα γὰρ τὰ καθόλου) ἢ τινὶ ὑπάρχειν ἢ μὴ παντί· ταῦτα γὰρ τὰ ἐπὶ μέρους. καὶ ταῦτα διττῷ τρόπῳ δείξεως, ἢ δεικτικῶς ἢ ἐξ ὑποθέσεως. λέγω δὲ δεικτικῶς μὲν τοὺς κατηγορικῶς ἢ δι’ οὐδεμιᾶς ὑποθέσεως ἀλλὰ τὸ προκείμενον ἄντικρυς καὶ αὐτόθεν δεικνύντας (οὐκ εἶπον δὲ κατηγορικῶς ἀλλὰ δεικτικῶς, ὅτι μηδὲ χρῶμαι τῷ κατηγορικῷ ὀνόματι ἐπὶ τούτου τοῦ τρόπου τῆς δείξεως ἀλλὰ τῷ δεικτικῷ, κατηγορικὸν δὲ ἐν ἔθει ἡμῖν ἐστι τὸ καταφατικὸν λέγειν),2 ἐξ ὑποθέσεως δὲ τοὺς ὑπόθεσίν τινα θέντας ἐν τῇ δείξει. τοῦ δὲ ἐξ ὑποθέσεως μέρος καὶ εἶδος ἡ δι’ ἀδυνάτου δεῖξις· καὶ γὰρ ἐν τοῖς δι’ ἀδυνάτου ὑποθέντες τὸ ἀντικείμενον οὗ βουλόμεθα δεῖξαι, πρὸς τοῦτο τὸν συλλογισμὸν ποιούμεθα δεικνύντες ἀδύνατον αὐτό, προηγουμένως μὲν συλλογιζόμενοι καὶ δεικνύντες τὸ ψεῦδός τε καὶ ἀδύνατον, κατὰ συμβεβηκὸς δὲ κατασκευάζοντες τὸ ἀληθές τε καὶ τὸ προκείμενον.3 Πρῶτον μὲν οὖν εἴπωμεν περὶ τῶν δεικτικῶς [εἰ] τι ἢ κατηγορικῶς δεικνύντων· τούτου γὰρ δειχθέντος, ὡς οὗτοι διὰ τῶν προειρημένων γίνονται σχημάτων, ὕστερον καὶ περὶ τῶν δι’ ἀδυνάτου καὶ ὅλως περὶ τῶν ἐξ ὑποθέσεως γνώριμον ἔσται, ὅπως κἀκεῖνοι εἰς ταῦτα ἀνάγονται. εἰ δὴ πρόκειται ἡμῖν καταφατικὸν ποιῆσαι συμπέρασμα τοῦ Α πρὸς τὸ Β ἢ ἀποφατικὸν (τὸ γὰρ δεικτικὸν τοιοῦτον), ἀνάγκη μὲν λαβεῖν τι τινος κατηγορούμενον· μηδενὸς γὰρ λαμβανομένου οὐδ’ ἂν δειχθείη τι.

而当这个结论被换位之后,A也可能不属于一切B;因为按照定义的可能的特称否定命题是相互换位的。但如果小前提是全称否定必然的,显而易见大前提是特称肯定可能的,推论将不成立。因为通过大前提再次向自身换位,确实可以归约为第一格;因为如果A可能属于某个C,那么C也可能属于某个A。那么,既然B出于必然不属于任何C,而C可能属于某个A,便得出B实然地不属于一切A;但由于特称否定实然命题不能换位,换位结论是不可能的。因为如果换位,既会得出“属于一切”,也会得出“不属于任何一个”。属于“属于一切”的项是睡眠、马、沉睡的人;因为睡眠可能属于某匹马,而沉睡的人出于必然不属于任何马;因此当特称肯定的大前提被换位之后(因为〈马〉可能属于某种睡眠,即属于沉睡者),便得出睡眠属于每个沉睡的人。至于“不属于任何一个”的项,如果我们取清醒的人代替沉睡的人即可[获得];因为睡眠不属于任何清醒的人。但是,即使小前提是特称否定必然的而大前提是全称肯定可能的,推论也不会产生;因为同样会既得出“属于一切”,也得出“不属于任何一个”。诸项相同:睡眠可能属于一切马,沉睡的人出于必然不属于一切马,这里特称否定代替全称否定被〈选取〉;因为这得出了“睡眠出于必然属于每个沉睡的人”。然而如果我们用清醒的人代替沉睡的人,“不属于任何一个”也将被得出。对于其他非推论性的组合,我是指由两前提皆为特称构成的,或者由不定肯定和不定否定构成的组合,我们并未提及,因为它们是显而易见的。 因此,第二格和第三格中的诸推论通过第一格得以完善,或者直截地通过前提的换位,或者基于假定,即通过归谬法,这从前述内容中已是清楚的;因为我们已经证明了它们是通过第一格中的诸式和诸推论得以完善的。而在所述的三种格之外没有任何推论产生,相反每个推论都在这些格的某一个之中,现在即将变得明晰。并且以这种方式也将共同证明,每个推论都被归约为第一格中的那两个[全称]推论。而单纯而言所有推论都将如此成立,正如我们在展示每个格中的推论时所列举和详述的那样(因为都将是我们所说过的这些之一),如果证明了在我们所提出的三个格之外没有任何推论产生,这一点便将得到证明。而任何论证和任何推论都必然证明某物属于某物,或者不属于某物,且这两者中的每一者要么是部分的,要么是全称的;因为要么属于一切,要么不属于任何一个(因为这些是全称的),要么属于某个,要么不属于一切(因为这些是部分的)。而这些是通过双重的证明方式完成的:或者直截地,或者基于假定。我所说的直截地,是指断言地、即不通过任何假定而是直接且就其本身证明所提出的主题(但我没有说断言地而是说直截地,因为我对这种证明方式不使用“断言的”这一名称而是使用“直截的”,而在我们的习惯中称“断言的”是指肯定的);而基于假定,是指在证明中设定某种假定的那些。归谬法证明是基于假定的一部分和一个种类;因为在通过归谬法的证明中,我们设定了我们想要证明的主题的对立面,针对这一假定进行推论,证明它自身是不可能的,首要地推论并证明虚假与不可能,从而附带地确立真实与所提出的主题。 因此,首先让我们谈谈直截地证明某物或者断言地证明的那些推论;因为一旦这一点被证明,即它们是通过前述的诸格产生的,之后关于通过归谬法的以及总括而言关于基于假定的推论,它们如何也同样被归约于这些格,就会变得为人所知。如果摆在我们面前的任务是得出A相对于B的肯定结论,或者否定结论(因为直截的推论就是这类的),那么必然要选取某物述说某物;因为如果不选取任何东西,甚至什么也不会被证明出来。

语法注3 条
  1. 1.3οὐκ ἀντιστρεφούσης δὲ τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης οὐ δυνατὸν ἀντιστρέψαι τὸ συμπέρασμα

    属格独立结构 οὐκ ἀντιστρεφούσης... τῆς μερικῆς ἀποφατικῆς ὑπαρχούσης 表示原因,修饰主句 οὐ δυνατὸν [ἐστι] ἀντιστρέψαι τὸ συμπέρασμα。ὑπαρχούσης 在此为术语,意为“实然的(assertoric)”,说明在第一格中得出的结论是实然特称否定(Β μὴ παντὶ τῷ Α ὑπάρχειν),因而无法向反方向换位。

  2. 1.3οὐκ εἶπον δὲ κατηγορικῶς ἀλλὰ δεικτικῶς, ὅτι μηδὲ χρῶμαι τῷ κατηγορικῷ ὀνόματι ἐπὶ τούτου τοῦ τρόπου τῆς δείξεως ἀλλὰ τῷ δεικτικῷ, κατηγορικὸν δὲ ἐν ἔθει ἡμῖν ἐστι τὸ καταφατικὸν λέγειν

    特米斯提乌斯在此对自己的术语使用进行插话式澄清。ὅτι从句的主动词为第一人称单数(χρῶμαι);在紧随其后的分句(κατηγορικὸν δὲ ἐν ἔθει ἡμῖν ἐστι τὸ καταφατικὸν λέγειν)中,不定词 λέγειν 作句子的真主语,τὸ καταφατικὸν 为其直接宾语,κατηγορικὸν 为宾语补足语(即“将肯定命题称为‘断言的’在我们的习惯中是常见的”)。

  3. 1.3προηγουμένως μὲν συλλογιζόμενοι καὶ δεικνύντες τὸ ψεῦδός τε καὶ ἀδύνατον, κατὰ συμβεβηκὸς δὲ κατασκευάζοντες τὸ ἀληθές τε καὶ τὸ προκείμενον

    用于解释归谬法(ἡ δι’ ἀδυνάτου δεῖξις)逻辑结构的对仗分词结构。副词性成分 προηγουμένως(“主要地/首要地”)与 κατὰ συμβεβηκὸς(“附带地/间接地”)相对立,分别修饰推论并证明虚假与不可能(συλλογιζόμενοι καὶ δεικνύντες...)以及间接确立真实与论题(κατασκευάζοντες...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:68.17-69.32