- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:67.5-68.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌考察了第三格中必然与可能前提混合、且包含全称与特称前提的各种组合(两肯定、否定可能配肯定必然、否定必然配肯定可能、肯定必然配否定可能),通过归谬法和换位法证明其有效性,并阐明为何所得出的可能结论并非本义上的可能,而是伴随实然的可能。
καὶ ταῦτα δέ, ἐπειδὴ ὑπεθέμεθα τὴν μείζονα ἐνδεχομένην τὴν δὲ ἐλάττονα ἀναγκαίαν. εἰ δὲ ἀνάπαλιν ὑποθώμεθα τὴν μείζονα ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, μετὰ τὴν ἀντιστροφὴν τῆς μείζονος προτάσεως οὐκέτι τῇ κατ’ εὐθεῖαν ἀλλ’ ὡς ἐπὶ τῶν καθόλου συζυγιῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται τὸ Β τῷ Α ἐνδεχομένως τινὶ ὑπάρχον, τουτέστιν ὁ ἐλάττων τῷ μείζονι. καὶ οὕτως τὸ συμπέρασμα ἀντιστρέψαντες εὑρήσομεν καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχον, τουτέστι τὸν μείζονα τῷ ἐλάττονι. οὕτως μὲν εἰ ἀμφότεραι καταφατικαί. εἰ δὲ ἡ μὲν ἀποφατικὴ ἡ δὲ καταφατική, εἰ ἡ μείζων εἴη ἐνδεχομένη μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία, τὸ συμπέρασμα γίνεται μερικὸν ἐνδεχόμενον, ὁποῖον ἐγίνετο, καὶ ὅτε ἦσαν ἀμφότεραι καθόλου. γίνεται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. τὸ γὰρ Α ἐνδεχομένως μὴ παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· συνάγεται τὸ Α ἐνδέχεσθαι μὴ παντὶ τῷ Β. εἰ γὰρ τοῦτο ψεῦδος, παντὶ ἐξ ἀνάγκης· ἀλλὰ μὴν καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἀλλ’ ὑπέκειτο μὴ παντὶ ἐνδέχεσθαι. ὅροι λευκόν, ἄνθρωπος, ζῷον· λευκὸν ἐνδεχομένως οὐ παντὶ ἀνθρώπῳ, ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ λευκὸν ἐνδεχομένως μὴ παντὶ ζῴῳ. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· εἰ τοίνυν λευκὸν παντὶ ζῴῳ ἐξ ἀνάγκης, καὶ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ λευκὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ 〈μὴ〉 παντὶ ἐνδεχομένως. δυνατὸν δὲ καὶ διὰ τῆς ἐπὶ μέρους ἀντιστροφῆς δεῖξαι τὴν συζυγίαν συλλογιστικήν· ἡ γὰρ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην ἀντιστρέφει.1 οἷον εἰ τὸ Α ἐνδέχεται μὴ παντὶ τῷ Γ, καὶ τὸ Γ ἐνδέχεται τινὶ τῷ Α· ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· καὶ τὸ Β ἄρα τινὶ τῶν Α ἐνδέχεται. ἀντιστραφέντος οὖν καὶ τοῦ συμπεράσματος εἰς τὴν μερικὴν ἀποφατικὴν καὶ τὸ Α οὐ παντὶ τῷ Β ἐνδέχεται, ὅπερ ἔδει δεῖξαι. ὅταν δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία ᾖ ἡ δὲ καταφατικὴ ἐνδεχομένη, δηλονότι ἐναντίως τῇ πρὸ αὐτῆς συζυγίᾳ τὸ συμπέρασμα γίνεται μερικὸν ἀποφατικὸν ὑπάρχον. ἔστωσαν δὲ ὅροι ἄνθρωπος μὲν ἐπὶ τοῦ Α, περιπατητικὸν δὲ ἐπὶ τοῦ Β, ζῷον 〈δ’〉 ἐπὶ τοῦ Γ· ἄνθρωπος μὲν γὰρ οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, περιπατητικὸν δὲ ἐνδέχεται παντὶ ζῴῳ, καὶ ἄνθρωπος οὐ παντὶ ὑπάρχει περιπατητικῷ. συνάγεται δὲ ἐνδεχόμενον οὐ 〈τὸ〉 κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ ὑπάρχοντι.2 ὅτι γὰρ οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ Α ἐνδέχεται [ἐνδέχεται] τινὶ τῷ Β ὑπάρχειν, καὶ τὸ Β ἐνδέχεται τινὶ τῶν Α μὴ ὑπάρχειν· ἀντιστρέφει γὰρ τὰ μερικὰ τοῦ κυρίως ἐνδεχομένου· ὑπῆρχε δὲ καὶ τὸ Γ παντὶ τῷ Β· τὸ ἄρα Γ τινὶ τῶν Α ἐνδέχεται ὑπάρχειν. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῶν Γ ἐνδέχεται ὑπάρχειν. ὃ δὲ ἐνδέχεται τινί, ἐνδέχεται καὶ μηδενί· ἐνδέχεται ἄρα τὸ Α μηδενὶ τῶν Γ ὑπάρχειν. ὃ δὲ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· ἐνδέχεται γὰρ πάντα ἄνθρωπον λούεσθαι καὶ μὴ λούεσθαι. ἐνδέχεται ἄρα τὸ Α παντὶ τῷ Γ ὑπάρχειν· ἀλλ’ ὑπέκειτο καὶ μὴ παντὶ ἐξ ἀνάγκης· οὐκ ἄρα ἀληθὲς τὸ ἐνδεχομένως τὸ Α μὴ παντὶ τῷ Β ὑπάρχειν. ὥστε ὁποῖα ἐπ’ ἐκείνων, φημὶ δὲ τῶν ἐξ ἀμφοτέρων καθόλου, ὑπῆρχε τὰ συμπεράσματα, τοιαῦτα καὶ ἐπὶ τούτων συμπίπτει. εἰδέναι δὲ δεῖ, ὅτι τὰ νῦν λεγόμενα κοινῶς ἐξακούειν δεῖ ἐπὶ πάντων ἁπλῶς· ὡς γὰρ ἐν τῷ πρώτῳ σχήματι σχοίη τὰ συμπεράσματα, οὕτως καὶ ἐν τοῖς ἄλλοις ἕξει σχήμασι τοῖς τὴν ὁμοίαν συμπλοκὴν ἔχειν δεικνυμένοις διὰ τῆς ἀντιστροφῆς.3 ὅταν δὲ ἡ μὲν μείζων μερικὴ καταφατικὴ [ἡ] ἀναγκαία ᾖ ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἐνδεχομένη, γίνεται συλλογισμὸς τοῦ ἐνδέχεσθαι μὴ παντὶ ἀντιστρεφομένης τῆς μερικῆς καταφατικῆς πρὸς ἑαυτήν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα. εἰ γὰρ τὸ Α τῶν Γ τινὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης· εἰ οὖν τὸ μὲν Β οὐδενὶ τῶν Γ ἐνδέχεται, τὸ δὲ Γ τινὶ τῶν Α ἐξ ἀνάγκης, τὸ ἄρα Β ἐνδέχεται μὴ παντὶ τῷ Α.
而这些[结论]也是因为我们设定大前提为可能的而小前提为必然的。但如果相反,我们设定大前提为必然的而小前提为可能的,在大前提换位之后,不再是通过直接[证明],而是如同在全称组合中那样,通过归谬法证明B可能属于某个A,即小端项属于大端项。这样换位结论之后,我们也将发现A可能属于某个B,即大端项属于小端项。如果两前提皆为肯定,情况便是如此。另一方面,如果一前提为否定而另一前提为肯定,假若大前提是特称否定可能的,而小前提是全称肯定必然的,结论就成为特称可能的,正如当两前提皆为全称时所产生的那样。它是通过归谬法产生的。因为[设]A可能不属于一切C,而B出于必然属于一切C;由此得出A可能不属于一切B。因为如果这是假的,那么它出于必然属于一切;但确实B也出于必然属于一切C;因此A也出于必然属于一切C;但原本设定的是它可能不属于一切。诸项为白、人、动物:白可能不属于每个人,动物出于必然属于每个人,且白可能不属于每只动物。因为如果这是假的,则“属于一切”为真;因此,如果白出于必然属于每只动物,且动物出于必然属于每个人,那么白也出于必然属于每个人;但原本设定的是它可能〈不〉属于一切。通过特称前提的换位来证明该组合是推论性的也是可能的;因为特称可能否定命题可以与特称可能肯定命题相互换位。例如,如果A可能不属于一切C,那么C也可能属于某个A;但B也出于必然属于一切C;因此B也可能属于某个A。这样,将结论也换位为特称否定之后,A也可能不属于一切B,这正是所要证明的。然而,当否定前提是必然的而肯定前提是可能的时候,显而易见,与前一个组合相反,结论成为特称否定实然命题。设诸项为:A为人类,B为可行走的,C为动物;因为人类出于必然不属于每只动物,可行走的可能属于每只动物,而人类实然地并不属于一切可行走者。并且得出的可能不是按照定义的可能,而是与实然相伴随的可能。因为按照定义的可能不能被得出,从下述论证中是显然的。因为如果A可能属于某个B,那么B也可能不属于某个A;因为本义上的可能的特称命题是相互换位的;但C也曾属于一切B;因此C可能属于某个A。而如果这样,A也可能属于某个C。但凡是可能属于某个的,也可能不属于任何一个;因此A可能不属于任何C。但凡是可能不属于任何一个的,也可能属于一切;因为每个人洗澡或不洗澡都是可能的。因此A可能属于一切C;但原本设定的也是它出于必然不属于一切;因此A可能不属于一切B并非真实。因此,在那些情形——我是说两前提皆为全称的情形——下结论是怎样的,在这些情形下也同样如此发生。应当知晓的是,现在所说的内容必须普遍地适用于一切情形;因为诸结论在第一格中如何成立,在通过换位被证明具有类似结合的其他各格中也同样将如何成立。当大前提是特称肯定必然的,而小前提是全称否定可能的时,特称肯定命题通过向自身换位,便产生可能不属于一切的推论;因为第一格形成了。因为如果A出于必然属于某个C,那么C也出于必然属于某个A;因此,如果B可能不属于任何C,而C出于必然属于某个A,那么B就可能不属于一切A。
- 1.3ἡ γὰρ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην ἀντιστρέφει
动词 ἀντιστρέφει 在此处并非指保持质不变的通常主谓项换位,而是指可能命题特有的、同时伴随质的转换的项的换位。介词短语 πρὸς 加宾格指明了换位所转向的目标命题形式。
- 1.3συνάγεται δὲ ἐνδεχόμενον οὐ 〈τὸ〉 κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ ὑπάρχοντι
两种“可能(ἐνδεχόμενον)”之间的对比结构。介词短语 κατὰ τὸν διορισμόν(“按照定义的”,即兼顾两面的本义可能,既非必然亦非不可能)与分词短语 τὸ συντρέχον τῷ ὑπάρχοντι(“与实然相伴随的”,即单方面的可能)形成对立。
- 1.3τοῖς τὴν ὁμοίαν συμπλοκὴν ἔχειν δεικνυμένοις διὰ τῆς ἀντιστροφῆς
现在时被动分词与格 τοῖς δεικνυμένοις 修饰前面的 σχήμασι,并带有宾格加不定式结构 τὴν ὁμοίαν συμπλοκὴν ἔχειν 作为补足语:“那些通过换位被证明具有相似结合的[诸格]”。
