- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:65.27-67.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯讨论第三格中必然前提与可能前提的混合,解释大前提为否定时的直接证明与归谬法,考察小前提为否定时的情形(可能前提通过转为肯定,必然前提则非推论性),并分析一全称一特称组合的换位与证明步骤。
ἡ δὲ δεῖξις διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός· αὕτη γάρ ἐστιν ἡ κατ’ εὐθεῖαν. εἰ γὰρ τὸ Α ἐνδέχεται μηδενὶ τῶν Γ, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ οὐχ ὑπάρχει ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Γ τι τῶν Β· τὸ γὰρ Γ τινὶ τῶν Β ὑπῆρχε διὰ τὴν ἀντιστροφήν· τὸ Α ἄρα τινὶ τῶν Β ἐνδεχομένως 〈οὐχ〉 ὑπάρχει. εἰ δὲ ἡ στερητικὴ πρότασις ἀναγκαία, τουτέστιν ἡ μείζων, ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη, τοῦ μὴ ὑπάρχειν γίνεται τὸ συμπέρασμα. ἡ δὲ δεῖξις διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· δέδεικται δὲ ταῦτα ἐν πρώτῳ σχήματι. ὅτε δὲ ἐν πρώτῳ σχήματι οὕτως εἶχον αἱ προτάσεις, τουτέστιν ἡ μείζων ἦν ἀναγκαία ἀποφατικὴ ἡ δὲ ἐλάττων ἐνδεχομένη καταφατικὴ μερική, συνέβαινε τὸ Α τῷ Γ (οὗτοι γὰρ ἦσαν ἐκεῖ οἱ ἄκροι ὅροι) τινὶ μὴ ὑπάρχειν καὶ ἐνδέχεσθαι μὴ ὑπάρχειν. οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ ἀντιστρέψαντες τὴν ἐλάττονα πρότασιν τοῦτον τὸν τρόπον ἐποιήσαμεν τοῦ πρώτου σχήματος, τὸ αὐτὸ πάλιν 〈ἀνάγκη〉 συνάγεσθαι συμπέρασμα· ὥστε τὸ Α τῷ Β (οὗτοι γάρ εἰσιν ἐνταῦθα οἱ ἄκροι), εἰ τινὶ οὐχ ὑπάρχει, καὶ τινὶ ἐνδέχεται μὴ ὑπάρχειν,1 δηλονότι τοῦ ἐνδεχομένου οὐκ ὄντος τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου. ὅταν δὲ ἡ ἐλάττων ἀποφατικὴ ἡ δὲ μείζων καταφατική, ἂν ἡ ἀποφατικὴ ἐλάττων οὖσα ἐνδεχομένη ᾖ, ἐκ μὲν τῶν κειμένων οὐκ ἔσται συλλογισμός· μεταληφθείσης δὲ τῆς καθόλου ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης ἔσται πάλιν τὸ πρῶτον σχῆμα ἐπὶ μέρους ἐνδεχόμενον καταφατικὸν ἔχον συμπέρασμα ἐπὶ τῇ μείζονι καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐλάττονι ἐπὶ μέρους καταφατικῇ ἐνδεχομένῃ.2 εἰ δὲ 〈ἡ〉 ἐλάττων ἀποφατικὴ οὖσα ἀναγκαία εἴη, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία· συνάγει γὰρ αὕτη τῇ τῶν ὅρων παραθέσει καὶ τὸ παντὶ καὶ τὸ μηδενί. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅροι ὕπνος, ἵππος καθεύδων, ἄνθρωπος· ὕπνος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, καθεύδων ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος παντὶ ἵππῳ καθεύδοντι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ ὕπνος, ἵππος ἐγρηγορώς, ἄνθρωπος· ὕπνος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, ἐγρηγορὼς ἵππος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ ὕπνος οὐδενὶ ἵππῳ ἐγρηγορότι ἐξ ἀνάγκης. Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων εἴη ἡ δὲ ἐν μέρει, τὰ αὐτὰ πάλιν λεχθήσεται καὶ ἐπὶ τούτων, ἅπερ καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου συλλογισμῶν, περί τε τῶν συμπερασμάτων περί τε τῶν δείξεων. καὶ ἐπὶ μὲν τῶν ἐχουσῶν τὴν μείζονα καθόλου πρότασιν τὴν δὲ ἐλάττονα μερικὴν συλλογιστικῶν συζυγιῶν, λέγω δὴ ἐχουσῶν τὴν μείζονα ἀποφατικὴν ἢ καταφατικὴν τὴν δὲ ἐλάττονα καταφατικήν (αὗται γάρ εἰσι συλλογιστικαὶ ἐν τρίτῳ σχήματι), τοσοῦτον μόνη διαφορὰ τούτων πρὸς τὰς καθόλου συζυγίας, ὅτι ἐκεῖναι μὲν τὴν ἐλάττονα καθόλου ἔχουσαι πρὸς τὴν μερικὴν εἶχον αὐτὴν ἀντιστρεφομένην,3 ἐν τούτοις δὲ μερικῆς οὔσης τῆς ἐλάττονος ἡ ἀντιστροφὴ πάλιν πρὸς αὐτὴν τὴν μερικὴν γίνεται. ἐπὶ δὲ τῶν ἐχουσῶν τὴν ἐλάττονα καθόλου τὴν δὲ μείζονα μερικήν, δηλονότι πάλιν συλλογιστικῶν συζυγιῶν, ἀμφοτέρων μὲν οὐσῶν καταφατικῶν ἡ διαφορὰ αὕτη πρὸς τὰς καθόλου, ὅτι ἐκεῖ μὲν τὴν ἐλάττονα ἀντιστρέφομεν, ἐνταῦθα δὲ τὴν μείζονα, καὶ ἐκεῖ μὲν δείξαντες τὸ συμπέρασμα δι’ εὐθείας ἢ διὰ τοῦ ἀδυνάτου οὐδενὸς ἄλλου ἐδεόμεθα, ἐνταῦθα δὲ μετὰ τὸ δεῖξαι καὶ τὸ συμπέρασμα ἀντιστρέφομεν. οἷον ἔστω ἡ μείζων ὑπάρχουσα μερικὴ ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, καταφατικαὶ ἀμφότεραι. λέγω οὖν οὕτως· τὸ Α τινὶ τῶν Γ ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. εἶτα ἀντιστρέφω τὴν μείζονα πρότασιν· ἐὰν γὰρ ἀντιστρέφω τὴν ἐλάττονα, ἀσυλλόγιστος γίνεται ἡ συζυγία· ἀμφότεραι γὰρ γίνονται μερικαί. ἐπεὶ οὖν τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Γ τινὶ τῷ Α· εἰ τοίνυν τὸ μὲν Β παντὶ τῷ Γ ἐνδεχομένως τὸ δὲ Γ τινὶ τῷ Α ὑπαρχόντως, γίνεται τὸ πρῶτον· τὸ ἄρα Β τινὶ τῶν Α ἐνδεχομένως ὑπάρχει. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχει. ἐπεὶ τοίνυν ἀντιστρέφει τὸ μερικὸν καταφατικόν, ἀντιστρέψας τὸ συμπέρασμα ἔχω τὸ ζητούμενον· εἰ γὰρ τὸ Β τινὶ τῶν Α ἐνδεχομένως ὑπάρχει, καὶ τὸ Α τινὶ τῶν Β ἐνδεχομένως ὑπάρχει, ὅπερ ἔδει δεῖξαι.
而证明是通过关于“属于一切”和“不属于任何”来进行的;因为这就是直接的证明。因为如果A可能不属于任何C,那么它也就可能不属于C的所有部分;而C的部分之一是某个B;因为通过换位,C曾属于某个B;因此A可能〈不〉属于某个B。另一方面,如果否定前提即大前提是必然的,而小前提是全称肯定可能的,那么得出的结论是不实然所属。证明是通过小前提的换位以及归谬法进行的;而这些在第一格中已被证明。当诸前提在第一格中处于这种状态时,即大前提是否定必然的而小前提是特称肯定可能的,结果是A对C而言(因为在那里它们是两极端项)不属于某个C,并且可能不属于某个C。因此在这里也是同样,既然通过换位小前提我们构成了第一格的这一式,那么〈必然〉再次得出相同的结论;因此A对B而言(因为在这里它们是两端项),如果它不属于某个B,它也可能不属于某个B,显而易见,这可能不是按照定义的可能,而是关于实然所属者被述说的可能。然而,当小前提是否定的而大前提是肯定的时候,如果作为否定的小前提是可能的,从现存的前提自身不能产生推论;但当全称可能否定前提被转换为肯定可能并进行换位时,在大前提为全称肯定必然、小前提为特称肯定可能的情况下,将再次产生具有特称可能肯定结论的第一格。但如果小前提作为否定前提是必然的,该组合将不是推论性的;因为通过并置诸项,它既能得出“属于一切”也能得出“不属于任何”。关于“属于一切”的项是睡眠、沉睡的马、人:睡眠可能属于每个人,沉睡的马出于必然不属于任何人,而睡眠出于必然属于每匹沉睡的马。关于“不属于任何”的项是睡眠、清醒的马、人:睡眠可能属于每个人,清醒的马出于必然不属于任何人,而睡眠出于必然不属于任何清醒的马。 另一方面,如果前提中一个是全称的而另一个是特称的,关于结论以及关于证明,对这些也将再次叙述与两前提皆为全称的推论中所说的相同内容。在具有全称大前提和特称小前提的推论组合中,我是指具有否定或肯定大前提而具有肯定小前提的那些组合(因为这些在第三格中是推论性的),它们与全称组合的唯一区别仅在于:全称组合拥有全称小前提并将其换位为特称,而在这些组合中,由于小前提本身是特称的,换位再次针对该特称自身进行。但在具有全称小前提和特称大前提的组合中,即再次是推论性的组合中,当两前提皆为肯定时,与全称组合的区别在于:在全称组合中我们换位小前提,而在这里我们换位大前提;并且在全称组合中通过直接证明或归谬法证明结论后不需要其他任何步骤,而在这里在证明之后我们还要换位结论。例如,设大前提是实然特称的,小前提是可能全称的,两者皆为肯定。因此我这样说:A实然地属于某个C,而B可能属于每个C。然后我换位大前提;因为如果我换位小前提,该组合就成为非推论性的,因为两者都成了特称。既然A实然地属于某个C,C也[实然地属于]某个A;既然B可能属于每个C,而C实然地属于某个A,第一格就形成了;因此B可能属于某个A。但这并不是原本要证明的内容,原本要证明的是A是否可能属于某个B。既然特称肯定命题可以换位,通过换位结论,我得到了所寻求之物;因为如果B可能属于某个A,A也可能属于某个B,这正是所要证明的。
- 1.3ὥστε τὸ Α τῷ Β (οὗτοι γάρ εἰσιν ἐνταῦθα οἱ ἄκροι), εἰ τινὶ οὐχ ὑπάρχει, καὶ τινὶ ἐνδέχεται μὴ ὑπάρχειν
由 ὥστε 引导的结果从句中嵌套了由 εἰ 引导的条件从句。主格 τὸ Α 前置作为整个条件结构的主语,即“因此A相对于B而言,如果它不实然属于某个,它也可能不属于某个”。
- 1.3ἐπὶ τῇ μείζονι καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐλάττονι ἐπὶ μέρους καταφατικῇ ἐνδεχομένῃ
介词 ἐπί 接与格表示前提条件或依据,意为“在大前提为全称肯定必然、小前提为特称肯定可能的情况下”。
- 1.3ἐκεῖναι μὲν τὴν ἐλάττονα καθόλου ἔχουσαι πρὸς τὴν μερικὴν εἶχον αὐτὴν ἀντιστρεφομένην
分词 ἔχουσαι 表示方式或原因,主句中的 εἶχον αὐτὴν ἀντιστρεφομένην 构成迂说法,意为“它们使其[小前提]被换位[为特称]”。
