- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:64.12-65.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在完成第三格中可能前提与实然前提混合的剩余证明(归谬法及特称前提的非推论性)后,特米斯蒂乌斯转向可能前提与必然前提的混合,讨论了根据前提的质与模态配置所产生的推论形式,以及通过直接证明和归谬法进行的证明步骤。
κείσθω γὰρ τὸ μὲν Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ δὲ Α ἐνδεχομένως τινὶ τῷ Γ μὴ ὑπάρχειν· τὸ δὴ Α ἐνδέχεται τινὶ τῷ Β μὴ ὑπάρχειν. εἰ γὰρ μή, τὸ ἀντικείμενον αὐτῷ ἐξ ἀνάγκης παντί·1 ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει. γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς ἐδείξαμεν καθόλου καταφατικὸν ἀναγκαῖον συναγόμενον συμπέρασμα.2 ἀδύνατον δὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν· ἔκειτο γὰρ ἐνδέχεσθαι αὐτῷ τινὶ μὴ ὑπάρχειν. Ἄν δὲ ἀόριστοι ἢ ἐν μέρει ληφθῶσιν ἀμφότεραι, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. ἀπόδειξις δὲ ἡ αὐτή, ἣ καὶ ἐν τοῖς καθόλου· δι’ ὧν γὰρ ὅρων ἐδείχθησαν καὶ αἱ δι’ ὅλου ἐνδεχόμεναι ἐκ δύο ἐπὶ μέρους συζυγίαι ἀσυλλόγιστοι, διὰ τῶν αὐτῶν καὶ αὗται. ἦσαν δ’ οἱ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν ζῶον, ἄνθρωπος, λευκόν, τοῦ δὲ μηδενὶ ἵππος, ἄνθρωπος, λευκόν, μέσον λευκόν. Πληρώσας τὴν μῖξιν τοῦ ἐνδεχομένου3 πρὸς τὸ ὑπάρχον νῦν τρέψομαι ἐπὶ τὴν μῖξιν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου· ταὐτὰ δὲ συνάγονται ἐν ταύταις ταῖς συζυγίαις τὰ συμπεράσματα, ἃ συνήγοντο καὶ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς αὐτῆς μίξεως ὁμοίως ἐχουσῶν τῶν προτάσεων. εἰ μὲν γὰρ ἀμφότεραι κατηγορικαὶ ὦσι, τὸ κατὰ τὸν διορισμὸν συνάγεται συμπέρασμα. εἰ δὲ ἡ μὲν εἴη καταφατικὴ ἡ δὲ ἀποφατική, εἰ μὲν ἡ ἐνδεχομένη ἀποφατικὴ εἴη, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου πάλιν ἔσται τὸ συμπέρασμα· 〈εἰ δὲ τὸ ἀναγκαῖον εἴη ἀποφατικόν, ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα,〉 οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ συντρέχον τῷ μὴ ὑπάρχοντι. ἔστωσαν δὴ κατηγορικοὶ πρῶτον οἱ ὅροι, καὶ ἐν τούτῳ μείζων πρότασις ἔστω ἡ ἀναγκαία, ἐλάττων δὲ ἡ ἐνδεχομένη· συνάγει οὖν μερικὸν ἐνδεχόμενον συμπέρασμα ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καὶ ποιούσης τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος. εἰ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι καὶ ἐν τοῖς ἄλλοις ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου οὐ βούλεται τῇ κρείττονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα ἀλλὰ τῇ χείρονι, δῆλον ἄρα, ὅτι καὶ ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὅτε ἔλεγον τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα καὶ τὰς ἐχούσας τὴν μείζονα ἀναγκαίαν ἀναγκαῖον τὸ συμπέρασμα συνάγειν,4 οὐ τὸ κυρίως ἀναγκαῖον ἐβουλόμην συνάγεσθαι ἀλλὰ τὸ ἐξ ὑποθέσεως. ὥσπερ δὲ ἔχει ἡ τὴν μείζονα ἔχουσα ἀναγκαίαν συζυγία κατὰ τὸ συμπέρασμα, οὕτως καὶ ἡ ἀνάπαλιν ἔχουσα, λέγω δὴ ἡ τὴν ἐνδεχομένην. ἐν δὲ τῇ δείξει διαφέρουσιν, ὅτι ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ ἐπ’ εὐθείας δείξει δείκνυται διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, ἡ δὲ τὴν μείζονα ἔχουσα ἀναγκαίαν μετὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δείκνυται. τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται· οὐκοῦν καὶ τὸ Γ τινὶ τῷ Β· γίνεται οὖν τὸ πρῶτον σχῆμα τοῦ μὲν Α τῷ Γ παντὶ ὑπάρχοντος ἐξ ἀνάγκης, τοῦ δὲ Γ τῷ Β τινὶ ἐνδεχομένου. συνάγει οὖν καὶ τὸ ἐνδεχομένως τινί. καὶ τοῦτο δείκνυμεν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται τινί’, ἀληθὲς τὸ ‘ἀνάγκη μηδενί’· εἰ τοίνυν τὸ Α τῷ Β ἀνάγκη μηδενί, τὸ δὲ Β τῷ Γ ἐνδεχομένως παντί, τὸ ἄρα Α τῷ Γ ἐνδέχεται μηδενί· τοῦτο 〈γὰρ〉 δείκνυται ἐν τῷ πρώτῳ σχήματι· ἦν δὲ καὶ ἐξ ἀνάγκης παντί, ὅπερ ἀδύνατον, ὅτι, ὃ ἐνδέχεται μηδενί, τοῦτο ἐνδέχεται παντί. ὁμοίως δὲ ἔχουσιν αἱ τοιαῦται προτάσεις ἐπὶ ταύτης τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· πᾶσαι γὰρ αἱ τὴν μείζονα ἔχουσαι ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην διὰ τοῦ ἀδυνάτου δείκνυνται. Πάλιν ἔστωσαν ἀνομοιοσχήμονες αἱ προτάσεις, καὶ ἔστω ἡ μὲν μείζων ἀποφατικὴ καθόλου ἐνδεχομένη ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία· συνάγει αὕτη ἀντιστραφείσης τῆς ἐλάττονος πρὸς τὴν μερικὴν καταφατικὴν μερικὸν ἀποφατικὸν ἐνδεχόμενον συμπέρασμα.
设B实然地属于每个C,而A可能不属于某个C:那么A可能不属于某个B。因为如果不然,其相矛盾的命题“必然属于一切”[为真];但B也实然地属于每个C;因此A将必然属于每个C。因为该组合在第一格中由全称肯定必然的大前提与全称肯定实然的小前提构成,对于这一组合我们已经证明得出了全称肯定必然的结论。但A必然属于每个C是不可能的;因为先前已设定它可能不属于某个C。另一方面,如果两前提都被取为不定或特称,无论都是肯定的还是否定的或是交替的,该组合都将不是推论性的。证明与全称前提中的证明相同:因为通过证明完全由可能命题构成的两个特称前提组合是非推论性的那些相同的项,通过这些相同的项,这些组合也[被证明是非推论性的]。关于“属于一切”的项是动物、人、白;关于“不属于任何”的项是马、人、白,中项是白。 在完成了可能命题与实然命题的混合之后,我现在转向可能命题与必然命题的混合。在这些组合中得出的结论,与在第一格中当诸前提处于类似状态时在相同混合中得出的结论相同。因为如果两前提都是肯定的,得出的结论是按照定义的可能。但如果一个是肯定的而另一个是否定的,如果可能前提是否定的,结论将再次属于按照定义的可能;〈但如果必然前提是否定的,结论成为可能的,〉却不是按照定义的可能,而是伴随不实然所属的可能。首先设诸项是肯定的,且在其中大前提是必然的,小前提是可能的;因此,当小前提被换位为特称并构成第一格的第三式时,它得出特称可能的结论。如果在这个格中以及在其他各格中,在必然与可能的混合中,结论都不愿随从前提中较强的那个,而是随从较弱的那个,那么显而易见,即使在必然与实然的混合中,当我曾说结论随从大前提、拥有必然大前提的组合得出必然的结论时,我也不是希望得出严格意义上的必然,而是希望得出出于假设的必然。拥有必然大前提的组合在结论方面的情形如何,相反的情形即拥有可能大前提的组合也是如何。但它们在证明上有所不同:因为拥有可能大前提的组合,在小前提换位后,是通过关于“属于一切”和“不属于任何”的直接证明来表明的;而拥有必然大前提的组合,在小前提换位后,是通过归谬法来表明的。A出于必然属于每个C,而B可能属于每个C;因此C也可能属于某个B;于是第一格形成,A出于必然属于每个C,而C可能属于某个B。因此它也得出可能属于某个的结论。我们通过归谬法来证明这一点:因为如果“可能属于某个”为假,则“必然不属于任何”为真;既然A必然不属于任何B,而B可能属于每个C,那么A可能不属于任何C;因为这在第一格中已被证明;但它原本也出于必然属于每个C,这是不可能的,因为凡可能不属于任何的,也可能属于一切。在可能与实然的这种混合中,诸如此类的前提也处于类似状态;因为所有拥有实然或必然大前提而拥有可能小前提的组合,都是通过归谬法来证明的。 再次设诸前提是异质的[一肯一否],且设大前提是全称否定可能的,小前提是全称肯定必然的;当小前提被换位为特称肯定时,该组合得出特称否定可能的结论。
- 1.3εἰ γὰρ μή, τὸ ἀντικείμενον αὐτῷ ἐξ ἀνάγκης παντί
省略条件句结构。在 εἰ γὰρ μή(“因为如果不然”)之后,归结句需补出未明说的动词如 ἔσται 或 ἀληθές ἐστι。τὸ ἀντικείμενον αὐτῷ(“与其相对立者”,即“可能不属于某个”的相矛盾命题)作主语,ἐξ ἀνάγκης παντί(“必然属于一切”)作为述谓性同位短语说明其内容。
- 1.3ἐφ’ ἧς ἐδείξαμεν καθόλου καταφατικὸν ἀναγκαῖον συναγόμενον συμπέρασμα
关系词短语 ἐφ’ ἧς 的先行词是前文的 συζυγία。συναγόμενον 是修饰 συμπέρασμα 的分词谓语,由 ἐδείξαμεν 支配构成间接陈述(“我们证明了得出一个全称肯定必然的结论”)。
- 1.3τοῦ μὲν Α τῷ Γ παντὶ ὑπάρχοντος ἐξ ἀνάγκης, τοῦ δὲ Γ τῷ Β τινὶ ἐνδεχομένου
并列的属格独立结构(genitive absolute),紧接着前面的 τὸ πρῶτον σχῆμα,从伴随情境的角度说明该第一格是由何种前提构成的:“A出于必然属于每个C,而C可能属于某个B”。
- 1.3ὅτε ἔλεγον τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα καὶ τὰς ἐχούσας τὴν μείζονα ἀναγκαίαν ἀναγκαῖον τὸ συμπέρασμα συνάγειν
在 ὅτε 从句内部,两个“宾格加不定式”结构作为 ἔλεγον 的补足语并列:τῇ μείζονι προτάσει ἕπεσθαι τὸ συμπέρασμα 与 τὰς ἐχούσας ... ἀναγκαῖον τὸ συμπέρασμα συνάγειν。在后一个结构中,τὰς ἐχούσας(省略 συζυγίας)是意义上的主语,ἀναγκαῖον 是修饰宾语 συμπέρασμα 的述谓性形容词。
