- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:62.29-64.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯探讨了第三格中纯可能前提推论的遗留问题,并考察了实然前提与可能前提混合的推论,分析了各种质和量组合下的有效性以及向第一格的归约(通过换位法和归谬法)。
ἢ δεῖ μεταλαμβάνειν τὸ ἐνδεχόμενον καθόλου ἀποφατικὸν εἰς καταφατικὸν καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι.1 οὐκέτι δὲ ὡς ἐπὶ τοῦ ‘ἐνδέχεται’, οὕτως ἕξει καὶ ἐπὶ τοῦ ὑπάρχειν διὰ τὸ προειρημένον. ἐὰν δὲ ἀμφότεραι ἢ ἀδιόριστοι ἢ ἐπὶ μέρους ληφθῶσιν ἐνδεχόμεναι, ἄν τε καταφατικαὶ ἄν τε ἀποφατικαὶ ἄν τε παραλλάξ, ἀσυλλόγιστοι αἱ συζυγίαι. καὶ τοῦτο δῆλον ἔσται πάλιν τῇ τῶν ὅρων παραθέσει, τὸ μὲν παντὶ διὰ ζῴου καὶ ἀνθρώπου καὶ λευκοῦ·2 τὸ γὰρ ζῶον καὶ ὁ ἄνθρωπος τινὶ λευκῷ ἑκάτερον αὐτῶν ἐνδέχεται, καὶ ἐνδέχεται τινὶ μὴ ἑκάτερον, καὶ τὸ μὲν ἐνδέχεται ὑπάρχειν αὐτῷ, τῷ λευκῷ, τὸ δὲ ἐνδέχεται μὴ ὑπάρχειν, καὶ τὸ ζῶον ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ. τοῦ δὲ μὴ ὑπάρχειν ἵππος, ἄνθρωπος, λευκόν· ὁμοίως γὰρ ἐχουσῶν τῶν προτάσεων ὁ ἵππος ἐξ ἀνάγκης οὐδενὶ ἀνθρώπῳ. Ἐὰν δὲ ἡ μὲν ὑπάρχειν ἡ δὲ ἐνδέχεσθαι σημαίνει τῶν προτάσεων, τὸ συμπέρασμα μὲν ἐν τούτοις οὐδαμῶς ἐστιν ὑπάρχον· οὐδὲ γὰρ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς τοιαύτης μίξεως ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα ἀλλ’ ἐνδεχόμενον. οὕτως καὶ ἐνταῦθα ἐνδεχόμενον, δηλονότι οὐκ ἐν πάσαις ταῖς συζυγίαις τὸ αὐτό, ἀλλ’ ὅσαι μὲν ἔχουσι τὴν ὑπάρχουσαν καταφατικήν, τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν ἐνδεχόμενον, ὅσαι δὲ ἀποφατικὴν ἔχουσι τὴν ὑπάρχουσαν, αὗται οὐ τὸ κατὰ τὸν διορισμὸν συνάγουσιν, ὥσπερ εἴρηται ἡμῖν πλατύτερον ἐν τῷ πρώτῳ σχήματι. (συλλογιστικαὶ δὲ γίνονται συζυγίαι αὗται, αἵτινες καὶ ἐν τῷ πρώτῳ σχήματι) ἦσαν, τουτέστι πᾶσαι αἱ ἄλλαι χωρὶς τῶν ἐχουσῶν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν. ἔστωσαν γὰρ πρῶτον καταφατικαί, ὧν ἡ μὲν μείζων καθόλου καταφατικὴ 〈ὑπάρχουσα ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ〉 ἐνδεχομένη· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης εἰς τὴν ἐπὶ μέρους γίνεται τὸ πρῶτον σχῆμα ἔχον ὑπάρχουσαν καταφατικὴν τὴν μείζονα καὶ ἐπὶ μέρους ἐνδεχομένην καταφατικὴν τὴν ἐλάττονα, ἧς ἐδείχθη τὸ συμπέρασμα ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γινόμενον. ὁμοίως, κἂν ἡ μὲν μείζων καθόλου καταφατικὴ ληφθῇ ἡ δὲ ἐλάττων ὑπάρχουσα καθόλου καταφατική, συλλογιστικὴ ἔσται ἡ συζυγία· ἀντιστραφήσεται γὰρ ἡ ὑπάρχουσα. εἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον ἢ καὶ ἄμφω ληφθῶσι στερητικαί, διὰ μὲν τῶν προκειμένων οὐκ ἔσται συλλογισμός, μεταληφθείσης δὲ τῆς στερητικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἔσται. πάλιν εἰ ἀμφότεραι εἶεν καθόλου ἀποφατικαί, ἡ μὲν ὑπάρχουσα ἡ δὲ ἐνδεχομένη, ἐκ τῶν κειμένων οὐδὲν συναχθήσεται· μεταληφθείσης δὲ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν 〈καὶ〉 ἀντιστραφείσης γίνεται συλλογιστικὴ ἡ συζυγία. εἰ μὲν οὖν ἡ ἐλάττων εἴη ἐνδεχομένη ἀποφατική, φανερὰ ἥ τε μετάληψις καὶ ἡ δεῖξις. εἰ δὲ ἡ μείζων εἴη ἐνδεχομένη ἡ δὲ ἐλάττων ὑπάρχουσα ἀποφατικὴ καθόλου, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία. ἢ δεήσει τὴν μείζονα μεταλαβόντας, ἐπεί ἐστιν ἐνδεχομένη ἀποφατική, εἰς τὴν καταφατικὴν ἐνδεχομένην ἀντιστρέψαι τε καὶ ἐλάττονα ποιῆσαι,3 εἶτα τὸ συμπέρασμα πάλιν ἀντιστρέψαι καὶ αὐτό, εἰ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς νῦν ὁ λόγος ἡμῖν λέγει. καὶ τῆς μείζονος ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καταφατικῆς, τῆς ὑπαρχούσης ἢ πρὸς τῷ μείζονι τιθεμένης ἢ πρὸς τῷ ἐλάττονι δύο γίνονται συζυγίαι· συνάγουσι δὲ ἀμφότεραι ἐνδεχόμενον συμπέρασμα, ἀλλ’ ἡ μὲν ἔχουσα τὴν μείζονα ἐνδεχομένην τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ἡ δὲ ὑπάρχουσαν τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’, ὡς δέδεικται ἐν τῷ πρώτῳ σχήματι. ἡ δὲ δεῖξις ἡ αὐτὴ ἐπ’ ἀμφοτέρων ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως πρὸς τὴν μερικὴν καταφατικὴν καὶ ποιούσης τὸν τέταρτον τρόπον τοῦ πρώτου σχήματος. Εἰ δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει, εἴτε ἀμφότεραι εἶεν καταφατικαί, εἴτε ἡ μὲν ἑτέρα καταφατικὴ ἡ ἐπὶ μέρους ἡ δὲ ἑτέρα ἀποφατικὴ καθόλου, ὁποτέρα ἂν αὐτῶν ᾖ ὑπάρχουσα, συλλογιστικὴ ἔσται συζυγία· τῆς γὰρ καταφατικῆς ἐπὶ μέρους, εἴτε ἐνδεχομένη εἴη εἴτε ὑπάρχουσα, ἀντιστραφείσης γίνεται διὰ τοῦ πρώτου σχήματος συλλογιστική. τὸ δὲ συμπέρασμα ἐνδεχόμενον ἔσται, ὡς ἐν τῷ πρώτῳ σχήματι αἰεὶ ἐν τῇ ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξει τοιούτου γινομένου τοῦ συμπεράσματος. εἰ δὲ ἡ μὲν εἴη ἐλάττων καταφατικὴ καθόλου ἡ δὲ μείζων ἀποφατικὴ ἐν μέρει, συλλογιστικὴ μὲν ἔσται ἡ συζυγία, οὐ μὴν δι’ ἀντιστροφῆς δειχθήσεται ἀναχθείσης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα, ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.
或者,也必须在可能性的情况下,将全称否定可能前提转化为肯定前提。但由于前述原因,在实然所属的情况下,将不再像在“可能”的情况下那样成立。然而,如果两前提都被取为可能前提,无论是不定的还是特称的,无论是肯定的、否定的还是交替的,这些组合都是非推论性的。这再次通过诸项的并置而变得明显:对于“属于一切”,是通过动物、人和白;因为动物和人各自都可能属于某个白,也各自可能不属于某个白,且一者可能属于它即属于白,另一者可能不属于,然而动物必然属于每个人。而对于“不实然所属”,则是马、人、白;因为尽管前提处于类似状态,马必然不属于任何人。 另一方面,如果前提中一个表示实然所属,另一个表示可能,在这些情况下结论绝不是实然的;因为即使在第一格中,在这样的混合中结论也没有成为实然的,而是可能的。因此在这里也是可能的,显而易见并非在所有组合中都相同:那些拥有肯定实然前提的组合得出按照定义的可能,而那些拥有否定实然前提的组合得出的不是按照定义的可能,正如我们在第一格中更详尽地说明的那样。(成为推论性的组合是那些)在第一格中也是推论性的组合,即除了那些拥有否定实然小前提的组合之外的所有其他组合。首先设它们是肯定的,其中大前提是全称肯定〈实然前提,而小前提是全称肯定〉可能前提;因为当全称肯定可能的小前提被换位为特称时,就形成了第一格,它拥有肯定实然大前提和特称可能肯定小前提,据此已证明所产生的结论是特称可能肯定的。同样,即使大前提被取为全称肯定,而小前提是全称肯定实然前提,该组合也将是推论性的;因为实然前提将被换位。但是,如果否定前提置于小端项,或者两前提都被取为否定,通过所给定的前提将不会产生推论,但当否定可能前提转化为肯定时,推论将会产生。再次,如果两前提都是全称否定,一个是实然前提,另一个是可能前提,从所给定的前提中将推导不出任何东西;但当否定可能前提转化为肯定并被换位时,该组合就成为推论性的。因此,如果小前提是否定可能前提,其转化与证明都是显而易见的。但如果大前提是可能前提,而小前提是全称否定实然前提,该组合将不是推论性的。或者,由于大前提是否定可能前提,必须将其转化为肯定可能前提并换位,使之成为小前提,然后若结论是属于按照定义的可能的,正如我们现在的论述所说,还必须再次换位结论本身。当大前提为否定而小前提为肯定时,无论实然前提置于大项还是置于小项,都会形成两个组合;两者都得出可能的结论,但拥有可能大前提的得出按照定义的可能,而拥有实然大前提的则得出“必然不属于任何”,正如在第一格中所表明的那样。而在两者中证明是相同的,都是通过小前提换位为特称肯定,并构成第一格的第四式。 但是,如果前提中一个是全称的,另一个是特称的,无论两者都是肯定的,还是一个是特称肯定而另一个是全称否定,无论它们中哪一个是实然前提,该组合都将是推论性的;因为当特称肯定前提(无论它是可能的还是实然的)被换位时,它就通过第一格成为推论性的。结论将是可能的,正如在第一格中,在实然与可能的混合中结论总是如此产生的。但是,如果小前提是全称肯定而大前提是特称否定,该组合固然是推论性的,但将不是借由它被归约为第一格而通过换位来证明,而是通过归谬法来证明。
- 1.3ἢ δεῖ μεταλαμβάνειν τὸ ἐνδεχόμενον καθόλου ἀποφατικὸν εἰς καταφατικὸν καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι.
句首的 ἤ 引导对上一语块末尾所提疑问(διὸ ἐπιζητήσαι τις ἄν, πῶς ἀληθὲς τὸ...)的回答。接续的 καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι(“在可能性的情况下也”)表示与实然前提相对照,指出在可能前提范围内同样适用。
- 1.3τὸ μὲν παντὶ διὰ ζῴου καὶ ἀνθρώπου καὶ λευκοῦ
此处为省略句,承前省略了 ἔσται δῆλον(将变得显明)等动词。τὸ παντί(“属于一切”)指得出全称肯定关系的项例,διά 接属格表示通过列举项(动物、人、白)来进行证明。
- 1.3ἢ δεήσει τὴν μείζονα μεταλαβόντας, ἐπεί ἐστιν ἐνδεχομένη ἀποφατική, εἰς τὴν καταφατικὴν ἐνδεχομένην ἀντιστρέψαι τε καὶ ἐλάττονα ποιῆσαι
宾格分词 μεταλαβόντας 作为非人称动词 δεήσει 所支配的不定词(ἀντιστρέψαι τε καὶ ... ποιῆσαι)的逻辑主语,指泛称的论述者(“我们”或“人们”)。
