← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§61.4-62.29

第三格中包含可能前提的三段论

特米斯提乌斯探讨了《前分析篇》第一卷中第三格的模态推论,特别是两前提均为可能或其中之一为可能的情况。他论述了通过可能命题的换位及质的转化向第一格的归约,并探讨了关于亚里士多德论实然与可能推论对应性陈述的一处疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

Σχῆμα τρίτον. Ἐν δὲ τῷ τελευταίῳ σχήματι καὶ ἀμφοτέρων οὐσῶν ἐνδεχομένων τῶν προτάσεων γίνεται συλλογισμός, ὃ οὐκ ἐγίνετο ἐν τῷ δευτέρῳ σχήματι· ἐδείξαμεν γάρ, ὅτι ἐκ δύο ἐνδεχομένων ἐν δευτέρῳ σχήματι οὐδὲν συνάγεται συλλογιστικῶς. ἐνδεχομένων οὖν οὐσῶν ἀμφοτέρων ἔσται καὶ τὸ συμπέρασμα ἐνδεχόμενον. ἀλλὰ καὶ ἐξ ἐνδεχομένης καὶ ὑπαρχούσης ἐνδεχόμενον τὸ συμπέρασμα. ἐὰν δὲ ἡ μὲν ἀναγκαία ᾖ ἡ δὲ ἐνδεχομένη, εἰ μὲν καταφατικὴ εἴη ἡ ἀναγκαία, ἐνδεχόμενον πάλιν συνάγει τὸ συμπέρασμα· εἰ δὲ ἡ ἀναγκαία ἀποφατικὴ εἴη καθόλου, οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ μὴ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος αὐτῷ.1 ὃ καὶ ἐπὶ τῶν πρὸ τούτου ἐπεσημηνάμεθα σχημάτων, ὅτι οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συμπέρασμα ληπτέον ἀλλὰ τὸ ἑπόμενον τῷ ὑπάρχοντι καὶ κατ’ αὐτοῦ λεγόμενον ἀληθῶς. Πρώτας δὲ θετέον τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων συζυγίας· δεῖ γὰρ προηγεῖσθαι τὰς ἁπλᾶς προτάσεις τῶν μικτῶν· καὶ πρώτας τὰς ἐκ δύο καταφατικῶν καθόλου. συνάγουσι δὲ ἐνδεχόμενον αὗται καταφατικὸν μερικὸν συμπέρασμα, διὰ τῆς ἀντιστροφῆς τῆς ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ἀλλὰ κἂν ἡ μὲν μείζων καθόλου ἐνδεχομένη ἀποφατικὴ ληφθῇ ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη καταφατική, τῆς ἐλάττονος τῆς καθόλου καὶ καταφατικῆς ἐνδεχομένης ἀντιστραφείσης πάλιν γίνεται τὸ πρῶτον σχῆμα, ἐκ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῆς μείζονος καὶ ἐπὶ μέρους [τῆς] καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικοῦ ἐνδεχομένου συναγομένου. ἐὰν δὲ ἀμφότεραι ἀποφατικαὶ καὶ ἐνδεχόμεναι καθόλου ληφθῶσιν, ἐκ μὲν τῶν κειμένων οὐδὲν ἔσται συλλογιστικῶς δεικνύμενον, μεταληφθείσης δὲ τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν ἐνδεχομένην καὶ ἀντιστραφείσης γίνεται ἡ αὐτὴ συζυγία ἐν πρώτῳ σχήματι τῇ φθασάσῃ εἰρῆσθαι. δύνανται δὲ καὶ ἀμφότεραι εἰς καταφατικὴν μεταληφθῆναι. εἰ δὲ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δὲ ἐν μέρει, ὅσαι ἐξ ὑπαρχουσῶν λαμβανόμεναι προτάσεων συζυγίαι ἐν τῷ τρίτῳ σχήματι συλλογιστικὰς ἐποίουν συμπλοκάς, τοσαῦται καὶ ἐπὶ τῶν ἐνδεχομένων, ὅταν ὁμοίως ληφθῶσιν, ἔσονται συλλογιστικαί. ὁμοίως δὲ καὶ αἱ ἀσυλλόγιστοι ἐπὶ τῶν ἐνδεχομένων ἕξουσι ταῖς ἐπὶ τῶν ὑπαρχουσῶν· καὶ γὰρ αἱ μεταλαμβανόμεναι ἐκ τῶν ἀποφάσεων εἰς τὰς καταφάσεις ὡς ἴσον δυνάμεναι ταῖς καταφατικαῖς λαμβάνονται. ἐάν τε γὰρ ἡ μὲν μείζων ληφθῇ καθόλου καταφατικὴ ἐνδεχομένη 〈ἡ δὲ ἐλάττων ἐπὶ μέρους καὶ αὐτὴ καταφατικὴ ἐνδεχομένη〉, συλλογιστικὴ γίνεται ἡ συζυγία (γίνεται δὲ ἡ δεῖξις ἀντιστραφείσης τῆς ἐλάττονος προτάσεως τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς· γίνεται γὰρ οὕτως τὸ πρῶτον σχῆμα), ἐάν τε ἡ μὲν μείζων ᾖ ἐπὶ μέρους καταφατικὴ ἐνδεχομένη 〈ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἐνδεχομένη〉, συλλογιστικὴ 〈καὶ〉 οὕτως ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς μείζονος τῆς ἐπὶ μέρους ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα. δεήσει δὲ ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ τὰ συμπεράσματα ἀντιστρέφειν· οὕτως γὰρ ἔσται τοῦ προκειμένου ὁ συλλογισμός. ἀλλὰ κἂν ἡ μὲν μείζων ληφθῇ καθόλου ἀποφατικὴ ἐνδεχομένη ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατική, συλλογιστικὴ ἡ συζυγία· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος ἐπὶ μέρους [καταφατικῆς συλλογιστικὴ ἡ συζυγία] οὔσης [δὲ] ἐνδεχομένης καταφατικῆς γίνεται πάλιν τὸ πρῶτον σχῆμα καθόλου καταφατικὴν ἐνδεχομένην ἔχον τὴν μείζονα καὶ ἐνδεχομένην ἐπὶ μέρους καταφατικὴν τὴν ἐλάττονα, ἐξ ὧν ἐδείχθη ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον γινόμενον τὸ συμπέρασμα.2 εἰ δὲ εἶεν ἀμφότεραι ἀποφατικαὶ ἐνδεχόμεναι, ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους, μεταληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς εἰς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἀντιστραφείσης γίνεται τοῦ πρώτου σχήματος ἡ προειρημένη συζυγία· μεταληφθεῖσα γὰρ ἡ ἀποφατικὴ εἰς τὴν καταφατικὴν ποιήσει τὰς προτάσεις ὁμοίας, ὁποῖαι οὖσαι καὶ ἐπὶ τῶν ὑπαρχουσῶν ἦσαν συλλογιστικαί. τῆς μὲν οὖν ἐλάττονος ληφθείσης ἐπὶ μέρους καταφατικῆς μιᾶς δεηθησόμεθα ἀντιστροφῆς, τῆς δὲ μείζονος δύο· δεήσει γὰρ καὶ τὸ συμπέρασμα ἀντιστρέψαι ὂν ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον· ἀντιστρέφει δὲ τὸ ἀποφατικὸν ἐνδεχόμενον ὁμοίως τῷ καταφατικῷ. ὃ οὐκέθ’ οἷόν τε ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων ἐν τρίτῳ σχήματι γίγνεσθαι τῆς ἐλάττονος 〈οὔσης〉 ἀποφατικῆς καθόλου τῆς δὲ μείζονος ἐπὶ μέρους ἀποφατικῆς τῷ μὴ ἀντιστρέφειν τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν·3 οὐ γίνεται τοῦ προκειμένου ὁ συλλογισμός. διὸ ἐπιζητήσαι τις ἄν, πῶς ἀληθὲς τὸ “εἰ δ’ ὁ μέν ἐστι καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει, τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων, ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν, ἔσται τε καὶ οὐκ ἔσται συλλογισμός”.

第三格。 在最后的格中,即使两个前提都是可能的,也会产生推论,而这在第二格中是不曾发生的;因为我们曾表明,在第二格中,从两个可能前提中不能推论性地得出任何结论。因此,当两个前提都是可能的前提时,结论也将是可能的。但从一个可能前提和一个实然前提中,结论也是可能的。另一方面,如果一个前提是必然的,而另一个是可能的,假若必然前提是肯定的,再次得出可能的结论;但假若必然前提是全称否定的,结论将不是按照定义而言的可能,而是不属于以及与此等值的可能。这一点我们在之前的诸格中也曾指出,即不应取按照定义而言的可能结论,而应取随从于实然所属并被真实述说于其上的结论。首先,应当把由两个可能前提构成的组合放在最先;因为简单的命题必须先于混合的命题;并且首先是由两个全称肯定前提构成的组合。这些组合得出特称肯定可能的结论,这是通过作为全称肯定可能的小前提的换位,〔该组合〕被归约为第一格而实现的。但是,即使大前提被取为全称否定可能,而小前提被取为全称肯定可能,当作为全称且肯定可能的小前提被换位时,第一格再次形成,由大前提作为全称否定可能、小前提作为特称肯定可能,得出特称否定可能的结论。然而,如果两前提都被取为全称否定且可能,从给定的前提本身中推论性地表明不出任何东西;但当小前提被转化为肯定可能并被换位时,在第一格中就形成了与先前所说相同的组合。两前提也都可以转化为肯定。另一方面,如果诸项中一个为全称,另一个为特称,那么在第三格中,从实然前提所取的组合中产生推论性结合的有多少,在可能前提中,当它们以同样方式被取时,具有推论性的组合也就有同样多。同样,在可能前提中不产生推论的组合也将与在实然前提中的情况相同;因为从否定转化为肯定的前提也被当作与肯定前提具有等同力量来采用。因为,无论大前提被取为全称肯定可能〈而小前提本身被取为特称肯定可能〉,该组合都成为推论性的(并且其证明是在特称可能肯定的小前提被换位时产生的;因为这样就形成了第一格),还是大前提为特称肯定可能〈而小前提为全称肯定可能〉,该组合这样也同样是推论性的;因为当特称可能肯定的大前提被换位时,第一格再次形成。但在这一组合中,还必须将结论也予以换位;因为只有这样,推论才会是关于所提命题的。再者,即使大前提被取为全称否定可能,而小前提为特称肯定,该组合也是推论性的;因为当作为特称可能肯定的小前提被换位时,再次形成第一格,其大前提为全称可能肯定,小前提为特称可能肯定,据此已证明所产生的结论是特称否定可能的。但是,如果两前提都是可能否定,一个全称而另一个特称,当特称否定转化为特称肯定并被换位时,就形成了第一格的上述组合;因为否定转化为肯定将使前提变得与那些在实然前提中也是推论性的前提相似。因此,如果小前提被取为特称肯定,我们将需要一次换位,但若是大前提,则需要两次;因为还必须换位作为特称否定可能的结论;而否定可能与肯定可能以相同方式换位。这在第三格的实然前提中,当小前提为全称否定而大前提为特称否定时,就不能再发生,因为特称否定实然前提不能换位;推论不能成为关于所提命题的。因此,有人可能会探究,何以“如果诸项中一个为全称,另一个为特称,当诸项处于与在实然中相同的状态时,推论将既产生也不产生”这一说法是真实的。

语法注3 条
  1. 1.3οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου τὸ συμπέρασμα ἔσται ἀλλὰ τοῦ μὴ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου τοῦ ἰσοδυναμοῦντος αὐτῷ

    属格 τοῦ ... ἐνδεχομένου 与 τοῦ μὴ ὑπάρχοντος 作为表语属格与 ἔσται 搭配(意为“结论将属于/是……的”)。介词短语 κατὰ τὸν διορισμόν 说明“按照定义”的可能(即双向可能:既非必然亦非不可能),与后文的 τοῦ μὴ ὑπάρχοντος(不属于)及与之等值的可能并列相对。

  2. 1.3ἐξ ὧν ἐδείχθη ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον γινόμενον τὸ συμπέρασμα

    ἐξ ὧν 指代前述两个前提。被动动词 ἐδείχθη 带有分词补足成分 γινόμενον τὸ συμπέρασμα 及其表语 ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον,结构为“由此已证明……结论成为特称否定可能”。

  3. 1.3τῷ μὴ ἀντιστρέφειν τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν

    定冠词带不定词的与格 τῷ μὴ ἀντιστρέφειν 表示原因(“因为……不换位”)。宾格短语 τὴν ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν 作为作不及物用法的不定词 ἀντιστρέφειν 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:61.4-62.29