← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§59.23-61.3

第二格必然与可能混合中的特称前提与总结

特米斯提乌考察了第二格中必然前提与可能前提混合的情况,讨论了一个前提为特称或两者均为特称/不定时的推理性,通过反例词项证明了全称情况下的规则同样适用,并对第二格中的混合三段论进行了全面总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#29

καὶ τὰ συμπεράσματα τὰ αὐτὰ συνάγονται ταῖς ἤδη παραδεδομέναις προτάσεσι καὶ διὰ τῶν αὐτῶν δείξεων, ἐπειδὴ καὶ μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν αἱ αὐταὶ γίνονται συζυγίαι. ἐὰν μέντοι ἀμφότεραι ληφθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσι πᾶσαι διὰ τὸ μὴ μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην καταφατικὴν εἰς τὴν ἀποφατικήν, ὡς πολλάκις εἰρήκαμεν. Ἐπεὶ δ’ ἀπηρτίσαμεν τὸν ἐξ ἀμφοτέρων καθόλου λόγον, νῦν τὰς ἐχούσας τὴν ἑτέραν μερικὴν παραδώσομεν. ὥσπερ οὖν εἶχον αἱ καθόλου, οὕτως ἔχουσι καὶ αὗται· αἵτινες γὰρ ἐκεῖ ἦσαν συλλογιστικαί, αὗται καὶ ἐνταῦθα γίνονται· ὁμοίως καὶ αἱ ἀσυλλόγιστοι. εἰ μὲν γὰρ τὸ ἀποφατικὸν ἀναγκαῖον εἴη καθόλου τὸ δὲ μερικὸν καταφατικὸν ἐνδεχόμενον, συνάγει συμπέρασμα τὸ οὐ παντὶ ἐξ ἀνάγκης, λέγω δὴ τὸ ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι. εἰ δὲ καταφατικὸν ᾖ τὸ ἀναγκαῖον, οὐδέποτε γίνεται συλλογιστικὴ ἡ συζυγία διὰ τὸ μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς τὴν καταφατικήν. οὐδὲ ὅταν ἀμφότεραι ληφθῶσι καταφατικαί, οὐδεὶς ἔσται συλλογισμός. οὐδὲ γάρ, ὅταν ἀμφότεραι καθόλου ἦσαν, οὕτως λαμβανομένων ἐγίνετο· ἐδείχθη γὰρ ἐπὶ τῶν ὅρων ἀμφοτέρων οὐσῶν καταφατικῶν καταφατικὸν ἀναγκαῖον συναγόμενον· ἦσαν δ’ οἱ παρατεθέντες ὅροι λευκόν, ἄνθρωπος, κύκνος. Ὅταν δὲ ἀμφότεραι μὲν στερητικαί, εἴη δὲ ἀναγκαία ἡ ἀποφατικὴ καθόλου, συλλογισμὸς ἔσται ἀντιστραφείσης τῆς ἐνδεχομένης μερικῆς ἀποφατικῆς εἰς μερικὴν καταφατικήν,1 ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν ἦν ἡ συζυγία συλλογιστικὴ οὔσης τῆς ἀναγκαίας ἀποφατικῆς καθόλου. ἐὰν δὲ ἀμφότεραι ἀδιόριστοι εἶεν ἢ ἐν μέρει ληφθῶσιν, ὡς ἂν ἔχωσι ποιότητος, οὐκ ἔσονται συλλογιστικαί. ἡ δ’ ἀπόδειξις διὰ τῶν αὐτῶν ὅρων· λέγοιμι 〈δ’〉 ἂν διὰ τῶν αὐτῶν ὅρων, δι’ ὧν καὶ ἐν τῷ πρώτῳ σχήματι ἔδειξα τὰς ἐξ ἀναγκαίας καὶ ἐνδεχομένης ἀμφοτέρων οὐσῶν ἐπὶ μέρους ἀσυλλογίστους συζυγίας. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ἐξ ἀνάγκης λευκόν, ζῷον, ἄνθρωπος· μέσον δηλονότι τὸ λευκὸν ἐν τούτῳ τῷ σχήματι. ἦν δὲ καὶ ἐν τῷ πρώτῳ, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν τάξιν· τότε μὲν γὰρ τὸ ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐνδεχομένως. νῦν δὲ τὸ λευκὸν καὶ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ πάλιν τινὶ ἐξ ἀνάγκης οὔ, ὡς κόρακι καὶ κύκνῳ καὶ ἀνθρώπῳ· πάλιν καὶ τινὶ ἐνδέχεται καὶ ἐνδέχεται τινὶ μή, ὡς ἀνθρώπῳ· καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν ἦν καὶ ζῷον καὶ ἄψυχον. καὶ εἰ μὴ τούτοις, οἷς πρὸ ὀλίγου ἐχρησάμεθα οὐσῶν καθόλου τῶν προτάσεων καὶ καταφατικῶν· οὗτοι δ’ ἦσαν λευκόν, κύκνος, ἄνθρωπος τοῦ μηδενὶ ἐξ ἀνάγκης, τοῦ δὲ παντὶ ἐξ ἀνάγκης κίνησις, ζῷον, ἐγρήγορσις. ἂν γὰρ μὴ καθόλου τὰς προτάσεις λαμβάνωμεν ἐπὶ τούτων τῶν ὅρων ὡς τότε ἀλλ’ ἐπὶ μέρους, δεικνύοιτο ἂν ἐπ’ αὐτῶν ἀληθῶν οὐσῶν καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης συναγωγή. Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης ἐν δευτέρῳ σχήματι τῆς δὲ ἑτέρας ἐνδεχομένης ἢ καταφατικῆς καθόλου ἢ ἀποφατικῆς ἢ πάλιν ἐν μέρει ἢ καταφατικῆς ἢ ἀποφατικῆς γίνεται συλλογιστικὴ συζυγία. ἐδείχθη δὲ καὶ ὅτι τὸ συμπέρασμα οὐ μόνον τοῦ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἀλλὰ καὶ τοῦ μὴ ὑπάρχειν, τουτέστιν οὐ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, γίνεται· ἀμφοτέρων γὰρ δοκεῖ γίνεσθαι τῷ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ὑπάρχοντος κατηγορεῖσθαι. δέδεικται δὲ καὶ ὅτι τῆς καταφατικῆς ἀναγκαίας λαμβανομένης οὐ γίνεται συλλογιστικὴ ἡ συζυγία. ἀλλ’ ὅτι καὶ ἐν ταῖς ἐξ ὑπαρχουσῶν καὶ ἐνδεχομένων μίξεσι καὶ ταῖς ἐξ ἀναγκαίων καὶ ἐνδεχομένων ὁμοίως τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τιθεμένων αἱ συζυγίαι συλλογιστικαί· καὶ γὰρ ὅτε τὸ ὑπάρχον καθόλου ἀποφατικόν, ἐλαμβάνετο ἐν ταῖς συλλογιστικαῖς καὶ τὸ ἀναγκαῖον ὁμοίως· μὴ τοιούτου δὲ λαμβανομένου ὁμοίως πάλιν ἀσυλλόγιστοι. ἀλλὰ καὶ ὅτι πάντες οἱ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι ἐκ τῶν μίξεων ἀτελεῖς2 (καὶ γὰρ καθόλου οἱ ἐν δευτέρῳ σχήματι ἀτελεῖς· διὰ γὰρ τῆς εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῆς τελειοῦνται), καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων συζυγιῶν καὶ συμπλοκῶν· δι’ ὧν γὰρ ἔδειξα συζυγιῶν οὐσῶν ἐν τῷ πρώτῳ σχήματι, εἰς ἃ ἀνάγονται διὰ τῆς ἀντιστροφῆς, διὰ τοιούτων τελειοῦνται συμπλοκῶν τε, ὡς εἶπον, καὶ συζυγιῶν· ἐδείχθησαν δὲ διά τε τῆς τοῦ δευτέρου καὶ διὰ τῆς τοῦ τετάρτου συμπλοκῆς.

而且,通过相同的证明,与已经给出的诸前提得出相同的结论,因为当否定可能命题转变为肯定命题时,也会产生相同的诸结合。然而,如果两者都被取为肯定的,那么正如我们屡次所说的那样,由于肯定可能命题不能转变为否定命题,所有的结合都是不能构成三段论的。 既然我们已经完成了关于两个前提都是全称的论述,现在我们将给出其中一个前提是特称的那些结合。因此,正如全称结合的状况一样,这些结合也是如此;因为在那里能够构成三段论的,在这里也是如此;同样,不能构成三段论的也是如此。因为如果否定命题是全称必然的,而特称肯定命题是可能的,它就会得出结论“并非必然属于所有”,我指的是与实有命题具有同等效力的可能结论。然而,如果必然命题是肯定的,由于否定可能命题转变为肯定命题,该结合就绝不可能构成三段论。当两者都被取为肯定命题时,也不会有任何三段论;因为甚至在两者都是全称命题时,像这样选取也不会产生[三段论];因为在词项上已经证明,在两者都是肯定命题的情况下得出了必然肯定命题;而所列举的词项是白、人、天鹅。 然而,当两者都是否定命题,且全称否定命题是必然命题时,在否定特称可能命题转变为肯定特称命题的情况下,就会存在三段论,正如在必然否定命题为全称时结合能够构成三段论的其他情况中一样。但如果两者都是不定命题或被取为特称命题,无论它们具有何种质,它们都不能构成三段论。其证明是通过相同的词项进行的;我指的是通过我在第一格中证明由必然命题和可能命题组成且两者皆为特称命题的那些不能构成三段论的结合所用的相同词项。用于“必然属于所有”的词项是白、动物、人;在这一格中中项显然是白。在第一格中它也是中项,但不是在相同的秩序中;因为那时动物必然属于某些白,而白可能属于某些人。但现在,白既必然属于某些动物,又必然不属于某些动物,如乌鸦、天鹅和人;又可能属于某些,也可能不属于某些,如人;而动物必然属于所有人。用于“不属于任何”的词项则是白、动物和无生命物。即使不用这些,[也可以用]我们不久前在诸前提为全称且肯定时所使用的词项;用于“必然不属于任何”的是白、天鹅、人,而用于“必然属于所有”的是运动、动物、清醒。因为如果我们不像那时那样将这些词项上的诸前提取为全称,而是取为特称,那么在它们为真的情况下,也可以证明得出“必然属于所有”和“必然不属于任何”。 因此,从所论述的内容中显而易见的是,在第二格中,当必然命题是全称否定命题,而另一前提是可能命题(无论是全称肯定、否定,还是特称肯定、否定)时,就会产生能够构成三段论的结合。而且也证明了,所产生的结论不仅是“可能不属于”,而且是“不属于”,即不是根据定义的可能结论;因为由于可能的事物也述说实有的事物,结论似乎两样都会产生。并且也证明了,当肯定命题被取为必然命题时,结合不能构成三段论。不仅如此,在实有命题与可能命题的混合中,以及在必然命题与可能命题的混合中,当必然命题和实有命题以相同的方式放置时,诸结合是能够构成三段论的;因为当实有命题是全称否定命题时,必然命题在能够构成三段论的结合中也被同样选取;而当不被取为这样时,它们同样又是不能构成三段论的。此外还表明,第二格中由混合产生的所有[三段论]都是不完全的(因为通常第二格中的三段论都是不完全的,因为它们是通过还原到第一格而得以完全的),并且它们是通过前述的诸结合与诸交错而得以完全的;因为我通过哪些存在于第一格中的诸结合(它们通过换位还原到其中)证明了〔它们〕,正如我所说,它们就通过这样的交错和结合而得以完全;它们既通过第二种交错被证明,也通过第四种交错被证明。

语法注2 条
  1. 1.2ἀντιστραφείσης τῆς ἐνδεχομένης μερικῆς ἀποφατικῆς εἰς μερικὴν καταφατικήν

    动词 ἀντιστρέφω 本义为换位(交换主项和谓项),但此处被宽泛地用来指可能命题从否定到肯定的质的转变(即相补换位/质的转换,μετάληψις)。鉴于上下文一贯指否定可能命题转变为肯定命题,各语言均据此作相应翻译。

  2. 1.2πάντες οἱ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι ἐκ τῶν μίξεων ἀτελεῖς

    写本流传的 ἀσυλλόγιστοι(不能构成三段论的)与紧接其后的上下文(论述这些三段论是“不完全的”ἀτελεῖς 且被“完全化”τελειοῦνται)相矛盾,显然应是 συλλογισμοί 的脱落或讹误,实质含义为“第二格中由混合产生的所有[三段论]都是不完全的”。各语言译文均遵循这一句法与文脉要求进行补全理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:59.23-61.3