- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:5.24-6.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯考察了第二格中必然前提与实然前提的混合推论,通过换位化归到第一格以及归谬法证明:当否定前提为必然时得出必然结论,而当肯定前提为必然时结论仅为实然。
ἀναγομένου γὰρ τοῦ δευτέρου σχήματος εἰς τὸ πρῶτον πάντως ἡ ἀποφατικὴ μείζων εὑρίσκεται. ἔστω γὰρ ἡ στερητικὴ πρῶτον ἀναγκαία, ἡ δὲ κατηγορικὴ ὑπάρχουσα, καὶ τὸ Α τῷ μὲν Β μηδενὶ ἐξ ἀνάγκης τῷ δὲ Γ παντὶ ὑπαρχόντως· συνάγεσθαί φημι τὸ συμπέρασμα ἀναγκαῖον. ἀντιστραφείσης γὰρ τῆς ἀποφατικῆς γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος· εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β, οὐδὲ τὸ Β μηδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δέ γε Α παντὶ τῷ Γ ὑπαρχόντως· γίνεται τὸ πρῶτον σχῆμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ἀρετή, κακία, ἄνθρωπος· ἀρετὴ οὐδεμιᾷ κακίᾳ ἐξ ἀνάγκης, ἀρετὴ παντὶ ἀνθρώπῳ ὑπαρχόντως, κακία οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ καθόλου εὐπορήσομεν λαμβάνοντες ἀντιδιῃρημένα ἀλλήλοις εἴδη καὶ τὸ ἕτερον ποιοῦντες μείζονα ὅρον τὸ δὲ ἕτερον μέσον, ἕτερον δέ τι ἐλάττονα δυνάμενον μετέχειν ἀνὰ μέρος ἑκατέρου μὴ ἀναγκαίως. Ὡσαύτως δέ, καὶ 〈εἰ〉 ἡ μείζων καθόλου καταφατικὴ ὑπάρχουσα εἴη, ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία· ἀναγκαῖον γὰρ καὶ αὕτη συνάγει συμπέρασμα διά τε τῆς ἀντιστροφῆς τῆς ἐλάττονος, τουτέστι τῆς ἀποφατικῆς, καὶ ἔτι τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως τῷ δὲ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Β ἄρα τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· τὸ δὲ Α παντὶ τῷ Β ὑπαρχόντως· τὸ ἄρα Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. ἀλλ’ οὐ τοῦτο προέκειτο δεῖξαι, ἀλλ’ εἰ τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης. ἐπεὶ οὖν ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ ἐπὶ τοῦ ἀναγκαίου, εἰ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, οὐδὲ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. ὅροι ὑγεία, νόσος, ἄνθρωπος· ὑγεία παντὶ ἀνθρώπῳ ὑπαρχόντως, ὑγεία οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, ὁ ἄνθρωπος οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης. ἀλλὰ καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἀντιστρεφομένης τῆς ἐλάττονος προτάσεως καὶ τοῦ συμπεράσματος. εἰ γὰρ ὑγεία οὐδεμιᾷ νόσῳ, καὶ νόσος οὐδεμιᾷ ὑγείᾳ· ὑγεία δὲ παντὶ ἀνθρώπῳ· καὶ νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἰ δὲ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. εἶπον δὲ τὴν αἰτίαν, τί δήποτε ταῖς στερητικαῖς ἐν τούτῳ τῷ σχήματι ἀκολουθεῖ τὸ συμπέρασμα. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, οὐδενὶ δὲ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Α ὑπαρχόντως, ἐπειδὴ ἀντιστρέφει, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γέγονε τὸ πρῶτον σχῆμα 〈ἐκ〉 τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης. ἐδείχθη δὲ ἐν πρώτῳ σχήματι, ὅτι, ὁποῖος ἂν ᾖ ὁ μείζων ὅρος,1 τοιοῦτον συνάγεται καὶ τὸ συμπέρασμα· ἀντιστρεφομένης οὖν τῆς στερητικῆς καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως, ὅπερ ἔδει δεῖξαι. Δειχθείσης δὲ τῆς προκειμένης συζυγίας δι’ ἀντιστροφῆς τὸ ὑπαρχόντως καὶ 〈οὐ〉 τὸ ἀναγκαίως συναγούσης νῦν αὐτὸ τοῦτο δεικτέον καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ. εἰ γὰρ ὑποθώμεθα ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, ἕψεταί τι ἄτοπον τῇ ὑποθέσει ταύτῃ· εἰ δὲ τῇ ὑποθέσει ταύτῃ ἄτοπόν τι ἀκολουθεῖ, καὶ ψεῦδός ἐστι· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα. εἰ γάρ τις εἴπῃ συνάγεσθαι τὸ Β μηδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντιστρέφει δῆλον ὅτι, καὶ τὸ Γ μηδενὶ τῷ Β ὑπάρξει ἐξ ἀνάγκης· εἰ τοίνυν τὸ μὲν Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐκ δύο δὲ ἀναγκαίων ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τὸ Γ ἄρα ἐξ ἀνάγκης τινὶ τῷ Α οὐχ ὑπάρξει. ἀλλ’ ἐπειδὴ ὑπέκειτο τὸ Α μηδενὶ ὑπαρχόντως τῷ Γ, καὶ τὸ Γ μηδενὶ ἄρα τῷ Α ὑπαρχόντως, ἐδείχθη δὲ τὸ ὑπάρχειν τοιοῦτον ὄν, ὡς δύνασθαι, ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν,2 καὶ παντὶ ὑπαρχόντως καὶ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρξει τῷ Α τὸ Γ, ὅπερ ἄτοπον. δῆλον ἄρα, ὅτι τὸ ἄτοπον ἠκολούθησεν ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς ἐξ ἀνάγκης μηδενὶ τῷ Γ τὸ Β· ἀληθῶς ἄρα τὸ ὑπαρχόντως μηδενί, ὅπερ ἔδει δεῖξαι.
因为当第二格被化归到第一格时,否定前提总是被发现是大前提。首先设否定前提为必然的,肯定前提为实然的,且 A 必然不属于任何 B,而实然属于一切 C;我说推导出的结论是必然的。因为当否定前提换位后,就产生了第一格的第二式;因为如果 A 必然不属于任何 B,那么 B 亦必然不属于任何 A;而 A 实然属于一切 C;于是产生了第一格;因此 B 必然不属于任何 C。词项为德性、恶德、人:德性必然不属于任何恶德,德性实然属于所有人,恶德必然不属于任何人。概括而言,只要选取彼此对立划分的种,将其中一者作为大词,另一者作为中词,而将能够非必然地轮流分有二者的另一事物作为小词,我们就会有充足的词项。 同样,即使大前提是全称肯定实然的,小前提是全称否定必然的,也是如此;因为这一组合同样通过小前提(即否定前提)的换位,以及进一步通过结论的换位,推导出必然的结论。因为如果 A 实然属于一切 B,而必然不属于任何 C,那么 B 亦必然不属于任何 C。因为既然 A 必然不属于任何 C,那么 C 亦必然不属于任何 A;而 A 实然属于一切 B;因此 C 必然不属于任何 B。但这并非原本打算证明的事情,而是要证明 B 是否必然不属于任何 C。因此,既然全称否定前提在必然的情形下亦可换位,那么如果 C 必然不属于任何 B,B 亦必然不属于任何 C。词项为健康、疾病、人:健康实然属于所有人,健康必然不属于任何疾病,人必然不属于任何疾病。而在小前提与结论换位后,疾病亦必然不属于任何人。因为如果健康不属于任何疾病,疾病亦不属于任何健康;而健康属于所有人;疾病亦必然不属于任何人。 然而,如果肯定前提是必然的,结论就不是必然的。而我已经说明了在这一格中结论为何遵循否定前提的原因。设 A 必然属于一切 B,而实然不属于任何 C,则 B 亦实然不属于任何 C。因为如果 A 不属于任何 C,由于能够换位,C 亦实然不属于任何 A,而 A 必然属于一切 B;于是产生了以否定实然前提为大前提的第一格。而在第一格中已经证明,大词具有何种性质,推导出的结论亦具有何种性质;因此当否定前提换位后,B 亦实然不属于任何 C,这正是所要证明的。 既然所提出的组合已被证明通过换位推导出实然而非必然的结论,现在这一结论本身亦必须通过归谬法来加以证明。因为如果我们假设推导出必然的结论,就会随该假设产生某种荒谬;而如果随该假设产生某种荒谬,它就是假的;因此假设推导出必然的结论是假的。因为如果有人说推导出 B 必然不属于任何 C,显而易见通过换位,C 亦将必然不属于任何 B;既然 C 必然不属于任何 B,而 B 必然属于某个 A,且由两个必然前提产生必然结论,那么 C 亦将必然不属于某个 A。但既然已设定 A 实然不属于任何 C,那么 C 亦实然不属于任何 A;而既然已经证明实然属于具有如此性质,即不属于任何事物的东西本身亦可能属于同一事物的全体,那么 C 就将既实然属于一切 A,又必然不属于某个 A,这是荒谬的。因此显而易见,荒谬之所以产生,是由于我们假设了 B 必然不属于任何 C;因此真实的情况是实然不属于任何事物,这正是所要证明的。
- 1.0ὁποῖος ἂν ᾖ ὁ μείζων ὅρος
此处词项“ὅρος”被引申用于指代“大前提”(ἡ μείζων πρότασις),呼应前文的“ὅπως ἂν ἔχῃ ἡ μείζων ἐν πρώτῳ”,指在第一格中结论的模态取决于大前提的模态这一规则。
- 1.0ὡς δύνασθαι, ὃ μηδενὶ ὑπάρχει, τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν
由“ὡς”引导的表示性质或结果的不定式结构(“ὡς δύνασθαι”)。不定式“δύνασθαι”的宾格主语是关系从句“ὃ μηδενὶ ὑπάρχει”,其后重复的“τὸ αὐτό”作为下属不定式“ὑπάρχειν”的主语,与与格“τῷ αὐτῷ”相关联。这解释了实然(ὑπάρχειν)不同于必然命题,在潜能上容许相反的全称谓述。
