← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§58.8-59.23

第二格可能与必然混合中的归谬法与反例

特米斯提乌斯继续探讨第二格中必然与可能的混合,通过归谬法证明了当大前提为肯定可能且小前提为否定必然时三段论成立,并借助反例词项阐明了肯定必然与否定可能之结合为何不能构成三段论,同时审视了所举词项在时间上的同时有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#28

γίνεται γὰρ συναγόμενον ἐκ τῆς ὑποθέσεως τῆς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν λεγούσης καὶ ἐκ τῆς κειμένης τῆς ‘τὸ Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β’ τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχον,1 ὃ οὐδὲν ἀδύνατόν ἐστι κειμένου τοῦ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι·2 ἅμα γὰρ ἀληθῆ οὐδὲν κωλύει εἶναι τό τε παντὶ ἐνδέχεσθαι τὸ Α τῷ Γ καὶ τὸ τινὶ αὐτῷ μὴ ὑπάρχειν. Τὸν αὐτὸν δὲ τρόπον δειχθήσεται, καὶ εἰ μὲν ἡ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη εἴη ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἀναγκαία. συνάγει γὰρ καὶ αὕτη τὸ 〈αὐτὸ〉 συμπέρασμα, τὸ ὑπάρχειν μηδενὶ καὶ τὸ ἐνδέχεσθαι μηδενί, διὰ τοῦ αὐτοῦ τρόπου τῆς δείξεως· τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, τῷ δὲ Γ ἀνάγκη μηδενί· οὐκοῦν καὶ τὸ Γ τῷ Α ἀνάγκη μηδενί· τὸ δὲ Α τῷ Β ἐνδεχομένως παντί· λέγω, ὅτι καὶ τὸ Γ τῷ Β ὑπάρχει οὐδενί. ἀλλ’ οὐ τοῦτο ἐβουλόμεθα δεῖξαι, ἀλλ’ εἰ τὸ Β τῷ Γ ὑπάρχει οὐδενί. ἐπεὶ τοίνυν ἀντιστρέφει ἡ καθόλου ἀποφατική, καὶ τὸ 〈τὸ〉 Γ τῷ Β ὑπάρχει οὐδενί’ ἀντιστραφήσεται, καὶ τὸ Β οὐδενὶ τῷ Γ. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ὑπάρχειν τινί. ἐπειδὴ τοίνυν τὸ Α ἐνδέχεται παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν· ἦν δὲ καὶ ἀνάγκη μηδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Β τῷ Γ ὑπάρχειν τινί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ὑπάρχειν οὐδενί. Ἐὰν δὲ ἀνάπαλιν ἔχωσιν αἱ συζυγίαι, οἷον τὴν μὲν ἀναγκαίαν καταφατικὴν τὴν δὲ ἐνδεχομένην ἀποφατικήν, ἀσυλλόγιστοι ἔσονται διὰ τὸ τὴν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνεσθαι εἰς τὴν καταφατικὴν καὶ ποιεῖν ὁμοιοσχήμονας τὰς συζυγίας· αὗται δ’ ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσι. δείκνυνται γὰρ αὗται διὰ τῶν ὅρων μηδὲν συμπέρασμα συνάγουσαι μήτε 〈ἐνδεχόμενον μήτε〉 ὑπάρχον μήτε ἀναγκαῖον· λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης, ἀνθρώπῳ δὲ ἐνδεχομένως μηδενί, καὶ ὅμως κύκνος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. οὕτως μὲν οὖν διὰ τῶν ὅρων τὸ ‘ἀνάγκη μηδενί’ δείκνυται συναγόμενον, καὶ ἐκ τούτου δῆλον, ὅτι οὐδὲν συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα. ὅτι μὲν γὰρ οὐδὲν ἐνδεχόμενον συνάγουσιν αἱ τοιαῦται προτάσεις συμπέρασμα, δῆλον ἐξ ὧν ἀναγκαῖον ἀποφατικὸν συνῆκται· τὸ δὲ ἀναγκαῖον πάντων τῶν ἐνδεχομένων ἐστὶν ἀναιρετικόν. ὅτι δὲ οὐδὲ ἀναγκαῖον συνάγεται, δῆλον ἐντεῦθεν· τὸ γὰρ ἀναγκαῖον συμπέρασμα ἢ ἐξ ἀναγκαίων ἀμφοτέρων ἢ τῆς ἀποφατικῆς ἀναγκαίας οὔσης· νῦν δὲ οὐδέτερον τούτων ἐστίν. ἵνα δὲ μή τις ὑπολάβοι, ἐπειδὴ ὅλως ἀνωτέρω τὸ ‘ἀνάγκη μηδενί’ συνήγετο, διὰ τῶν ὅρων τοῦτο ὡρισμένως συνάγεσθαι, δεικτέον, ὅτι τῶν αὐτῶν οὐσῶν προτάσεων ἐγχωρεῖ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης παντὶ συναγόντων, ὥστε καὶ ταύτῃ πάντα ἀναιρεῖσθαι τὰ συμπεράσματα. διὰ μὲν γὰρ τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται πάντα τὰ καταφατικά, διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τὰ ἀποφατικά. κίνησις, ἐγρήγορσις, ζῶον· [διὰ δὲ τοῦ καθόλου καταφατικοῦ πάντα τὰ ἀποφατικά] κίνησις παντὶ ζῴῳ ἐνδεχομένως, ἐγρηγορότι δὲ ἐξ ἀνάγκης παντί, καὶ ὁμοίως ζῶον παντὶ ἐγρηγορότι ἐξ ἀνάγκης. φανερὸν οὖν, ὅτι οὐδὲ ὑπάρχον συνάγεται· τὰ μὲν 〈γὰρ〉 καταφατικὰ πάντα ἀναιρεῖται πάντως ὑπὸ τῆς ἀναγκαίας ἀποφατικῆς, τὰ δὲ ἀποφατικὰ διὰ τῆς καταφατικῆς ἀναγκαίας. ἐπιστῆσαι δὲ δεῖ τοῖς ὅροις· οὐ γάρ εἰσι καλῶς εἰλημμένοι· δεῖ 〈γὰρ〉 κατὰ τὸν αὐτὸν χρόνον ἀληθευούσας λαμβάνεσθαι τὰς προτάσεις. εἰ γὰρ παντὶ ζῴῳ ἐνδεχομένως κίνησις, οὐκ ἔσται τι ζῶον ἐξ ἀνάγκης κινούμενον· καὶ ἡ ἐγρήγορσις γὰρ κίνησις ἐλήφθη ἐξ ἀνάγκης ὑπάρχουσα τῷ ἐγρηγορότι· εἰ δὲ ἔσται τι ἐγρηγορὸς ὡς ἐξ ἀνάγκης ὑπάρχειν αὐτῷ τὴν κατὰ τὸ ἐγρηγορέναι κίνησιν (ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης ἐγρήγορε),3 ψευδὴς ἡ λέγουσα 〈ἐνδέχεσθαι〉 παντὶ ζῴῳ κίνησιν ὑπάρχειν· τινὶ γὰρ ζῴῳ ὑπάρχει ἐξ ἀνάγκης, τῷ ἐγρηγορότι. ὁμοίως δὲ δειχθήσεται καὶ ἀνάπαλιν τεθείσης τῆς καταφάσεως, λέγω δὲ τῆς μὲν ἐλάττονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας καταφατικῆς· καὶ αὕτη γὰρ ἀσυλλόγιστος διὰ τῶν αὐτῶν δείξεων, δι’ ὧν καὶ τὴν πρὸ αὐτῆς ἐδείξαμεν. Εἰ δὲ ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις, ἀμφοτέρων μὲν οὐσῶν ἀποφατικῶν συλλογιστικαὶ γίνονται αἱ συζυγίαι, οὐ διὰ τῶν εἰλημμένων προτάσεων ἀλλὰ διὰ μεταλήψεως τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικήν.

因为从陈述B属于某些Γ的假定以及从“A必然不属于任何B”这一定立的前提中得出的,是A并不实有地属于某些Γ,而在设定A可能属于所有Γ的前提下,这绝非不可能;因为没有任何东西阻止A可能属于所有Γ与它并不实有地属于它[Γ]的某些同时为真。如果在先前提是全称肯定可能命题,而后置前提是全称否定必然命题,也将以相同的方式得到证明。因为这[一结合]也通过相同的证明方式得出[相同的]结论,即不属于任何以及可能不属于任何:A可能属于所有B,但必然不属于任何Γ;因此Γ也必然不属于任何A;而A可能属于所有B;我说,Γ也实有地不属于任何B。但我们想证明的不是这个,而是B是否不属于任何Γ。既然全称否定命题换位,“Γ实有地不属于任何B”也将换位,而B也[实有地]不属于任何Γ。如果这是假的,那么实有地属于某些就是真的。既然A可能属于所有B,而B实有地属于某些Γ,因此A就可能属于某些Γ;但它原先也是必然不属于任何,而这是不可能的。这一不可能的结果是因为假定了B实有地属于某些Γ而随之产生的;因此这是假的,而实有地不属于任何则是真的。然而,如果诸结合处于相反的状况,例如必然命题是肯定的而可能命题是否定的,由于否定可能命题转变为肯定命题并使诸结合变成同形,它们将是不能构成三段论的;而这些结合在第二格中是不能构成三段论的。因为通过词项可以证明它们不能得出任何结论,无论是可能的、实有的还是必然的:白必然属于所有天鹅,但可能不属于任何人,然而天鹅必然不属于任何人。于是,通过词项证明得出了“必然不属于任何”,从这一点可以清楚地看到,这类前提不能得出任何结论。因为这类前提不能得出任何可能结论,从得出了必然否定命题这一点来看是清楚的;因为必然的事物否定了所有可能的事物。至于也不能得出必然的结论,从以下方面来看是清楚的:因为必然的结论要么产生自两个前提都是必然的,要么产生自否定命题是必然的;但眼下并非其中任何一种情况。然而,免得有人以为,既然前面大体上得出了“必然不属于任何”,这就是通过词项确凿地得出的,必须指出,在保持相同前提的情况下,完全能够丰富地找到得出必然属于所有的词项,从而在此方面也排除了所有结论。因为通过全称否定命题排除了所有肯定命题,而通过全称肯定命题排除了所有否定命题。运动、清醒、动物。运动可能属于所有动物,但必然属于所有清醒者,同样动物也必然属于所有清醒者。因此显而易见,甚至也不能得出实有的结论;因为所有的肯定命题完全被必然否定命题所排除,而否定命题则通过必然肯定命题[被排除]。但必须对这些词项予以注意;因为它们并未被妥当地选取;因为诸前提必须被取为在同一时间为真。因为如果运动可能属于所有动物,就不会有任何必然运动着的动物;因为清醒也被取为一种必然属于清醒者的运动;但如果有某个清醒者以至于依循清醒的运动必然属于它(因为在它清醒期间,它必然清醒),那么陈述运动可能属于所有动物的命题就是假的;因为[运动]必然属于某些动物,即属于清醒者。如果肯定命题被相反地设定,即后置前提是否定可能命题而在先前提是肯定必然命题,也将同样被证明;因为这一结合通过我们证明它前面的结合所用的相同证明,也是不能构成三段论的。但如果诸前提是同形的,在两者都是否定命题时,诸结合就变成了可以构成三段论的,这不是通过所取的前置前提本身,而是通过否定可能命题转变为肯定命题而实现的。

语法注3 条
  1. 1.2γίνεται γὰρ συναγόμενον ἐκ τῆς ὑποθέσεως ... τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχον

    句子的核心结构为 γίνεται συναγόμενον ... τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχον,其中冠词加分词短语“A并不实有地属于某些Γ”作为主语从句充当 γίνεται συναγόμενον(成为被推导出的东西)的主语。介词短语 ἐκ τῆς ὑποθέσεως ... καὶ ἐκ τῆς κειμένης ... 表明得出该结论的两个前提来源。

  2. 1.2ὃ οὐδὲν ἀδύνατόν ἐστι κειμένου τοῦ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι

    关系代词 ὃ 指称前述命题内容(“A并不实有地属于某些Γ”),在句中作主语:“这绝非不可能”。随后的 κειμένου τοῦ ... ἐνδέχεσθαι 为属格独立结构,带有中性冠词 τοῦ 的不定式短语实质充当分词 κειμένου 的逻辑主语。

  3. 1.2ἐν ᾧ γὰρ ἐγρήγορεν, ἐξ ἀνάγκης ἐγρήγορε

    关系从句 ἐν ᾧ 省略了表示时间的时间先行词(如 χρόνῳ),作状语表示“在其清醒的时间内”,对主句中的模态必然性(ἐξ ἀνάγκης ἐγρήγορε,“必然清醒”)起到时间/条件上的限定作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:58.8-59.23