← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§56.34-58.8

第二格中必然与可能的混合

泰米斯提乌斯通过列举词项等方式结束了对第二格中实有与可能混合的讨论,说明了两前提皆肯定及特称前提结合均不能构成三段论,随后转向必然与可能的混合,论证了含有必然否定前提的结合如何通过换位及归约到第一格(借助归谬法)得出等值于否定实有的可能结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#27

ὅροι δέ, δι’ ὧν συνάγεται καὶ τὸ παντὶ καὶ τὸ οὐδενί, ὑγεία παντὶ ζῴῳ ἐνδεχομένως ὑπάρχει, ἀνθρώπῳ δὲ ὑπαρχόντως παντί, καὶ συνάγεται ζῷον παντὶ ἀνθρώπῳ· πάλιν ὑγεία ἵππῳ μὲν παντί, ἀνθρώπῳ δὲ οὐδενί, καὶ ἄνθρωπος οὐδενὶ ἵππῳ. Τὸν αὐτὸν δὲ τρόπον ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. τῆς ἀποφατικῆς γὰρ ἐνδεχομένης οὔσης καὶ διὰ τοῦτο μεταλαμβανομένης εἰς τὴν καταφατικὴν γίνονται ὁμοιοσχήμονες αἱ συζυγίαι· αἱ δὲ τοιαῦται πᾶσαι ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοί εἰσιν. ὅταν δὲ ἡ καθόλου ἀποφατικὴ ὑπάρχουσα ᾖ καὶ μείζων, ἀεὶ γίνεται συλλογισμός, διὰ τῆς ἀντιστροφῆς ἀναγομένης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα. ὅπως δὲ ἔχουσιν αἱ συζυγίαι αἱ τὴν ὑπάρχουσαν ἔχουσαι μερικὴν ἀποφατικήν, προϊὼν δείξω. πάλιν ἐὰν ἄμφω τὰ διαστήματα στερητικὰ τεθῇ, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικὴν (δεῖ δὲ τὴν ὑπάρχουσαν ἐν τούτοις ἀεὶ μείζονα εἶναι, ἵνα καὶ σώζηται τὰ ἴδια τοῦ δευτέρου σχήματος) πάλιν τὰ αὐτὰ συνάγεται συμπεράσματα, οἷα καὶ αὐτόθεν ἀνομοιοσχήμοσιν οὔσαις μερικαῖς συζυγίαις.1 ἐὰν δὲ ἡ ὑπάρχουσα στερητικὴ μὲν ληφθῇ μερικὴ δέ, τῆς ἑτέρας προτάσεως καθόλου καταφατικῆς ἐνδεχομένης οὔσης ἢ ἀποφατικῆς, οὐδεὶς γίνεται συλλογισμός· καὶ εἰκότως· δεῖ μὲν γὰρ ἀντιστραφῆναι τὴν μερικήν, ἵνα εἰς τὸ πρῶτον ἀναχθῇ σχῆμα· οὐκ ἀντιστρέφει δὲ ἡ μερικὴ ἀποφατικὴ ὑπάρχουσα ἐπὶ πάσης ὕλης, ὡς ἐδείχθη, καὶ ἀντιστρεφομένη μερικὴν ἐποίει τὴν μείζονα καὶ ἀσυλλόγιστον διὰ τοῦτο τὴν συζυγίαν. εἰκότως ἄρα οὐδεὶς ἐν τούτῳ γίνεται συλλογισμός. ἀλλ’ οὐδ’ εἰ ἀμφότεραι ληφθῶσι μερικαὶ ἢ ἀμφότεραι ἀδιόριστοι, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιόν, οὐδεὶς ἔσται συλλογισμός· δείκνυται δὲ ταῦτα διὰ τῶν αὐτῶν ὅρων· ὑγεία, ζῷον, ἄνθρωπος τοῦ ὑπάρχειν, ὑγεία ἵππος, ἄνθρωπος τοῦ μὴ ὑπάρχειν. Μῖξις ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι. Πληρώσαντες τὰς μίξεις ἐνδεχομένου καὶ ὑπάρχοντος μετέλθωμεν ἐπὶ τὴν ἐξ ἀναγκαίου καὶ ἐνδεχομένου μῖξιν ἐν δευτέρῳ σχήματι· καὶ φαμέν, ὅτι, εἰ μὲν ἡ ἀναγκαία ἀποφατικὴ εἴη εἴτε μείζων οὖσα εἴτε ἐλάττων, πάντως γίνεται συλλογισμὸς τοῦ ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τὸν διορισμὸν ἀλλὰ τοῦ κατηγορουμένου κατὰ τοῦ μὴ ὑπάρχοντος, εἰ μέντοι ἀναγκαία καταφατικὴ εἴη, δηλονότι ἀποφατικῆς οὔσης τῆς ἐνδεχομένης, ἀσυλλόγιστοι πᾶσαι αἱ τοιαῦται συζυγίαι. ἡ δὲ αἰτία τὸ μεταλαμβάνεσθαι πάλιν τὴν ἀποφατικὴν ἐνδεχομένην εἰς καταφατικὴν καὶ διὰ τοῦτο γίνεσθαι ὁμοιοσχήμονας τὰς συζυγίας. κείσθω γὰρ τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν τῷ δὲ Γ παντὶ ἐνδέχεσθαι· ἀντιστραφείσης οὖν τῆς ἀποφατικῆς τὸ πρῶτον γίνεται σχῆμα· τὸ Β τῷ Α ἐξ ἀνάγκης 〈μηδενί〉, τὸ δὲ Α παντὶ τῷ Γ ἐνδέχεται. γίνεται δὴ τὸ πρῶτον σχῆμα τῆς μείζονος ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης· συνῆγε δὲ αὕτη ἡ συζυγία τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ ‘ἐνδέχεται μηδενί’ τὸ ἰσοδυναμοῦν τῷ ὑπαρχόντως μηδενί. καὶ ὅτι γίνεται καθόλου ἀποφατικὸν τὸ συμπέρασμα ὑπάρχον καὶ οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικτέον. εἰ γὰρ μὴ ἀληθὲς τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ ἀντικείμενον αὐτοῦ εἰλήφθω, καὶ κείσθω τὸ Β τῷ Γ τινί. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, γίνεται οὖν τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχον· δέδεικται γάρ, ὅτι ἐν πρώτῳ σχήματι τῆς μείζονος οὔσης ἀναγκαίας ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἀναγκαῖον τὸ συμπέρασμα. τὸ ἄρα Α τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. ἀδύνατος ἄρα ἡ ὑπόθεσις, ᾗ τοῦτο τὸ συμπέρασμα ἠκολούθησε· τὸ ἄρα ἀντικείμενον αὐτῆς·2 ἦν δὲ τὸ Β μηδενὶ τῷ Γ ὑπάρχειν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ δεῖξις αὕτη καὶ τὸ ἀπ’ αὐτῆς ἀδύνατον ἠκολούθησε, διότι ἡγούμεθα ἀληθὲς εἶναι ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας τῆς μείζονος καὶ τῆς ὑπαρχούσης ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. ἐπεὶ κατά γε τοὺς ὑπάρχον λέγοντας γίνεσθαι ἐν ταῖς τοιαύταις μίξεσι τὸ συμπέρασμα οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις·3 οὐδὲν γὰρ ἀδύνατον ἕπεται.

至于借以得出“属于所有”和“不属于任何”的词项:健康可能属于所有动物,但实有地属于所有人,由此得出动物属于所有人;反之,健康属于所有马,但不属于任何人,而人也不属于任何马。在特称三段论中情况也是相同的。因为当否定命题是可能命题且因此被转变为肯定命题时,诸结合就变成了同形的;而所有这类结合在第二格中都是不能构成三段论的。但是,每当全称否定命题是实有命题且作为大前提时,通过换位将其归约到第一格,就总是产生三段论。至于含有特称否定实有命题的结合情况如何,我将在后文中指明。再者,如果两个间距都被设定为否定的,在否定可能命题被转变为肯定命题时(但在这些情况下实有命题必须始终是大前提,以使第二格的固有特征得以保全),得出的结论就重新与直接异形的特称结合所[得出]的相同。但如果实有命题被取为否定且为特称,而另一前提为全称肯定或否定的可能命题,则不能产生任何三段论;这也是理所当然的;因为为了归约到第一格,特称命题必须换位,然而特称否定实有命题正如已经指明的那样,并非在所有质料中都换位,并且即便换位,它也会使大前提变成特称的,并因此使该结合不能构成三段论。因此,在这种情况下不能产生任何三段论是理所当然的。即便两者都被取为特称命题,或者两者都被取为不定命题,无论它们就质而言如何,也都不会有任何三段论;而这些是通过相同的词项来证明的:对于属于,词项为健康、动物、人;对于不属于,词项为健康、马、人。 第二格中可能与必然的混合。 在完成了可能与实有的混合之后,我们进而讨论第二格中由必然与可能构成的混合;并且我们说,如果必然命题是否定的,无论它是大前提还是小前提,都完全会产生可能命题的三段论,并且不是按照定义的可能,而是就并不实有地属于者而被述说的[可能];然而,如果必然命题是肯定的,显而易见因为可能命题是否定的,所有这样的结合都不能构成三段论。其原因在于,否定可能命题又被转变为肯定命题,并因此使诸结合变成了同形的。因为设A必然不属于任何B,而可能属于所有Γ;那么当否定命题被换位时,就产生了第一格:B必然不属于任何A,而A可能属于所有Γ。于是就产生了第一格,其大前提是全称否定必然命题,小前提是全称肯定可能命题;而这种结合通过归谬法得出了与实有地不属于任何等值的“可能不属于任何”。至于结论成为全称否定实有命题而非按照定义的可能命题,必须通过归谬法来指明。因为如果B不属于任何Γ不是真的,就取其矛盾对立命题,设B属于某些Γ。既然A必然不属于任何B,而B实有地属于某些Γ,于是A就必然不属于某些Γ;因为已经证明,在第一格中当大前提是必然的而小前提是实有的时,结论是必然的。因此A必然不属于某些Γ,而这是不可能的;因为原先假设了A可能属于所有Γ。因此,产生这一结论的假定是不可能的;所以其矛盾对立命题[是真的];而这也就是B不属于任何Γ。但必须知道的是,之所以有这一证明以及由之而来的不可能结果,是因为我们认为在第一格中由大前提为必然且小前提为实有,结论会成为必然的这一看法是真的。因为对于那些主张在这类混合中结论成为实有命题的人来说,至少这样一种证明是无法进行的;因为并不会随之产生任何不可能的结果。

语法注3 条
  1. 1.2οἷα καὶ αὐτόθεν ἀνομοιοσχήμοσιν οὔσαις μερικαῖς συζυγίαις

    在由关系代词 οἷα 引导的短语中省略了动词(如 συνάγεται),与格词组 οὔσαις μερικαῖς συζυγίαις 起到关系/比较与格的作用(“正如对于直接异形的特称结合所[得出]的结论那样”)。

  2. 1.2τὸ ἄρα ἀντικείμενον αὐτῆς

    承接前句 ἀδύνατος ἄρα ἡ ὑπόθεσις(“因此假定是不可能的”)的高度简略的省略句,省略了表明矛盾命题为真的谓语(如 ἀληθές ἐστι,即“因此其矛盾对立命题[是真的]”)。

  3. 1.2ἐπεὶ κατά γε τοὺς ὑπάρχον λέγοντας γίνεσθαι ἐν ταῖς τοιαύταις μίξεσι τὸ συμπέρασμα οὐ προχωρεῖ ἡ τοιαύτη δεῖξις

    连词 ἐπεί 在此具有反诘或限制性理由的含义(“因为否则/因为至少依……而言”)。该句主语为 ἡ τοιαύτη δεῖξις,谓语动词为 οὐ προχωρεῖ,介词短语 κατά γε τοὺς... λέγοντας(“至少对于那些主张……的人来说”)作为限定成分插入其间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:56.34-58.8