- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:55.10-56.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论第二格中实有命题与可能命题的混合,指出肯定实有命题与否定可能命题的组合不能构成三段论,并证明全称肯定可能前提与全称否定实有前提的组合能够通过换位得出有效的三段论。
Ἐπεὶ δ’ ἐδείξαμεν, ὅτι ἐκ δύο ἐνδεχομένων προτάσεων ἐν δευτέρῳ σχήματι οὐ γίνεται συλλογισμός, ἐπὶ τὰς μίξεις μετέλθωμεν· καὶ λέγομεν, ὅτι, ἂν ἡ μὲν ὑπάρχουσα εἴη καταφατικὴ ἡ δὲ ἐνδεχομένη ἀποφατική, οὐδεὶς ἔσται συλλογισμός, ὅπως ἂν ἔχουσαι ληφθῶσιν αἱ προτάσεις, ὡς φανεροῦ δηλονότι ὄντος, εἰ ἀμφότεραι εἶεν καταφατικαί, [καὶ] μηδὲν συναχθήσεσθαι συλλογιστικῶς.1 ὅτι δὲ οὔσης τῆς ὑπαρχούσης καταφατικῆς ἀποφατικῆς δὲ τῆς ἐνδεχομένης οὐδὲν συνάγεται συλλογιστικῶς, ἀπόδειξις ἡ αὐτὴ διὰ τῶν αὐτῶν ὅρων· δείκνυται γὰρ ἀσυλλόγιστος ἡ τοιαύτη συμπλοκὴ διά τε τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην, ἀλλὰ μηδὲ τὴν ὑπάρχουσαν καταφατικὴν καθόλου· γίνεται γάρ, εἰ αὕτη ἀντιστραφείη, ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους καταφατική. ἔτι διὰ τοῦ μὴ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐνδείκνυσθαί τι· τοῦ γὰρ ἀντικειμένου ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι, εἴ τις ὑπάρχον2 λέγοι δύνασθαι γίνεσθαι τὸ συμπέρασμα, ὑποτεθέντος συνάγεσθαι ἐν τῷ πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Γ ὑπάρχον, ᾧ ἔκειτο μηδενὶ ἐνδέχεσθαι, ὃ οὐκ ἀδύνατον. ἀλλὰ καὶ διὰ τῆς τῶν ὅρων παραθέσεως· τὸ γὰρ λευκὸν καὶ 〈ἄνθρωπος καὶ〉 ἵππος ληφθέντα δεικνύουσιν, ὅτι μὴ ἐνδεχόμενον ἢ καταφατικὸν ἢ ἀποφατικὸν γίνεται τὸ συμπέρασμα μήτε ὑπάρχον, ἀλλὰ ἀναγκαῖον ἀποφατικόν. καίτοι ἔδει ἢ τοῦ ἐνδέχεσθαι ἢ τοῦ ὑπάρχειν εἶναι τὸ συμπέρασμα, εἰ συλλογιστικῶς συνήγετο· αἱ γὰρ προτάσεις τοιαῦται. ἀλλὰ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ἔστιν ὅρων εὐπορῆσαι, τοῦ μὲν μηδενὶ ἐξ ἀνάγκης λευκόν, ἄνθρωπος, ἵππος· τὸ γὰρ λευκὸν δύναται τῷ μὲν ἑτέρῳ τούτων ὑπάρχον παντὶ ληφθῆναι τῷ δὲ ἑτέρῳ ἐνδεχόμενον, ὥσπερ εἴρηται, καὶ ὁ ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. τοῦ δὲ παντὶ ἐξ ἀνάγκης λευκόν, ἄνθρωπος, γραμματικόν· τὸ γὰρ λευκὸν ἐνδεχέσθω μηδενὶ ἀνθρώπῳ, ὑπαρχέτω δὲ παντὶ γραμματικῷ, καὶ ὁ ἄνθρωπος παντὶ γραμματικῷ ἐξ ἀνάγκης. Ἐὰν δὲ ἡ μὲν ἐνδεχομένη καθόλου καταφατικὴ εἴη ἡ δὲ ὑπάρχουσα καθόλου ἀποφατική, ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης· οὕτως γὰρ ἔσται τὸ πρῶτον σχῆμα. καὶ τὸ συμπέρασμα 〈τοῦ〉 ἐνδέχεσθαι μηδενί, τοῦτο δέ, πρὸς ὁπότερον ἂν τὸ ὑπάρχον στερητικὸν τεθῇ, τουτέστι κἂν ἡ ἐλάττων ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς ἔσται συλλογισμὸς ἀντιστραφείσης τῆς ἀποφατικῆς ὑπαρχούσης. καὶ τέως δεικτέον τὴν ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης. εἰ γὰρ τὸ Α τῷ μὲν Β μηδενὶ ὑπαρχόντως, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α ὑπαρχόντως· τὸ δὲ Α παντὶ τῷ Γ ἐνδεχομένως· δέδεικται δὲ ἡ τοιαύτη συζυγία ἐν πρώτῳ σχήματι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγουσα, ὅπερ ἦν τὸ ἥμισυ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. ὁμοίως δέ, κἂν ἡ ἐλάττων ληφθῇ καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ μείζων καθόλου καταφατικὴ ἐνδεχομένη, ὁ αὐτὸς γίνεται συλλογισμὸς ἀντιστρεφομένης τῆς ἀποφατικῆς ὑπαρχούσης. οἷον τὸ Α τῷ μὲν Β παντὶ ἐνδεχομένως, μηδενὶ δὲ τῶν Γ ὑπαρχόντως· εἰ οὖν τὸ Α οὐδενὶ τῶν Γ ὑπαρχόντως, οὐδὲ τὸ Γ οὐδενὶ τῶν Α ὑπαρχόντως· τὸ δὲ Α παντὶ τῷ Β ἐνδεχομένως· τὸ ἄρα Γ οὐδενὶ τῶν Β ἐνδεχομένως ὑπάρχει. ἀντιστραφέντος οὖν τοῦ συμπεράσματος (οὐ γὰρ τοῦ κατὰ τὸν διορισμόν ἐστιν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος ἀληθευομένου)3 [ἔχει ὅτι] καὶ τὸ Β οὐδενὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει. ἐδείχθη γὰρ ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον συναγόμενον τῆς μείζονος ἀποφατικῆς ληφθείσης· ἡ δὲ τοιαύτη ἀπόφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. ὅτι δὲ τοιοῦτον γίνεται τὸ συμπέρασμα καὶ οὐχὶ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, καὶ διὰ τῶν ἑξῆς μὲν δῆλον, προείρηκα 〈δὲ〉 καὶ ἀρχόμενος τοῦ δευτέρου σχήματος, ὅτι δεῖ καὶ ἐν τούτοις λαμβάνειν τὸ ἐν τοῖς συμπεράσμασιν ἐνδεχόμενον ὥσπερ ἐν τοῖς πρότερον. Ἐὰν δὲ ἀμφότεραι μὲν ὦσιν ἀποφατικαί, μεταληφθείσης μὲν τῆς ἐνδεχομένης εἰς καταφατικὴν γίνεται συλλογισμός, ὅτι τὸ Β οὐδενὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει, καὶ τὸ συμπέρασμα οὐ κατὰ τὸν διορισμόν· γίνεται γὰρ ἡ μείζων ἀποφατικὴ ὑπάρχουσα ἐν πρώτῳ σχήματι δι’ ἀντιστροφῆς, καθάπερ καὶ ἐν τοῖς πρότερον. ἐὰν δὲ ἀμφότεραι τεθῶσι καταφατικαί, ἀσυλλόγιστοί εἰσιν· εἰκότως· οὐ γὰρ μεταλαμβάνεται ἡ ἐνδεχομένη καταφατικὴ εἰς ἀποφατικήν, ἵνα, ὥσπερ ἐξ ἀμφοτέρων τῶν προτάσεων ἀποφατικῶν μεταληφθείσης τῆς ἐνδεχομένης εἰς καταφατικὴν γίνεται συλλογισμός, οὕτως καὶ ἐκ τῆς καταφατικῆς πάλιν εἰς τὴν ἀποφατικὴν ἡ μετάληψις ποιήσει συλλογιστικὴν συζυγίαν.
既然我们已经指明在第二格中由两个可能前提不能产生三段论,那么我们就转向混合前提;并且我们说,如果实有前提是肯定的而可能前提是否定的,无论前提如何设定,都不会产生任何三段论,这显而易见正如如果两者都是肯定的,就不能通过三段论得出任何结论一样明了。而当实有前提为肯定而可能前提为否定时不能通过三段论得出任何结论,其证明通过相同的词项也是相同的;因为这样一种结合被证明是不能构成三段论的,这既由于全称否定可能命题不能换位,也由于全称肯定实有命题甚至不能[全称地]换位;因为如果后者被换位,在第一格中大前提就会变成特称肯定命题。此外,还由于通过归谬法不能证明任何事情;因为当假设了可能结论或实有结论的对立命题时(如果有人说可能得出实有结论的话),在第一格中就会得出A实有地属于某些Γ,而原先设定了A可能不属于任何Γ,而这并非是不可能的。但是通过列举词项也同样如此;因为当取白、人与马时,它们表明得出的结论既非肯定的也非否定的可能命题,亦非实有命题,而是必然否定命题。然而,如果它是通过三段论得出的,结论本应当要么属于可能,要么属于实有;因为诸前提就是这样的。但是对于必然属于所有和必然不属于任何,都可以找到充足的词项:对于必然不属于任何,有白、人、马;因为正如所说过的,白可以被取为实有地属于其中之一的全部,而可能属于另一个,且人必然不属于任何马。而对于必然属于所有,有白、人、识字者;因为设白可能不属于任何人,而实有地属于所有识字者,并且人必然属于所有识字者。 然而,如果可能前提是全称肯定而实有前提是全称否定,当全称否定实有命题被换位时,就会产生三段论;因为这样就会产生第一格。并且结论是可能不属于任何,这一点无论否定实有前提被置于哪一方都成立;也就是说,即便小前提被取为全称否定实有命题而大前提被取为全称肯定可能命题,当否定实有命题被换位时,同样的三段论也会成立。首先必须说明由大前提为实有而小前提为可能所构成的结合。因为如果A实有地不属于任何B,B也实有地不属于任何A;而A可能属于所有Γ。但是在第一格中通过归谬法已经证明,这样一种结合得出了必然不属于任何,而这正是按照定义的可能的一半。同样地,即便小前提被取为全称否定实有命题而大前提被取为全称肯定可能命题,当否定实有命题被换位时,也会产生同样的三段论。例如,设A可能属于所有B,而实有地不属于任何Γ;那么,如果A实有地不属于任何Γ,Γ也实有地不属于任何A;而A可能属于所有B;因此Γ可能不属于任何B。所以,当结论被换位时(因为这不是按照定义的可能,而是就实有而言为真的可能),B也可能不属于任何Γ。因为在第一格中已经指明,当大前提被取为否定时会得出这样的结论;而这样一种否定命题是与自身换位的。至于结论成为这样而非按照定义的可能,通过下文是显而易见的,而且我在第二格开始时也已经预先说过,在这些〔情况〕中也必须像在前面的情况中一样来理解结论中的可能。 如果两者都是否定命题,那么当可能命题被转变为肯定命题时,就会产生三段论,即B可能不属于任何Γ,且结论并非按照定义的;因为在第一格中通过换位,大前提变为了否定实有命题,正如在前面的情况中一样。但如果两者都被设定为肯定命题,它们是不能构成三段论的;这是理所当然的;因为肯定可能命题并不能转变为否定命题,以致于像两个前提都是否定命题时可能命题转变为肯定命题就能产生三段论那样,由肯定向否定的转变也能重新产生构成三段论的结合。
- 1.2ὡς φανεροῦ δηλονότι ὄντος, εἰ ἀμφότεραι εἶεν καταφατικαί, [καὶ] μηδὲν συναχθήσεσθαι συλλογιστικῶς
由 ὡς 引出的属格绝对结构 φανεροῦ δηλονότι ὄντος(“显然明了的是……”),统辖着作为间接引语的不定式短语 μηδὲν συναχθήσεσθαι,其中嵌套了条件从句 εἰ ἀμφότεραι εἶεν καταφατικαί。
- 1.2τοῦ γὰρ ἀντικειμένου ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι, εἴ τις ὑπάρχον λέγοι δύνασθαι γίνεσθαι τὸ συμπέρασμα, ὑποτεθέντος συνάγεσθαι ἐν τῷ πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Γ ὑπάρχον
属格绝对结构 τοῦ ἀντικειμένου ... ὑποτεθέντος(“在设定了对立命题之后”),其中与格短语 ἢ τῷ ἐνδεχομένῳ συμπεράσματι ἢ τῷ ὑπάρχοντι 修饰 ἀντικειμένου,并插入了条件分句 εἴ τις ...;随后连接主述的不定式结构 συνάγεσθαι ... τὸ Α τινὶ τῷ Γ ὑπάρχον。
- 1.2οὐ γὰρ τοῦ κατὰ τὸν διορισμόν ἐστιν ἀλλὰ τοῦ κατὰ τοῦ ὑπάρχοντος ἀληθευομένου
表从属的谓语性属格结构,省略了主语(结论或可能概念),意为“它不是属于按定义的[可能],而是属于就实有而言为真的[可能]”。介词 κατά 分别以支配宾格(κατὰ τὸν διορισμόν,“按照定义”)和支配属格(κατὰ τοῦ ὑπάρχοντος,“就实有而言”)的形式并列对比使用。
