- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:53.33-55.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在总结了全称否定可能命题不换位之后,特米斯蒂乌斯探讨了第二格中两个前提均为可能命题的情况,并通过换位、归谬法和词项反例论证了无论何种前提组合都无法得出结论,因而是不能构成三段论的。
εἰ δὲ μὴ ἀκολουθεῖ τι ἀδύνατον, οὐδὲ διὰ τούτου ἄρα δειχθήσεται ἀντιστρέφουσα πρὸς ἑαυτὴν ἡ τοῦ ἐνδεχομένου καθόλου ἀπόφασις. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι οὐκ ἀντιστρέφει ἡ καθόλου ἀποφατικὴ ἐνδεχομένη. Ἐπεὶ δὲ εἴπομεν τὰ χρήσιμα ἡμῖν ἐσόμενα πρὸς τὴν διδασκαλίαν τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν, νῦν ἐπὶ τὰς συζυγίας αὐτὰς μετελευσόμεθα δεικνύντες, ὅτι οὐκ ἐνδέχεται ἐξ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι συλλογισμὸν γενέσθαι. δεῖ γὰρ ἐν τούτῳ τῷ σχήματι ἀνομοιοσχήμονας εἶναι τὰς συλλογιστικὰς προτάσεις·1 ἐνδεχομένων δὲ ἀμφοτέρων οὐσῶν ἀδύνατον αὐτάς, ὅπως ἂν ληφθῶσιν, ἀνομοιοσχήμονας εἶναι ἀεὶ τῆς ἀποφατικῆς μεταλαμβανομένης εἰς τὴν καταφατικήν. ὑποκείσθω γὰρ συζυγία ἐκ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς· οἷον τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχομένως τῷ δὲ Γ παντί· ταύτην οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὔτε τῇ τῶν ὅρων παραθέσει.2 καὶ ὅτι μὲν δι’ ἀντιστροφῆς οὐ δυνατόν, δῆλον· δέδεικται γάρ, ὅτι ἡ ἀπόφασις τοῦ ἐνδεχομένου οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. ἀλλ’ οὐδὲ διὰ τοῦ ἀδυνάτου· τεθέντος γὰρ τοῦ Β παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν συμβαίνει ψεῦδος· ἐνδέχοιτο γὰρ ἂν τὸ Α τῷ Γ καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν. οὐ δυνατὸν τοίνυν οὐδὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συμπέρασμά τι συναγαγεῖν ἐν δευτέρῳ σχήματι. ἔστω γὰρ τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενὶ τῷ δὲ Γ ἐνδέχεσθαι παντί. ἴδωμεν οὖν, εἰ δυνατὸν τῇ εἰς ἀδύνατον δείξει χρήσασθαι. ὑποκείσθω γὰρ συνάγειν, ὅτι τὸ Β ἐνδέχεται μηδενὶ τῷ Γ ὑπάρχειν· τοῦτο γὰρ συνῆγεν ἄν, εἴπερ συνῆγε· δεικνύομεν οὖν τοῦτο μὴ δυνατὸν τῇ δείξει 〈τῇ διὰ〉 τοῦ ἀδυνάτου. εἰ γὰρ ψεῦδος τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Γ τὸ Β’, ἔσται τὸ ‘οὐκ ἐνδέχεται μηδενί’ ἀληθές, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’. εἰ τοίνυν τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, τὸ δὲ Β ἀνάγκη τινὶ τῷ Γ, γίνεται τὸ πρῶτον σχῆμα ἐκ τῆς μείζονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀναγκαίας μερικῆς καταφατικῆς· συνάγει δὲ τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεσθαι· ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον τὸ παντὶ ἐνδεχόμενον ἐνδέχεσθαι μὴ παντί.3 οὕτως μὲν 〈οὖν〉 οὐ δυνατὸν τῇ δι’ ἀδυνάτου χρήσασθαι δείξει. ὅλως δέ, εἰ συνάγουσί τι συμπέρασμα αἱ τοῦ ἐνδεχομένου προτάσεις ἐν δευτέρῳ σχήματι, ἐνδεχόμενον συνάγουσιν, ἐπεὶ ἀμφότεραί εἰσιν ἐνδεχόμεναι· καὶ τοῦτο πάντως ἀνάγκη ἢ καταφατικὸν εἶναι ἢ ἀποφατικόν. εἰ μὲν οὖν καταφατικὸν ὑπόθοιτο εἶναι τὸ συμπέρασμα, πρῶτον μὲν ἄλογον τῆς μιᾶς ἀποφατικῆς οὔσης μὴ ἀποφατικὸν εἶναι τὸ συμπέρασμα, εἴ γε ἀληθὴς ὁ λόγος, ὅτι τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα. ἔπειτα ἐλέγχεται τὸ τοιοῦτον τῇ τῶν ὅρων παραθέσει, δι’ ὧν συνάγεται καὶ τὸ ‘ἀνάγκη μηδενί’· λευκὸν γὰρ ἐνδέχεται ἵππῳ μὲν μηδενὶ ὑπάρχειν ἀνθρώπῳ δὲ παντί, καὶ ὅμως ἵππος ἐξ ἀνάγκης ἀνθρώπῳ οὐχ ὑπάρχει. ὅτι μὲν οὖν οὐ γίνεται καταφατικὸν συμπέρασμα, δῆλον ἐξ ὧν διὰ τῶν ὅρων εὑρήκαμεν τὸ ἐξ ἀνάγκης μηδενὶ συναγόμενον· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πάντων τῶν καταφατικῶν. ὅτι δὲ οὐδὲ ἀποφατικὸν ἐνδεχόμενον συνάγεται, δῆλον ἐξ ὧν τὸ ἀναγκαῖον ἀποφατικὸν διὰ τῶν ὅρων συνηγάγομεν· τοῦτο γὰρ ἀναιρετικόν ἐστι πασῶν τῶν τοῦ ἐνδεχομένου προτάσεων. ὥστε οὔτε καταφατικὸν οὔτε ἀποφατικὸν ἐνδεχόμενον συνάγεται. ταῦτα μὲν οὖν εἰρήσθω τῆς μείζονος οὔσης ἀποφατικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος καταφατικῆς. ἀλλὰ δὴ κἂν ἀμειφθείη ἡ τάξις καὶ ἡ μὲν μείζων εἴη καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, καὶ οὕτως ἀσυλλόγιστος ἡ συζυγία. ὁμοίως δέ, κἂν ὁμοιοσχήμονες ὦσιν αἱ προτάσεις· ἐπὶ πασῶν γὰρ τούτων τῶν συζυγιῶν οἱ προσεχῶς εἰρημένοι ὅροι πρὸς τὸ δεῖξαι αὐτὰς ἀσυλλογίστους ἀρκέσουσι τὸ ἀναγκαῖον ἀποφατικὸν συνάγοντες. καὶ ὅταν ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους ἢ ἀμφότεραι κατὰ μέρος ἢ ἀδιόριστοι ἢ ὁσαχῶς ἄλλως ἐνδέχεται μεταλαβεῖν τὰς προτάσεις· πᾶσαι γὰρ ἔσονται ἀσυλλόγιστοι· συνάγουσι γὰρ διὰ τῶν αὐτῶν ὅρων καὶ τὸ παντὶ καὶ οὐδενὶ ἐξ ἀνάγκης. φανερὸν οὖν, ὅτι ἐν δευτέρῳ σχήματι ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν οὐκ ἔσται συλλογισμός.
而如果没有某种不可能的事情随之而来,那么通过这一途径,全称否定可能命题也就不会被证明能够与自身换位。因此,从所说的话中可以明白,全称否定可能命题是不换位的。 既然我们已经陈述了对我们教学第二格三段论将有用的事情,现在我们就转入这些组合本身,指出在两个前提都是可能命题的情况下,第二格中不可能产生三段论。因为在这一格中,构成三段论的前提命题必须是不同形的;但是当两个前提都是可能命题时,无论它们如何被设定,由于否定命题总是转变为肯定命题,它们都不可能是不同形的。因为假设一个由大前提为否定、小前提为肯定所构成的组合;例如,A可能不属于任何B,而属于所有Γ;要证明这一组合,无论通过换位还原为第一格,还是通过归谬法,抑或是通过列举词项,都是不可能的。而通过换位是不可能的,这一点很清楚;因为已经证明,可能命题的否定命题不能与自身换位。但是通过不可能之法也是不行的;因为在设定了B可能属于所有Γ之后,并不会得出任何假的事情;因为A可能既属于所有Γ,也可能不属于任何Γ。因此,即使通过归谬法也不可能在第二格中得出任何结论。因为设A可能不属于任何B,而可能属于所有Γ。那么让我们看一看,是否可能使用通过不可能的证明。因为假设得出B可能不属于任何Γ;因为如果它确实能得出结论,它就会得出这个结论;我们于是证明,通过归谬法的证明这是不可能的。因为如果“B可能不属于任何Γ”是假的,“并非可能不属于任何”就将是真的,而这与“必然属于某些”是同一的。那么,如果A可能不属于任何B,而B必然属于某些Γ,就由大前提为可能否定、小前提为必然特称肯定构成了第一格;而它得出的结论是A并非可能属于所有Γ;但是A原先也是可能属于所有的,而可能属于所有的事物可能不属于所有,这完全没有任何不可能之处。因此,以这种方式是不可能使用归谬法的证明的。总的来说,如果在第二格中这些可能前提得出了某种结论,既然两者都是可能命题,它们得出的就会是可能命题;而这结论完全必然要么是肯定的,要么是否定的。如果有人假设结论是肯定的,首先,在一前提是否定的情况下结论却不是否定的,这是不合理的,假若“结论跟随前提中较弱的一方”这一论断是真的话。其次,这样的设想通过列举词项被驳倒,通过这些词项甚至得出了“必然不属于任何”;因为白可能不属于任何马,但属于所有的人,然而马必然不属于任何人类。因此,不能得出肯定的结论,这从我们通过词项发现了“必然不属于任何”被得出这一点上是显而易见的;因为这消除了所有的肯定命题。而不能得出否定的可能结论,从我们通过词项得出了必然否定命题也是显而易见的;因为这消除了所有可能命题。所以既不能得出肯定的可能结论,也不能得出否定的可能结论。以上是就大前提为可能否定而小前提为肯定而言的。然而,即便顺序倒转,大前提为肯定而小前提为否定,这样一来该组合同样是不能构成三段论的。同样地,即便诸前提命题是同形的也是如此;因为在所有这些组合中,刚才所说的词项通过得出必然否定命题,都足以证明它们不能构成三段论。并且当一前提为全称而另一前提为特称时,或者两者都是特称,或者是不定命题,或者以其他无论多少种可能变换前提的方式,全都是不能构成三段论的;因为通过相同的词项,它们既能得出必然属于所有,也能得出必然不属于任何。因此显而易见,在第二格中,当两个前提命题都是可能命题时,将不会产生三段论。
- 1.2ἀνομοιοσχήμονας εἶναι τὰς συλλογιστικὰς προτάσεις
指出了第二格的规则,即前提在质上必须互不相同(一肯定一否定,即“不同形”)。紧随其后的属格独立结构 ἀεὶ τῆς ἀποφατικῆς μεταλαμβανομένης εἰς τὴν καταφατικήν(“由于否定命题总是转变为肯定命题”)解释了当两个前提均为可能命题时,由于双向可能性的等价互换,它们无法实质上保持相异的质。
- 1.2ταύτην οὔτε δι’ ἀντιστροφῆς δεῖξαι δυνατὸν ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ οὔτε τῇ τῶν ὅρων παραθέσει
句子的骨架是由 οὔτε... οὔτε... οὔτε... 并列的三种证明手段构成的。分词 ἀνάγοντας 是不定式 δεῖξαι 的逻辑主语(泛指论证者)的宾格,修饰通过换位将其还原为第一格这一操作。
- 1.2συνάγει δὲ τὸ Α οὐ παντὶ τῷ Γ ἐνδέχεσθαι· ἦν δὲ καὶ παντὶ ἐνδεχομένως, καὶ οὐδὲν ἀδύνατον τὸ παντὶ ἐνδεχόμενον ἐνδέχεσθαι μὴ παντί
说明从第一格得出的结论“A并非可能属于所有Γ”与原先的小前提“可能属于所有Γ”并不相悖而是可以共存的。在双向可能性的定义下,“可能属于所有”与“可能不属于所有”同时成立,因此并未推导出不可能的后果,归谬法在此失效。
