- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:52.21-53.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯驳斥了企图通过归谬法证明全称否定可能命题换位的做法。他指出,“并非可能不属于任何”包含了“必然属于某些”与“必然不属于所有”两者,而由于后者并不导致任何不可能的后果(因为它根本不能换位),归谬法因而不能成立。
οὐκ ἄρα τὸ ‘ἀνάγκη τινί’ ἀληθές, τουτέστι τὸ ‘οὐκ ἐνδέχεται μηδενί’· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β’. οὕτω μὲν οὖν ἡ δοκοῦσα διὰ τοῦ ἀδυνάτου δεῖξις δεικνύναι ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην. ἐλεγκτέον οὖν αὐτὴν οὐκ οὖσαν ἀληθῆ οὕτως· οὐ δεῖ, ὡς τῇ ‘ἀνάγκη τινί’ ὑποτεθείσῃ ἀδύνατόν τι ἠκολούθησε, τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’ λέγειν ἀληθὲς εἶναι καὶ διὰ τοῦτο ἀντιστρέφειν οἴεσθαι πρὸς ἑαυτὴν τὴν τοῦ ἐνδεχομένου ἀπόφασιν· ἡ γὰρ ‘οὐκ ἐνδέχεται μηδενί’, ἣν ὑπεθέμεθα, ἵνα δείξωμεν τὸ ἀδύνατον, οὐ μόνον τὴν ‘ἀνάγκη τινί’ περιέχει ἀλλὰ καὶ τὴν ‘ἀνάγκη μὴ παντί’. εἰ τοίνυν τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου μέρη εἰσί (περιέχονται γὰρ ὑπ’ αὐτῆς), οὐ δεῖ τῷ ἑνὶ μόνῳ αὐτῆς μέρει δεῖξαι τὸ ἀδύνατον ἀκολουθοῦν τῷ ‘ἀνάγκη τινί’, ἀλλὰ καὶ τῷ ‘ἀνάγκη μὴ παντί’. δεῖ οὖν καὶ ταύτην ὑποθέσθαι καὶ δεῖξαι ἀδύνατόν τι ἀκολουθοῦν, ἵνα τῇ ὅλῃ προτάσει τῇ ‘οὐκ ἐνδέχεται μηδενί’, τουτέστι τοῖς μέρεσιν αὐτῆς πᾶσι, δείξαντες ἀκολουθοῦν τὸ ἀδύνατον τότε τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην εἰσαγάγωμεν τὴν ‘ἐνδέχεται μηδενί’· ὅλον γὰρ δεῖ δεῖξαι πρὸς ἑαυτὸ τὸ ἐνδεχόμενον ἀντιστρέφον, τουτέστι τὴν ὅλην πρότασιν ὅλην πρὸς ἑαυτὴν καὶ οὐ πρὸς τὸ ἥμισυ. ἀλλὰ μὴν τῇ ‘ἀνάγκη μὴ παντί’ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ· τὴν γὰρ ἀρχὴν οὐδὲ ἀντιστρέφει·1 δῆλον ἄρα, ὅτι οὐκ ἔστι χρησαμένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι τὴν ἀποφατικὴν ἐνδεχομένην πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. ὥσπερ οὖν εἴ τις ἀξιώσει ἀντιστρέφειν πρὸς ἑαυτὴν τὴν καθόλου καταφατικὴν καὶ λέγοι οὕτως ‘ἐπεὶ τῷ Γ παντὶ τὸ Δ ἐνδέχεται ὑπάρχειν, καὶ τῷ Δ τὸ Γ παντὶ ἐνδέχεται ὑπάρχειν’, εἶτα τοῦτο ἐπιχειροίη κατασκευάζειν (εἰ γὰρ ψεῦδος τὸ παντὶ 〈τὸ Γ〉 τῷ Δ ἐνδέχεσθαι ὑπάρχειν, ἀληθὲς ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντὶ τῷ Δ τὸ Γ’), εἶτα ἀντὶ τούτου παραλάβοι τὸ ‘ἀνάγκη μὴ παντί’, κακῶς ποιεῖ, διότι ἐπί τινων ὅρων τὸ Γ τῷ Δ παντὶ ὑπάρχει, οὕτω δὲ παντὶ ὑπάρχει, ὡς τισὶ μὲν ἐξ ἀνάγκης ὑπάρχειν τισὶ δὲ ὑπαρχόντως· καὶ διὰ τοῦτο συμβαίνει, διὰ τὸ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, ἀληθεύειν τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Δ τὸ Γ’, διότι δὲ πάλιν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχει, ἀληθεύειν τὸ ‘ἀνάγκη τινί’· οἷον ἔστω κινούμενον καὶ σῶμα· λέγω οὕτως· κινούμενον παντὶ σώματι ὑπαρχόντως, καὶ ἔστιν ἀληθὴς ὁ λόγος· δύναμαι ἐπὶ τούτων τῶν ὅρων ἀντιστρέψας εἰπεῖν καὶ ὅτι σῶμα παντὶ κινουμένῳ ὑπάρχει· ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης οἷον τῇ κυκλοφορίᾳ τοῦ οὐρανοῦ, τινὶ δὲ οὐκ ἐξ ἀνάγκης οἷον τῇ βαδίσει· οὐδὲ γὰρ ἀεὶ συνυπάρχουσιν ἀλλήλοις σῶμα καὶ βάδισις· διόπερ οὐκ ἀναγκαίως ἡ συνύπαρξις αὐτῶν· ὥστε οὐ καλῶς τις λαμβάνει, ὅτι, εἰ μὴ τὸ Γ τῷ 〈Δ〉 ἐνδέχεται παντί, ἀνάγκη μὴ παντὶ μόνως· δέδεικται γάρ, ὅτι δυνατὸν εὑρεῖν ὅρους τὸ ὑπάρχειν παντὶ τῷ Δ τὸ Γ συναγαγόντας· εἰ δὲ παντὶ ὑπάρχει, ψεῦδος τὸ λέγειν, ὅτι ἀνάγκη μὴ παντὶ μόνως, ἀλλ’ ὅτι καὶ ἀνάγκη τινί· ὥστε τῷ ἐνδέχεσθαι παντὶ δύο ἀντίκεινται προτάσεις, ἥ τε ‘ἀνάγκη μὴ παντί’ καὶ ἡ ‘ἀνάγκη τινί’, καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη μὴ παντί’ μόνην παραλαμβάνειν ὡς ἀντιφατικήν. ὡσαύτως δὲ καὶ τῇ ‘ἐνδέχεται μηδενί’ αἱ αὐταὶ δύο ἀντίκεινται, καὶ οὐ δεῖ τὴν ‘ἀνάγκη τινί’ μόνην παραλαμβάνειν τοὺς εἰς ἀδύνατόν τι βουλομένους ἀπαγαγεῖν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ εἰσάγειν τὸ ‘ἐνδέχεται μηδενί’. δῆλον οὖν ἡμῖν ἐστιν, ὅτι τοῦ ὁρισθέντος ἡμῖν ἐξ ἀρχῆς ἐνδεχομένου, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ2 (ἔστι γὰρ καὶ τὸ κοινότερον λεγόμενον ἐνδεχόμενον, ὡς πολλάκις εἰρήκαμεν), καὶ τῇ ἀποφάσει τῇ ‘ἐνδέχεται μηδενί’ καὶ τῇ καταφάσει τῇ ‘ἐνδέχεται παντί’ δύο εἰσὶ καὶ τὰ αὐτὰ ἑκάστῳ ἀντικείμενα, τὸ ‘ἀνάγκη τινί’ καὶ ‘ἀνάγκη μὴ παντί’. ὥστε τοὺς κεχρημένους τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐφ’ ἑκατέρᾳ τῶν προτάσεων τούτων ἀμφότερα δεῖ λαμβάνειν τὰ ἀντικείμενα. ὑποτεθέντος δὲ τοῦ ‘ἀνάγκη μὴ παντί’ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ὥστε οὐ γίνεται συλλογισμός, τουτέστιν οὐδὲν ἀδύνατον συμπέρασμα ἡμῖν ἀκολουθήσει.
因此“必然属于某些”,即“并非可能不属于任何”,不是真的;而如果这是假的,“B可能不属于任何A”就是真的。这样,通过不可能的证明(归谬法)似乎就证明了全称否定可能命题是换位的。那么,因为它并非真实,必须如下反驳它:不应当因为在假设了“必然属于某些”之后得出了某种不可能的结论,就断言矛盾对立的“可能不属于任何”是真的,并因此认为可能命题的否定命题能够与自身换位。因为我们为了展示不可能之结论而假设的“并非可能不属于任何”,不仅包含“必然属于某些”,而且也包含“必然不属于所有”。于是,如果必然命题的两个特称命题都是“并非可能不属于任何”的部分(因为它们都被它所包含),那么就不应当仅对它的一个部分即“必然属于某些”展示不可能性随之而来,而必须对“必然不属于所有”也展示出来。因此必须同样假设这一命题,并展示某种不可能性随之而来,以便在我们对整个命题“并非可能不属于任何”即对其所有部分展示出不可能性随之而来之后,那时才引入与它矛盾对立的“可能不属于任何”;因为必须证明整个可能命题与自身换位,即整个命题作为一个整体与自身换位,而不是与它的一半换位。然而实际上,在假设了“必然不属于所有”之后,并没有任何不可能的事情随之而来;因为根本上它甚至不能换位;因此显然,使用归谬法的人不可能证明否定可能命题能够与自身换位。正如如果有人要求全称肯定命题与自身换位,并且这样说:“既然Δ可能属于所有Γ,Γ也可能属于所有Δ”,然后企图确立这一点(因为如果Γ可能属于所有Δ是假的,那么“Γ并非可能属于所有Δ”就是真的),随后用“必然不属于所有”代替这个命题,那么他做得并不恰当,因为在某些词项上Γ实然地属于所有Δ,然而这样属于所有,乃是对于某些必然属于而对于某些实然属于;并且因此,由于不必然属于所有,就会导致“Γ必然不属于所有Δ”为真,又因为对于某些必然属于,导致“必然属于某些”也为真;例如设词项为“运动的”与“物体”;我这样说:运动的实然地属于每个物体,而这论断是真的;在这些词项上我换位后也可以说,物体属于每个运动的事物;但对于某些是必然的,例如天体的圆周运动,而对于某些则不是必然的,例如步行;因为物体与步行并不总是彼此共存;所以它们的共存不是必然的;因此某人若认定如果Γ并非可能属于所有Δ就仅仅是必然不属于所有,这是不对的;因为已经证明,可以找到得出Γ实然属于所有Δ的词项;而如果属于所有,说仅仅是必然不属于所有就是假的,而是说也必然属于某些;所以对于“可能属于所有”,有两个命题与之对立,即“必然不属于所有”和“必然属于某些”,而不应当把“必然不属于所有”单独当作矛盾命题来采用。同样地,对于“可能不属于任何”,也是相同的这两个命题与之对立,那些想要归谬并引入“可能不属于任何”作为“并非可能不属于任何”的矛盾对立面的人,不应当仅仅采用“必然属于某些”。因此我们很清楚,对于我们从一开始所定义的可能事物(它不是必然的,但被设定后没有任何不可能的事物随之而来;因为正如我们屡次说过的,也有更通常意义上所说的可能事物),对于否定命题“可能不属于任何”和肯定命题“可能属于所有”,与各自对立的都有两个且是相同的,即“必然属于某些”和“必然不属于所有”。因此,在这些命题的每一个上使用归谬法的人,都必须把两个对立命题都取来。但是一旦假设了“必然不属于所有”,没有任何不可能的事情随之而来,因而三段论不能成立,也就是说我们不会得出任何不可能的结论。
- 1.2τὴν γὰρ ἀρχὴν οὐδὲ ἀντιστρέφει
τὴν ἀρχήν 用作宾格副词,意为“根本”、“起初”,在此与否定词连用,表示“根本就不(换位)”。
- 1.2οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ
关系代词属格 οὗ 引领了两个独立属格分词 μὴ ὄντος ἀναγκαίου 与 τεθέντος,意为“它既非必然,而被设定后又没有任何不可能的事物随之而来”,表达了亚里士多德关于可能的标准定义。
