- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:51.10-52.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
提斯提乌斯从三个角度论证了全称否定可能前提命题(“可能不属于任何B”)不能与自身换位(“可能不属于任何A”):基于命题本身性质(通过换质推导出全称肯定命题与自身换位的不合理性)、基于具体词项的举例(白与人、运动与人),以及指出通过归谬法同样不能证明其换位成立。
πρῶτον μὲν οὖν ἐπ’ αὐτῶν τῶν προτάσεων καὶ τῶν καθόλου λόγων γυμνάσομεν τὸν λόγον, ὅτι τοῦτο ἀδύνατον τὸ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, ἔπειτα διὰ τῆς τῶν ὅρων παραθέσεως (παραδειγματικὴ δὲ ἡ τοιαύτη πίστις), καὶ τρίτον, ὅτι οὐδ’, ὡς ἄν τις ὑπολάβοι, οὐδὲ διὰ τῆς 〈εἰς〉 ἀδύνατον δείξεως δυνατὸν πιστώσασθαι, ὅτι πρὸς ἑαυτὴν ἀντιστρέφει ἡ τοῦ καθόλου ἐνδεχομένου ἀποφατική. πρῶτον οὖν δι’ αὐτῶν τῶν προτάσεων δείκνυμι οὕτως τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενος. οὐκ ἐπειδὴ τὸ Α τῶν Β ἐνδέχεται μηδενί, δυνατὸν ἀντιστρέψαντας εἰπεῖν, ὅτι καὶ τὸ Β ἐνδέχεται μηδενὶ τῶν Α. εἰ γὰρ δυνατόν, ὑποκείσθω ἀντιστρέφειν καὶ τὸ Α μηδενὶ τῶν Β ἐνδέχεσθαι καὶ τὸ Β μηδενὶ τῶν Α ἐνδέχεσθαι. εἰ τοίνυν μηδενὶ τῶν Α τὸ Β ἐνδέχεται, καὶ παντὶ ἄρα ἐνδέχεται, ὅτι αἱ προτάσεις τοῦ ἐνδεχομένου πρὸς ἑαυτὰς ἀντιστρέφουσι πᾶσαι,1 αἵ τε καταφάσεις πρὸς τὰς ἀποφάσεις καὶ 〈αἱ〉 ἀποφάσεις πρὸς τὰς καταφάσεις, οἷον αἱ ἐναντίαι, ἡ ‘πᾶς’ καὶ ἡ ‘οὐδείς’· ἀντιστρέφουσι γὰρ αὗται πρὸς ἀλλήλας, ἥ τε ‘οὐδείς’ πρὸς τὴν ‘πᾶς’ καὶ ἀνάπαλιν καὶ ἡ ‘τίς’ πρὸς τὴν ‘οὐ πᾶς’. οὕτω μὲν αἱ ἐναντίαι· αἱ δὲ ἀντιφατικαὶ ἀντιστρέφουσιν ἡ μὲν ‘πᾶς’ πρὸς τὴν ‘οὐ πᾶς’ ἡ δὲ ‘οὐδείς’ πρὸς τὴν ‘τίς’, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν ἡ ‘τίς’ πρὸς τὴν ‘οὐδείς’, οὐδὲ ἡ ‘οὐ πᾶς’ πρὸς τὴν ‘πᾶς’· εἴρηται γὰρ ἡμῖν ἤδη ἐν τῷ περὶ τούτων λόγῳ, ὅτι τὰ μὲν καθόλου εἰσάγει τὰ μερικά, οὐκέτι δὲ τὰ μερικὰ τὰ καθόλου. εἰ τοίνυν μηδενὶ τῶν Α τὸ Β ἐνδέχεται ὑπάρχειν, καὶ παντὶ ἄρα ἐνδέχεται. πάλιν εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται (τοῦτο γὰρ ὑπόκειται ἐξ ἀρχῆς), διὰ τὴν αὐτὴν αἰτίαν, ἣν εἴπομεν, καὶ παντὶ τῷ Β τὸ Α ἐνδέχεται· ὥστε συνάγεται ἐκ τούτου, ὅτι, ἐπεὶ τῷ Β παντὶ τὸ Α ἐνδέχεται, καὶ τῷ Α παντὶ τὸ Β ἐνδέχεται. ἡ ἄρα καθόλου καταφατικὴ ἐνδεχομένη, ὡς ἔφθην εἰπών, πρὸς ἑαυτήν, εἰ πρὸς τὴν καθόλου ἀποφατικήν, ἀντιστρέψει * * *. οὐδὲ γάρ, εἰ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, διότι κεῖται ἐνδέχεσθαι μηδενί, ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι παντί· γίνεται γὰρ οὕτως ἡ καθόλου καταφατική, ὡς ἔφθην εἰπών, πρὸς ἑαυτὴν ἀντιστρέφουσα, ὅπερ οὐκ ἔστιν ἀληθὲς οὐδὲ κατ’ ἐκείνους, οἷς τοὐναντίον ἡμῖν δοκεῖ. ἰδοὺ γοῦν τὸ μὲν λευκὸν ἐνδέχεται παντὶ ἀνθρώπῳ, ἐπεὶ καὶ μηδενί· οὐκέτι μέντοι τὸν ἄνθρωπον ἐνδέχεται παντὶ λευκῷ εἶναι· τισὶ γὰρ λευκοῖς ἐξ ἀνάγκης οὐχ ὑπάρχει ὡς κύκνῳ, χιόνι, μυρίοις ἄλλοις. εἰ δὲ ψεῦδος τὸ ἐνδέχεσθαι τὸν ἄνθρωπον παντὶ λευκῷ, ψεῦδος καὶ τὸ ἐνδέχεσθαι μηδενί, ὥστε οὐκ εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· οὐ γὰρ τὸ μηδενὶ [καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· οὐ γὰρ τὸ μηδενὶ] ὑπάρχον ἤδη καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. ληπτέον δὲ κάλλιον τοὺς ὅρους λαμβάνοντας κίνησιν καὶ ἄνθρωπον. κίνησις μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐπειδὴ καὶ παντί, ἄνθρωπον δὲ ἀδύνατον μηδεμιᾷ κινήσει ὑπάρχειν· εἰ γὰρ ἐνδέχεται μηδεμιᾷ κινήσει ἄνθρωπον ὑπάρχειν, καὶ πάσῃ ἐνδέχεται· τοῦτο δὲ ἀδύνατον· τινὶ γὰρ κινήσει ἐξ ἀνάγκης οὐχ ὑπάρχει οἷον τῇ κυκλοφορικῇ. Ἀλλὰ μὴν οὐδέ, δι’ ἧς ἄν τις ὑπονοήσει δείξεως, λέγω δὲ διὰ τῆς εἰς ἀδύνατον, τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην πρότασιν δείξει πρὸς ἑαυτὴν ἀντιστρέφουσαν. οἷον εἰ τὸ Α οὐδενὶ τῶν Β ἐνδέχεται, λέγω, ὅτι καὶ τὸ Β οὐδενὶ τῶν Α ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τῶν Α τὸ Β’, ὅπερ ταὐτὸν τῷ ‘ἀνάγκη τινί’·2 ὃ γὰρ οὐκ ἐνδέχεται μηδενί, τοῦτο ἀνάγκη τινί. ἐπεὶ οὖν τὸ Β ἐξ ἀνάγκης τινὶ τῶν Α ὑπάρχει, ὡς ἡ ὑπόθεσις, καὶ τὸ Α ἄρα τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχει· ἀντιστρέφει γὰρ ἐν παντὶ τρόπῳ τὰ μερικὰ πρὸς ἑαυτά·3 ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι μηδενὶ τὸ Α τῶν Β· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται μηδενὶ καὶ ἀνάγκη τινί, ὅπερ ἀδύνατον.
首先,我们将依据前提命题本身和普遍论理来探讨这一论证,即全称否定[可能命题]能够换位是不可能的;其次,通过词项的列举(这种确证是通过实例进行的);第三,即便通过归谬法(正如有人可能设想的那样),也不可能确证全称可能的否定命题能够与自身换位。那么,首先通过前提命题本身,借助归谬法,我做如下证明。并非因为A可能不属于任何B,换位之后便可以说B也可能不属于任何A。因为如果可能,就假设它能够换位,即A可能不属于任何B,且B可能不属于任何A。于是,如果B可能不属于任何A,那么它也可能属于所有[A],因为可能命题都与自身互换(换质),肯定命题与否定命题互换,否定命题也与肯定命题互换,例如相反命题,“所有”与“没有一个”;因为这些命题彼此互换,“没有一个”与“所有”互换,反之亦然,且“某个”与“并非所有”互换。相反命题正是如此;而矛盾命题则是“所有”与“并非所有”互换,“没有一个”与“某个”互换,但不再反过来由“某个”与“没有一个”互换,也不是“并非所有”与“所有”互换;因为在我们关于这些问题的论述中已经说过,全称命题可以导出特称命题,但特称命题不再能导出全称命题。因此,如果B可能不属于任何A,那么它也可能属于所有[A]。再次,如果A可能不属于任何B(因为这从一开始就是被假设的),由于我们说过的同一原因,A也可能属于所有B;因此由此得出结论:既然A可能属于所有B,B也可能属于所有A。所以,全称肯定可能命题正如我早先所说,如果对于全称否定命题[换位],就会与自身换位* * *。因为即使A可能属于所有B(因其被设定为可能不属于任何B),也并不必然B也可能属于所有A;因为这样一来全称肯定命题就会如我早先所说的那样与自身换位,而这即使在持有与我们相反看法的人那里也不是真的。你看,无论如何白可能属于每个人,既然它也可能不属于任何人;然而人却不再可能属于每一个白的东西;因为对于某些白的东西,例如天鹅、雪以及无数其他事物,人必然不属于。如果人可能属于每一个白的东西是假的,那么可能不属于任何白的东西也是假的;因此并非如果A可能不属于任何B,B也就可能不属于任何A;因为实然地不属于任何者,并非就已经是在可能意义上不属于。然而,选取运动与人这两个词项来把握这一点会更好。因为运动可能不属于任何人,既然它也可能属于所有人,但人却不可能不属于任何运动;因为如果人可能不属于任何运动,也就可能属于所有运动;但这是不可能的;因为对于某种运动,例如圆周运动,人必然不属于。 再者,即便通过某人可能会揣想的论证——我是说通过归谬法——也不能证明全称否定可能前提命题能够与自身换位。例如,如果A可能不属于任何B,我说B也可能不属于任何A。因为如果这是假的,对立的命题即“B并非可能不属于任何A”将是真的,这与“必然属于某些”是相同的;因为并非可能不属于任何者,乃是必然属于某些。因此,既然B必然属于某些A,正如假设所示,那么A也就必然属于某些B;因为在每种样态中特称[肯定]命题都与自身换位;但先前也已假设A可能不属于任何B;因此同一事物对于同一事物既可能不属于任何,又必然属于某些,而这是不可能的。
- 1.2ἀντιστρέφουσι πᾶσαι
此处的 ἀντιστρέφειν 并非指交换主项与谓项的常规“换位”(conversio),而是指可能模态中肯定与否定之间的相互转换,即“换质”(质的转换)。紧随其后的说明 αἵ τε καταφάσεις πρὸς τὰς ἀποφάσεις 明确证实了这一用法。
- 1.2ὅπερ ταὐτὸν τῷ ‘ἀνάγκη τινί’
全称否定可能命题的矛盾对立命题 οὐκ ἐνδέχεται μηδενί(并非可能不属于任何)被视为等同于 ἀνάγκη τινί(必然属于某些)。这是基于亚里士多德对可能的定义(既非必然亦非不可能),对“可能不属于”的否定即归结为“必然属于”。
- 1.2ἀντιστρέφει γὰρ ἐν παντὶ τρόπῳ τὰ μερικὰ πρὸς ἑαυτά
语境中的 τὰ μερικά(特称命题)具体指“特称肯定命题”。特称否定命题不能自身换位,而特称肯定命题(此处为特称必然肯定命题“B必然属于某些A”)可以换位为“A必然属于某些B”。
