- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:49.27-51.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过归谬法完成了对第一格中实然命题、必然命题与可能命题混合推论的证明并总结其不完备性,进而转向第二格,探讨两个可能前提的组合以及与实然、必然前提混合时的推论有效性条件、结论性质及换位的必要性。
τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τὸ Α τῷ Γ παντὶ ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο· οὐκοῦν ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ μὴ παντὶ ὑπάρχειν, ὅπερ δεῖξαι προὔκειτο. ὁμοίως δέ, κἂν τὴν ἐλάττονα ἐνδεχομένην μερικὴν ἀποφατικὴν ὑποθώμεθα, ἵνα ὁμοιοσχήμων γένηται ἡ συζυγία ἐξ ἀμφοτέρων ἀποφατικῶν, τὸ αὐτὸ πάλιν * * * *. * * * τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης τὸ μὴ ὑπάρχειν συνήγετο συμπέρασμα καὶ τὸ μὴ ἐνδέχεσθαι ὑπάρχειν τὸ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατηγορούμενον.1 [ἀπορία.] ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἐνδεχόμενον ἦν τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, ἡνίκα ἡ μείζων ἀποφατικὴ ἦν ὑπάρχουσα ἡ δὲ ἐλάττων καταφατικὴ ἐνδεχομένη· καίτοι ἀνωτέρω ἔλεγον, ὅτι ἐπὶ τῆς τοιαύτης μίξεως κατὰ ταύτην τὴν συζυγίαν οὐ συνάγεται τὸ ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἐξ ἀνάγκης. [λύσις.] λέγομεν οὖν, ὅπερ κἀκεῖ εἰρήκαμεν, ὅτι τὸ οὐδενὶ ἐξ ἀνάγκης περιεκτικόν ἐστι καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου. ἐπειδὴ οὖν τὸ οὐδενὶ ἐξ ἀνάγκης κατά τί ἐστιν ἐνδεχόμενον, εἰ καὶ μὴ τὸ κατὰ τὸν διορισμόν, διὰ τοῦτό φημι, ὅτι τοῦ ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα. δῆλον δὲ καὶ ὅτι πάντες ἀτελεῖς εἰσιν οἱ συλλογισμοί, ἐν οἷς ἡ ἐλάττων ἐνδεχομένη τῆς μείζονος ὑπαρχούσης οὔσης ἢ ἀναγκαίας· διὰ γὰρ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τῆς μεταλήψεως δείκνυνται ὄντες συνακτικοί, ἥτις 〈εἰς〉 ἀδύνατον ἀπαγωγὴ γίνεται διά τινος τῶν κειμένων σχημάτων. Σχῆμα δεύτερον. Ἐπεὶ δ’ εἴρηται ἡμῖν περὶ πασῶν τῶν ἐν τῷ πρώτῳ μίξεων, μεταβατέον ἐπὶ τὸ δεύτερον σχῆμα. ἰστέον, ὡς ἐν τούτῳ τῷ σχήματι ἐκ δύο ἐνδεχομένων οὐ γίνεται συλλογισμὸς οὔτε καταφατικῶν οὔτε ἀποφατικῶν οὐσῶν, οὔτε ἂν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, οὔτ’ ἂν ἀμφότεραι καθόλου ὦσιν, οὔτε ἂν ἡ ἑτέρα ἐπὶ μέρους. τὸ δ’ αἴτιον, ὅτι ἐν δευτέρῳ σχήματι ἐδείχθη ἀδύνατον ἐκ δύο καταφατικῶν προτάσεων γίνεσθαι συλλογισμόν. διὸ οὐδ’ ἐξ ἀμφοτέρων ἐνδεχομένων· κἂν γὰρ ἀποφατικαὶ ληφθῶσι, τῷ ἀντιστρέφειν ταῖς ἀποφατικαῖς τὰς καταφατικὰς ἐνδεχομένας ἴσον δυνήσονται ταῖς καταφατικαῖς.2 ὅταν δὲ ἡ μὲν ὑπάρχουσά ἐστιν ἡ δὲ ἐνδεχομένη, ὅταν ἡ καταφατικὴ πρότασις ὑπάρχουσά ἐστιν, οὐδέποτε ἔσται συλλογισμός· κἂν γὰρ ἡ ἀποφατικὴ ᾖ ἐνδεχομένη, διὰ τὸ πάλιν μεταλαμβάνεσθαι τὴν ἀποφατικὴν εἰς καταφατικὴν καὶ ὁμοιοσχήμονας γίνεσθαι τὰς προτάσεις ἀσυλλόγιστοι αἱ τοιαῦται συζυγίαι. ὅσαι δὲ ἀποφατικὴν τὴν ὑπάρχουσαν ἔχουσι, τῆς ἐνδεχομένης ὡς ἔτυχεν ἐχούσης, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς, πάντως γίνεται συλλογιστικὴ ἡ συζυγία· μένει γὰρ ἡ συζυγία τηνικαῦτα ἀνομοιοσχήμονας ἔχουσα τὰς προτάσεις διὰ τὸ [εἰς] ἀποφατικὴν εἶναι τὴν ὑπάρχουσαν, καταφατικὴν δὲ τὴν ἐνδεχομένην, κατὰ δὲ τὰ ἡμῖν δοκοῦντα, κἂν ἀποφατικὴ ᾖ ἡ ἐνδεχομένη, δύνασθαι ταύτην εἰς καταφατικὴν μεταληφθῆναι καὶ ποιεῖν ἀνομοιοσχήμονα τὴν συζυγίαν. δεῖ δὲ τὴν ἀποφατικὴν ὑπάρχουσαν καθόλου εἶναι διὰ τὸ ἀντιστρέφειν δύνασθαι πρὸς ἑαυτήν· εἰ γὰρ μερικὴ εἴη, οὐ ποιήσει συλλογισμόν. Ὅσα δὲ ἐπὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου εἴρηται, τὰ αὐτὰ καὶ ὅταν ἡ μὲν ἐνδεχομένη τῶν προτάσεων ἡ δὲ ἀναγκαία. τὰ δὲ συναγόμενα συμπεράσματα ἐν τούτῳ τῷ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ὑπάρχον καὶ τῆς μίξεως τοῦ ἐνδεχομένου πρὸς τὸ ἀναγκαῖον 〈ἐνδεχόμενα ὄντα τοιούτου ἐνδεχομένου δεῖ λαμβάνειν ὄντα, οἵου ἦν καὶ τὸ ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου〉 πρὸς τοὺς αὐτοὺς δύο τρόπους, δηλονότι τῶν συζυγιῶν ὁμοίως ἐχουσῶν ἐκείνοις τῶν ἐνταῦθα. οἷον ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος, τῆς μείζονος οὔσης ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς, ὥσπερ καὶ ἐπὶ τοῦ πρώτου σχήματος τοῦ οὐδενὶ ἐξ ἀνάγκης δεῖ λαβεῖν τὸ συναγόμενον, ὅπερ ἐστὶ τὸ ἥμισυ τοῦ ἐνδεχομένου. ἐπὶ δὲ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ ἀναγκαίου ὁμοίως ἐχούσης πάλιν τῆς συζυγίας τὸ ἐνδεχόμενον μηδενὶ τὸ τοῦ μὴ ὑπάρχοντος κατηγορούμενον. καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ὥσπερ εἶχον αἱ τοῦ πρώτου σχήματος κατὰ τὰ συμπεράσματα, οὕτως ἔχουσι καὶ ἐν δευτέρῳ. Ἐπεὶ δέ, ὅτε τῶν κατὰ τὰς προτάσεις ἀντιστροφῶν ἐποιούμεθα τὸν λόγον δεικνύντες, τίνες τίσιν ἀντιστρέφουσι, μὴ ἀντιστρέφειν μὲν ἑαυτῇ τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην εἴπομεν, ὑπερεθέμεθα μέντοι τὴν αἰτίαν ἀποδώσειν, ὕστερον εἰπόντες ταύτην ἀποδώσειν, νῦν ἤδη δεικτέον, ὅτε καὶ ὁ καιρὸς ἀπαιτεῖ, τῷ τὰς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συζυγίας συλλογιστικὰς ἀντιστροφῶν προσδεῖσθαι.3
不可行的结果是由于假设A实然地属于所有Γ而随之而来的;因此这是假的;从而矛盾对立的命题即“实然地不属于所有”是真的,而这正是所要证明的。同样地,即使我们把小前提设为特称否定的可能命题,以便由两个否定命题构成同形(同质)的组合,同样的事情再次* * * *。* * * 而在小前提为可能肯定的情况下,推导出的结论是“实然地不属于”,以及“不可能属于”,显然这是对实然加以述说的。 [疑难]然而有人可能会追问,在实然与可能的混合中,当大前提为实然否定而小前提为可能肯定时,结论怎么会是可能命题;尽管早先我说过,在这样的混合中根据这个组合,推导出的不是可能命题,而是“必然不属于任何”。 [解答]于是我们回答说,正如我们在那里也说过的那样,“必然不属于任何”既涵盖可能也涵盖必然。因此,既然“必然不属于任何”在某种意义上是可能的,哪怕不是基于定义的可能,正因如此我说结论属于可能命题。而且同样显而易见的是,在大前提为实然命题或必然命题而小前提为可能命题的所有推论中,所有的推论都是不完全(不完备)的;因为它们是通过归谬法和转换(质的换质)被证明是能得出推论的,而这种归谬法是通过已设定的某种格来完成的。 第二格。 既然我们已经论述了第一格中所有的混合,就必须转向第二格。应当知晓,在这个格中,从两个可能命题出发,无论它们是肯定还是否定,或者一个是肯定而另一个是否定,或者两者皆为全称,或者一个是特称,都不能产生推论。其原因在于,在第二格中已被证明不可能从两个肯定前提命题产生推论。因此,从两个可能命题出发也不能产生;因为即使取否定命题,由于可能肯定命题与否定命题互换(换质),它们将具有与肯定命题同等的力量。另一方面,当一个是实然命题而另一个是可能命题时,只要肯定前提命题是实然的,就决不会产生推论;因为即使否定命题是可能的,由于否定命题再次被转换为肯定命题且前提命题变为同形(同质),诸如此类的组合就是不成立推论的。但是,凡是以实然命题为否定命题,而可能命题不论是否定还是肯定任取的,这种组合必定是成立推论的;因为彼时该组合由于实然命题是否定而可能命题是肯定,保持着具有不同形式(不同质)的前提命题;且按照我们的看法,即使可能命题是否定的,它也能够被转换为肯定命题并使该组合成为异形(异质)的。但是否定的实然命题必须是全称的,因为它能够与自身进行换位;因为如果它是特称的,就不能产生推论。凡在实然与可能的情形中所说的,在前提命题之一是可能命题而另一个是必然命题时也是相同的。而在该格中,在可能与实然的混合以及可能与必然的混合中所推导出的结论,〈既是可能的,就必须看作是像第一格在可能的混合中〉对应于相同两种样态时结论所具有的那种可能,显然是在这里的组合与那里的组合相似的情况下。例如,在可能与实然的混合中,大前提为实然否定而小前提为可能肯定时,正如在第一格中那样,必须把推导出的结论取为“必然不属于任何”,这正是可能的一半。而在可能与必然的混合中,组合再次类似时,推导出的是对“实然不属于”加以述说的“可能不属于任何”。至于在其他组合中,第一格的组合在结论方面如何,在第二格中也同样如何。 既然当我们论及命题的换位并证明哪些与哪些换位时,我们说过全称否定的可能命题不与自身换位,但当时我们推迟说明其原因,说以后再加以说明,那么现在既然时机也提出了要求,就必须予以阐明了,因为第二格和第三格中成立推论的组合需要换位。
- 1.2τὸ μὴ ἐνδέχεσθαι ὑπάρχειν τὸ κατὰ τοῦ ὑπάρχοντος δηλονότι κατηγορούμενον
短语 τὸ κατὰ τοῦ ὑπάρχοντος... κατηγορούμενον 与前述的 τὸ μὴ ἐνδέχεσθαι ὑπάρχειν(可能否定的结论)构成同位语,说明这是对“实然”加以述说的可能否定(即亚里士多德语境中实然否定必然蕴涵可能否定的广义可能)。
- 1.2τῷ ἀντιστρέφειν ταῖς ἀποφατικαῖς τὰς καταφατικὰς ἐνδεχομένας ἴσον δυνήσονται ταῖς καταφατικαῖς
带冠词不定词的与格短语 τῷ ἀντιστρέφειν... 对后随的主句表示原因。宾格 τὰς καταφατικὰς ἐνδεχομένας 作不定词 ἀντιστρέφειν 的逻辑主语,而与格 ταῖς ἀποφατικαῖς 表示与其进行质的互换的对象。
- 1.2τῷ τὰς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συζυγίας συλλογιστικὰς ἀντιστροφῶν προσδεῖσθαι
句末带冠词不定词的与格短语 τῷ... προσδεῖσθαι 为前面的 νῦν ἤδη δεικτέον(现在必须予以阐明)提供原因。宾格 τὰς... συζυγίας συλλογιστικάς(成立推论的组合)作为不定词的逻辑主语,动词 προσδεῖσθαι 支配属格宾语 ἀντιστροφῶν(换位)。
