- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:4.6-5.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌证明了在包含特称小前提的第一格混合推论中,仅当大前提为必然前提时结论才为必然的,随后阐述了第二格中混合推论的判定规则。
οὐδ’ ἐγὼ αὖ τῷ τρόπῳ τῆς δείξεως τούτῳ πάνυ θαρρῶ,1 ἀλλὰ προσχρῶμαι αὐτῷ δεικνύς, ὅτι, εἰ ἀναγκαίως ληφθέντος τοῦ συμπεράσματος ψεῦδός τι ἕπεται, ὑπάρχοντος δὲ μή, δεῖ δὲ τοιοῦτον αὐτὸ εἶναι, ἐπεὶ καὶ αἱ προτάσεις τοιαῦται, ὑπάρχον ἂν δεικνύοιτο. οὐ γὰρ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ κέχρημαι, ἀλλὰ μεταλαβὼν ἄλλην πρότασιν, ἀντὶ τῆς ὑπαρχούσης ἀναγκαίαν, καὶ ποιήσας ἐκ ταύτης τε καὶ τῆς δευτέρας τῶν κειμένων τῆς ἐλάττονος συλλογιστικὴν συζυγίαν· εὑρὼν γὰρ τὸ συναγόμενον ψεῦδος ὂν τούτῳ προσχρῶμαι εἰς τὸ μὴ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. Ἐπὶ δὲ τῶν τὴν ἐλάττονα ἐπὶ μέρους ἐχόντων καταφατικὴν τὴν δὲ μείζονα καθόλου καταφατικὴν ἢ ἀποφατικήν, ἂν ἡ μείζων ἀναγκαία ᾖ καταφατικὴ οὖσα καθόλου ἢ ἀποφατική, ἡ δὲ ἐλάττων ὑπάρχουσα, ἀναγκαῖόν ἐστι τὸ συμπέρασμα καθάπερ καὶ ἐπὶ τῶν πρώτων συζυγιῶν, ἂν δὲ ἡ ἐλάττων ᾖ ἀναγκαία, ὑπάρχον. ἔστω δὴ πρῶτον ἡ μείζων καὶ καθόλου ἀναγκαία. εἰ οὖν τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ ὑπάρχει, συναχθήσεται τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν. εἰ γὰρ παντὶ τῷ Β τὸ Α ἐξ ἀνάγκης, τὶ δὲ τῶν Γ μέρος ἐστὶ τοῦ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ὑπάρχει ἐξ ἀνάγκης μέρει ὄντι τοῦ Β. ἔστωσαν δὲ ὅροι ἐπιστήμη, γραμματική, ἄνθρωπος· ἐπιστήμη πάσῃ γραμματικῇ ἐξ ἀνάγκης, γραμματικὴ δὲ τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ συνάγεται ἐπιστήμη τινὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. Ὁμοίως δέ, καὶ εἰ καθόλου εἴη ἀποφατικὴ ἡ μείζων ἀναγκαία, ἀναγκαῖον ὡσαύτως συναχθήσεται τὸ συμπέρασμα. εἰ γὰρ τὸ Α μηδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, καὶ τὸ Α οὔ τινι τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ἐπειδὴ γὰρ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης τὸ Α, τὶ δὲ τοῦ Γ τοῦ Β μέρος ἐστί, καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει. ὅροι δὲ ἐγρήγορσις, ὕπνος, ἄνθρωπος· ἐγρήγορσις οὐδενὶ ὑπνοῦντι ἐξ ἀνάγκης, ὕπνος τινὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ ἐγρήγορσις οὐ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ ἁπλῶς τὰ ἀντιδιῃρημένα δεῖ λαμβάνειν καὶ τὸ μὲν μείζονα ὅρον τιθέναι τὸ δὲ μέσον, ἐλάττονα δὲ ἄλλο τι, ᾧ ὁ μείζων ὑπάρχει 〈οὐκ〉 ἐξ ἀνάγκης. Ἐὰν δὲ ἡ μερικὴ πρότασις ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. ὥσπερ γὰρ ἐπὶ τῶν καθόλου συζυγιῶν οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν οὐ συνῆγον ἀναγκαῖον,2 οὕτως καὶ ἐπὶ τῶν μερικῶν συζυγιῶν οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον τὸ συμπέρασμα. δῆλον δέ, ὅτι τοῦτο συνάγεται, ἐξ ὧν τούτῳ μὲν τῷ συμπεράσματι οὐδὲν ἀδύνατον ἕπεται οὔτε ἐνταῦθα οὔτε ἐπὶ τῶν καθόλου προτάσεων, τῷ δὲ ἀναγκαίῳ ἀκολουθεῖ. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Γ ὑπάρξει. καὶ ἡ αἰτία· οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδὲ ἐν τοῖς καθόλου συλλογισμοῖς. ἡνίκα γὰρ ἐπ’ ἐκείνων ἐλαμβάνομεν τὴν ἐλάττονα ἐξ ἀνάγκης καὶ ὑπετιθέμεθα ὑπάρχον συνάγεσθαι τὸ συμπέρασμα, οὐδὲν ψεῦδος εἵπετο· 〈εἰ δὲ ἀναγκαῖον ὑπεθέμεθα συνάγεσθαι συμπέρασμα, ψεῦδός τι εἵπετο〉. ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο ὑπάρχοντος δὲ οὐκέτι, οὕτω καὶ ἐπὶ τῶν ἐν μέρει, εἰ ὑπεθέμεθα ἐξ ἀνάγκης ἕπεσθαι τὸ συμπέρασμα, ψεῦδος ἕπεται, εἰ δὲ ὑπάρχον, οὔ. ὁμοίως δὲ καὶ εἰ ἡ στερητικὴ εἴη καθόλου ὑπάρχουσα, ἀναγκαία δὲ ἡ ἐλάττων, ὑπάρχον συνάγεται συμπέρασμα. καὶ τοῦτο πάλιν δεικτέον τὸ συμπέρασμα ἐπὶ ὅρων· κίνησις παντὶ ζῴῳ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ συνάγεται κίνησις τινὶ λευκῷ ὑπαρχόντως οἷον κύκνῳ· καὶ ἐπὶ τοῦ ‘οὐ πᾶς’ συνάγεται κίνησις οὐ παντὶ ζῴῳ ὑπαρχόντως. ἢ οὕτως· κίνησις οὐδενὶ ζῴῳ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ κίνησις τινὶ λευκῷ οὐχ ὑπάρχει. Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος εἰ μὲν ἡ στερητικὴ πρότασις καθόλου εἴη καὶ ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δὲ ἡ κατηγορική, οὐκ ἀναγκαῖον. ἐπειδὴ γὰρ οἱ ἐν δευτέρῳ σχήματι συλλογισμοὶ τελειοῦνται τῇ εἰς πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τῷ πρώτῳ σχήματι δεῖ πάντως τὴν ἀποφατικὴν μείζονα εἶναι, ἐδείκνυον δέ, ὅτι, ὅπως ἂν ἔχῃ ἡ μείζων ἐν πρώτῳ, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα,3 εἰκότως ἄρα, φημί, ὅπως ἂν ἔχῃ ἐν δευτέρῳ σχήματι ἡ ἀποφατικὴ πρότασις, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα.
另一方面,我自己也并非完全信奉这种证明方式,但我额外运用它来表明:如果在把结论取为必然的时会随之产生某种假,而在取为实然的时则不然,并且由于前提具有此种性质,结论本身也必定具有此种性质,那么结论就将被证明是实然的。因为我并未采用归谬法,而是代入了另一条前提——用必然前提代替实然前提——,并由该前提与已设定的第二条前提(即小前提)构成了推论组合;因为在发现所推导出的东西是假的之后,我便额外运用这一点来证明结论不会成为必然的。 对于小前提为特称肯定、大前提为全称肯定或否定的组合,若大前提为全称肯定或否定且是必然的,而小前提为实然的,则正如在最初的那些组合中一样,结论是必然的;但若小前提是必然的,则结论是实然的。首先设大前提即全称〔前提〕为必然的。如果 A 必然属于一切 B,而 B 实然属于某个 C,那么将推导出 A 必然属于某个 C。因为如果 A 必然属于一切 B,而 C 的某个部分是 B 的部分,那么 A 亦必然属于作为 B 的部分的那某个 C。设词项为知识、语法学、人:知识必然属于一切语法学,语法学实然属于某个人,推导出的结论是知识必然属于某个人。 同样地,即使大前提是全称否定且必然的,结论也同样将被推导为必然的。因为如果 A 必然不属于任何 B,而 B 实然属于某个 C,那么 A 亦必然不属于某个 C;因为既然 A 必然不属于任何 B,而 C 的某个部分是 B 的部分,那么 A 亦必然不属于一切 C。词项为清醒、睡眠、人:清醒必然不属于任何睡眠者,睡眠实然属于某个人,清醒必然不属于所有人。概括而言,应当选取互相对立划分的事物,将一者立为大词,另一者立为中词,而将大词并非出于必然属于它的另一事物立为小词。 然而,如果特称前提是必然的,结论将不是必然的。因为正如在全称组合中,那些拥有必然小前提的推论式并未推导出必然结论一样,在特称组合中,结论亦不是必然的而是实然的。而推导出这一结论是显而易见的,原因在于,对这个结论而言,无论在此处还是在全称前提的情形中,都不会随之产生任何不可能的事情,而对必然结论而言则会随之产生。因为如果 A 实然属于一切 B,而 B 必然属于某个 C,那么 A 亦将实然属于某个 C。其原因在于,正如在全称推论中一样,并未发生任何不可能的事情。因为在那些情形中,当我们把小前提取为必然的并假设推导出实然结论时,没有随之产生任何假(而如果我们假设推导出必然结论,则随之产生了某种假)。因此,正如在那些情形中,当结论被假设为必然的时推导出了某种假,而当被假设为实然的时则不再如此;在特称的情形中也是这样,如果我们假设结论是必然随之产生的,就会随之产生假,但如果假设为实然的,则不会。同样,即使否定前提是全称实然的,而小前提是必然的,推导出的结论也是实然的。这个结论同样必须通过词项来证明:运动实然属于一切动物,动物必然属于某种白色的东西,推导出的结论是运动实然属于某种白色的东西(例如天鹅);而在“并非所有”的情形中,推导出的结论是运动实然不属于一切动物。或者这样:运动实然不属于任何动物,动物必然属于某种白色的东西,运动实然不属于某种白色的东西。 在第二格中,如果否定前提是全称且必然的,结论亦将是必然的;但如果肯定前提是必然的,则结论不是必然的。因为第二格中的推论是通过化归到第一格而得以完全确立的,而在第一格中否定前提必须绝对是大前提,并且我已经证明,第一格中的大前提具有何种性质,结论亦必然具有何种性质,因此我说,第二格中的否定前提具有何种性质,结论亦理所当然地必然具有何种性质。
- 1.0οὐδ’ ἐγὼ αὖ τῷ τρόπῳ τῆς δείξεως τούτῳ πάνυ θαρρῶ
小词 αὖ 承接前一节(§1.0#2 末尾)关于该证明尚未完全确立论题的保留态度,表示“另一方面,我自己也并不”完全信奉这种证明方式。
- 1.0οἱ τὴν ἐλάττονα ἔχοντες ἀναγκαίαν οὐ συνῆγον ἀναγκαῖον
带定冠词的阳性复数分词短语 οἱ ... ἔχοντες 在语法上承接上下文中暗示的阳性名词推论/式(συλλογισμοί),意为“那些具有必然小前提的[推论式]”。
- 1.0ἐδείκνυον δέ, ὅτι, ὅπως ἂν ἔχῃ ἡ μείζων ἐν πρώτῳ, οὕτως ἀνάγκη ἔχειν καὶ τὸ συμπέρασμα
动词形式 ἐδείκνυον 在此作第一人称单数未完成过去时(“我此前曾证明”),与后文的 φημί(“我说/主张”)在人称上直接呼应,指代注释者自己在前面对于第一格混合推论的阐述。
