- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:48.11-49.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌论证了当大前提为可能否定且小前提为必然肯定时为何不能推导出实然结论,考察了小前提为否定的诸组合,进而转入小前提为特称的情形,证明了全称否定必然大前提与特称肯定可能小前提推导出特称否定的实然结论。
εἰ γὰρ ὡς ἐπ’ ἐκείνης καὶ 〈ἐπὶ〉 ταύτης λαβόντες τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν τὸ ἀντικείμενον αὐτοῦ τὸ τινὶ ὑπάρχειν ἢ καὶ τὸ παντὶ ὑποθοίμεθα θέλοντες δεῖξαι τοῦ μηδενὶ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα ἀλλ’ οὐ τοῦ ἐνδέχεσθαι μηδενί, εἶτα κειμένῃ ταύτῃ προσλάβοιμεν τὸ Α τῷ Β ἐνδέχεσθαι μηδενί, ἀσυλλόγιστος ἡ συζυγία γίνεται οὖσα ἐν δευτέρῳ σχήματι ἐκ καταφατικῆς ὑπαρχούσης ἐπὶ μέρους καὶ καθόλου ἀποφατικῆς ἐνδεχομένης τῷ τὸ ἐνδεχόμενον ἴσον εἶναι καταφατικῇ.1 ἔνεστι δὲ δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.2 ὑποκείσθω γὰρ τὸ μὲν Α μηδενὶ τῷ Β ἐνδεχομένως, τὸ δὲ Β παντὶ τῷ Γ ἀναγκαίως· λέγω, ὅτι οὐ δυνατὸν δεῖξαι τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸ Α μηδενὶ ὑπαρχόντως τῷ Γ. ὑποκείσθω γὰρ τὸ ἀντικείμενον ἀντιφατικῶς τῷ ὑπάρχειν μηδενὶ τὸ ὑπάρχειν παντί, ἵνα, ἐὰν τούτῳ ἀκολουθήσῃ τὸ ἀδύνατον, εἴπωμεν τὸ μηδενὶ ὑπάρχειν εἶναι τὸ συναγόμενον. ἐπεὶ οὖν τὸ Β τῷ Γ ἀνάγκη παντὶ ὑπάρχειν, καὶ τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης ὑπάρξει. εἰ τοίνυν τὸ Α παντὶ τῷ Γ, ὡς ἡ ὑπόθεσις, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, γίνεται τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου. τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενὶ ἐνδέχεσθαι, ὅπερ οὐκ ἀδύνατον· οὐκ ἄρα οὐδὲ διὰ τοῦ ἀδυνάτου δείκνυται τὸ ὑπάρχειν μηδενὶ συναγόμενον. Ἐὰν δὲ ἡ ἐλάττων ἀποφατικὴ εἴη, ὅταν μὲν ἐνδεχομένη ᾖ, τῆς μείζονος δηλονότι ἀναγκαίας οὔσης καὶ ἀδιαφορούσης κατὰ τὸ ποιὸν3 γίνεται συλλογισμὸς μεταλαμβανομένης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικήν. τὰ δὲ συμπεράσματα τοιαῦτα ἔσται, οἷα καὶ πρότερον ἦσαν ἐν ταῖς τοιαύταις συζυγίαις. τῆς γὰρ ἐλάττονος ἐνδεχομένης ἀποφατικῆς τῆς δὲ μείζονος ἀναγκαίας ἢ ἀποφατικῆς ἢ καταφατικῆς, μεταληφθείσης τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς καταφατικὴν αἱ αὐταὶ δηλονότι πάλιν συζυγίαι γίνονται· ὥστε καὶ τὰ αὐτὰ συμπεράσματα καὶ οἱ αὐτοὶ τρόποι τῶν δείξεων ταῖς προτέραις, λέγω δὴ ταῖς ἐχούσαις τὴν μείζονα ἀναγκαίαν ἢ καταφατικὴν ἢ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐνδεχομένην καταφατικήν. ἐὰν δὲ μὴ ἐνδέχεσθαι, τουτέστιν, ἐὰν δὲ ἀναγκαία ἡ ἀποφατικὴ ἡ ἐλάττων, οὐ ποιεῖ συλλογισμόν· ἀπόλλυσι γὰρ τοῦ πρώτου σχήματος τὸ ἴδιον μὴ ἔχουσα τὴν ἐλάττονα καταφατικήν· οὐκέτι γὰρ μεταλαβεῖν τὴν ἀποφατικὴν ἀναγκαίαν εἰς καταφατικὴν οἷόν τε. οὐδ’ ὅταν ἀμφότεραι αἱ προτάσεις ἀποφατικαὶ ὦσι, μὴ ᾖ δὲ ἡ ἐλάττων ἐνδεχομένη ἀλλ’ ἀναγκαία. ὅροι δὲ οἱ αὐτοί, οἳ καὶ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, τοῦ μὲν παντὶ λευκὸν μηδενὶ ἵππῳ, ἵππος οὐδενὶ κύκνῳ, καὶ λευκὸν παντὶ κύκνῳ, τοῦ δὲ μηδενί, εἰ ἀντὶ κύκνου κόρακα ληψόμεθα· λευκὸν γὰρ ἐνδεχομένως οὐδενὶ ἵππῳ, ἵππος οὐδενὶ κόρακι ἐξ ἀνάγκης, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης. Τὸν αὐτὸν δὲ τρόπον ἔσται καὶ ἐπὶ τῶν τὴν ἑτέραν μερικὴν ἐχουσῶν, δηλονότι τὴν ἐλάττονα, ὅνπερ ὅτε ἀμφότεραι καθολικαὶ ἦσαν· κατά τε γὰρ τὰ συμπεράσματα ὡσαύτως ἔχουσι καὶ τοὺς τρόπους τῶν δείξεων, καὶ μόνῳ τῷ καθόλου καὶ τῷ μερικῷ ἐκείνων διαλλάττουσιν. ἐκθετέον δὲ πρότερον τὰς ἀνομοιοσχήμονας συζυγίας πρώτας, ἐφ’ ὧν καὶ ἡ διαφορὰ τῶν συμπερασμάτων ἐγίνετο (αἱ μὲν γὰρ τὸ ἐνδεχόμενον συνῆγον, αἱ δὲ τὸ ὑπάρχον), ἵνα κατὰ συνέχειαν πληρώσωμεν τὸν περὶ τῶν ἀνομοιοσχημόνων λόγον. πρώτας δὲ ἐκθετέον τὰς τὸ ὑπάρχον συναγούσας. ὅταν οὖν ἡ μείζων ἀναγκαία ᾖ ἀποφατικὴ καθόλου ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ἐνδεχομένη, τὸ συμπέρασμα ὑπάρχον ἔσται καὶ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον, ὡς δέδεικται καὶ ἐπὶ τῶν καθόλου συζυγιῶν. ἔστω γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β ὑπάρχειν, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχομένως ὑπάρχειν· λέγω, ὅτι τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ὑπάρχειν παντί. ἐπεὶ οὖν τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί· εἰ τοίνυν τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Α τῷ Γ ὑπάρχει παντί, ὡς ἡ ὑπόθεσις, γίνεται ἄρα τὸ πρῶτον σχῆμα τῆς μίξεως τοῦ ὑπάρχοντος 〈καὶ〉 ἀναγκαίου· ἐπὶ δὲ τῆς τοιαύτης μίξεως τῇ μείζονι καθ’ ἡμᾶς τῶν προτάσεων ἠκολούθησε τὸ συμπέρασμα· τὸ ἄρα Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει· ὑπέκειτο δὲ καὶ τινὶ ἐνδέχεσθαι ὑπάρχειν, ὅπερ ἀδύνατον.
因为如果在那个[先前的组合]中以及在这个[组合]中,我们既然采取了“A不属于任何Γ”,想要证明结论是“不属于任何”而非“可能不属于任何”,因而假定其对立面即“属于某些”或“属于所有”,随后在这个已设定的前提上再加上“A可能不属于任何B”,那么由于可能否定命题等同于肯定命题,这个组合在第二格中由特称肯定的实然命题和全称否定的可能命题构成,就成为不成立推论的。而且通过归谬法也可以展示这一点。设A可能不属于任何B,而B必然属于所有Γ:我断言,通过归谬法不可能证明A实然地不属于任何Γ。因为设与“实然地不属于任何”矛盾对立的“实然地属于所有”被假定,以便如果不可行的结果随之而来,我们便可以说推导出的是“不属于任何”。那么,既然B必然属于所有Γ,Γ也将必然属于某些B。那么,如果依假设A属于所有Γ,而Γ必然属于某些B,便构成了实然与必然混合的第一格。因此A将实然地属于某些B;但先前曾设定它也可能不属于任何,这并不是不可能的;因此即使通过不可能[之归谬],也不能证明推导出的是“实然地不属于任何”。另一方面,如果小前提是否定的,当它是可能命题时——大前提显然是必然的且在质上无差别——通过将可能否定命题转换为肯定命题,便产生推论。而结论将与先前在诸如此类的组合中所得到的一样。因为在小前提为可能否定而大前提为必然否定或肯定时,既然可能否定命题被转换为肯定命题,显然便再次构成了完全相同的组合;因此其结论和证明方式也与先前的组合相同,我指的就是那些具有必然肯定或否定的大前提而小前提为可能肯定的组合。但是如果不是可能命题,也就是说,如果否定的小前提是必然命题,则不能构成推论;因为由于小前提不是肯定的,它便失去了第一格的固有特性;因为不再能够把否定的必然命题转换为肯定命题。同样,当两个前提命题皆为否定,而小前提不是可能命题而是必然命题时,[也不能构成推论]。至于词项,则与在实然与可能命题混合的情形中相同:“属于所有”是白不属于任何马,马不属于任何天鹅,而白属于所有天鹅;“不属于任何”是如果用乌鸦代替天鹅:因为白可能不属于任何马,马必然不属于任何乌鸦,而白必然不属于任何乌鸦。同样,对于包含一个特称前提(显然是小前提)的组合而言,情况也与两者皆为全称时相同;因为无论是关于结论还是关于证明方式,它们都相仿,且与那些组合相比仅在全称与特称上有所不同。但必须首先陈述异形(不同质)的组合,在这些组合中结论的差异也曾出现(因为有的推导出了可能命题,有的推导出了实然命题),以便我们能连贯地完成关于异形组合的论述。而必须首先陈述推导出实然命题的组合。因此,当大前提为全称否定的必然命题,而小前提为特称肯定的可能命题时,结论将是实然命题,而非基于定义的可能命题,正如在全称组合中也已被证明的那样。因为设A必然不属于任何B,而B可能属于某些Γ:我断言,A实然地不属于某些Γ。因为如果这是假的,矛盾对立的“实然地属于所有”便是真的。那么,既然A必然不属于任何B,B也必然不属于任何A;那么,如果B必然不属于任何A,且依假设A实然地属于所有Γ,便构成了实然与必然混合的第一格;而在这样的混合中,按照我们的看法,结论随从前提中的大前提;因此B必然不属于任何Γ;但先前曾设定它也可能属于某些,这是不可能的。
- 1.2τῷ τὸ ἐνδεχόμενον ἴσον εἶναι καταφατικῇ
冠词加不定式(τῷ ... εἶναι)的与格表示原因(原因与格),解释了该第二格组合为何不能构成推论的根据:因为可能否定命题等同于肯定命题,从而在第二格中出现了两个肯定前提。
- 1.2ἔνεστι δὲ δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς
由 ἔνεστι 支配的不定式 δεῖξαι 的直接宾语在主句中未予明示,但紧接着由 γάρ 引出的陈述(即 λέγω, ὅτι οὐ δυνατὸν δεῖξαι...)阐明了其内容:意指可以通过归谬法自身的论证过程来展示“无法通过归谬法推导出实然结论”这一事实。
- 1.2τῆς μείζονος δηλονότι ἀναγκαίας οὔσης καὶ ἀδιαφορούσης κατὰ τὸ ποιὸν
属格独立结构。介词短语 κατὰ τὸ ποιὸν 表明限定范围(“就质而言”,即肯定还是否定),分词 ἀδιαφορούσης 则表明大前提无论为肯定还是否定均对推论的成立没有差别。
