- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:47.2-48.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯探讨了第一格中全称不同质命题的混合(必然否定大前提与可能肯定小前提,以及可能否定大前提与必然肯定小前提),论证了前者通过归谬法推导出实然否定(及单纯可能),而后者则依据全称否定之定义通过直接证明作为完全推论推导出基于定义的可能否定。
Εἰ δὲ μὴ ὁμοιοσχήμονες εἶεν αἱ προτάσεις, ἀλλ’ ἡ μὲν ἀποφατικὴ οἷον ἡ μείζων, ἡ δὲ καταφατική, καθόλου δὲ ἄμφω, ὅταν ἡ μείζων ἀναγκαία ᾖ, καθόλου ἀποφατικὸν ὑπάρχον συνάγεται. ἔστω γὰρ τὸ Α οὐδενὶ ἐξ ἀνάγκης τῷ Β, τὸ δὲ Β ἐνδεχομένως παντὶ τῷ Γ· λέγω, ὅτι τὸ Α οὐδενὶ ὑπαρχόντως τῷ Γ. εἰ γὰρ τοῦτο ψεῦδος, ἔστω τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ὑπάρχειν τινὶ ἢ τὸ ἐναντίον τῷ οὐδενὶ τὸ ὑπάρχειν παντί. ἐπεὶ οὖν τὸ μὲν Α ἐξ ἀνάγκης οὐδενὶ τῷ Β, οὐδὲ τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχει· ἀλλὰ μὴν καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρχει μόνον·1 καὶ συνάγεται τὸ Β τῷ Γ ἢ οὐδενὶ ἢ οὐ παντὶ ἐξ ἀνάγκης· ὑπέκειτο δὲ καὶ παντὶ 〈ἐνδέχεσθαι〉, ὅπερ ἀδύνατον. ἰστέον δέ, ὅτι οὐ μόνον, ἐὰν τὸ Α τῷ Γ ὑπάρχειν παντὶ ὑποθώμεθα, ἀδύνατον ἀκολουθεῖ, [ἀλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης τινὶ ἢ παντὶ ὑποθώμεθα, ἀδύνατον ἀκολουθεῖ] ἀλλὰ καὶ ἐὰν τὸ αὐτὸ τῷ αὐτῷ ἐξ ἀνάγκης τινὶ ἢ παντὶ ὑποτεθῇ, οὐδὲν ἧττον ἕψεται τὸ ἀδύνατον. ἔστω γὰρ τῶν αὐτῶν ὅρων ὄντων τὸ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπάρχειν· ἐπεὶ οὖν ‘τὸ Α τῷ Β μηδενὶ ἀνάγκη’ ὑπόκειται, καὶ τὸ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει· τὸ δὲ Α τῷ Γ ἀνάγκη παντὶ ἢ τινὶ ὑπετέθη· γίνεται τὸ πρῶτον σχῆμα καὶ συνάγεται ‘τὸ Β τῷ Γ ἀνάγκη μηδενὶ ἢ μὴ παντί’· ὑπέκειτο δὲ καὶ ἐνδέχεσθαι παντί, ὅπερ ἀδύνατον. ἔτι δέ, κἂν ὑποτεθῇ τὸ ‘ἐνδέχεται παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, καὶ οὕτως ἀδύνατον ἀκολουθεῖ. ὑποκείσθω γὰρ τὸ Α τῷ Γ παντὶ ἐνδέχεσθαι· ἐπεὶ οὖν ὑπέκειτο καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, καὶ τὸ Γ ἄρα τινὶ τῷ Β ἐνδέχεται ὑπάρχειν· ἀντιστρέφει γὰρ οὕτως. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐνδεχομένως τὸ δὲ Γ τινὶ τῷ Β ἐνδεχομένως, τὸ Α ἄρα τινὶ τῷ Β ἐνδέχοιτο ἂν ὑπάρχειν· γίνεται γὰρ τὸ πρῶτον σχῆμα· ὑπέκειτο δὲ ἐξ ἀνάγκης μηδενὶ τῷ Β τὸ Α, ὅπερ ἀδύνατον. εἰ τοίνυν καὶ τούτοις ὑποτεθεῖσι τὸ ἀδύνατον ἠκολούθησεν, ἔσται τὰ ἀντικείμενα τούτοις ἀληθῆ, καὶ συμβήσεται μὴ μόνον τὸ ὑπάρχειν μηδενὶ συνάγεσθαι ἀλλὰ καὶ τὸ ‘οὐκ ἀνάγκη παντί’ ἢ ‘οὐκ ἀνάγκη τινί’ καὶ τὸ ‘οὐκ ἐνδέχεται παντί’. τί οὖν ἔστιν εἰπεῖν πρὸς ταῦτα; ὅπερ καὶ ἄλλοτε ἐν τοῖς ἔμπροσθεν εἶπον, ὅτι τὸ ἀδύνατον τούτοις ἠκολούθησε πᾶσιν οὐ διὰ τοὺς τρόπους ἀλλὰ διὰ τὸ ποιόν, ἐπειδὴ τῷ ὑπάρχειν οὐδενὶ ὑποτεθέντι τὸ ἀντικείμενόν ἐστι τὸ καταφατικὸν ἢ τὸ ἀντιφατικῶς τὸ μερικὸν ἢ τὸ ἐναντίως τὸ καθόλου. ἐν πάσαις οὖν ταῖς ὑποθέσεσι τὸ αὐτὸ καταφατικὸν ληφθὲν εἰκότως τὸ αὐτὸ συνήγαγεν ἀδύνατον. φανερὸν δέ, ὅτι καὶ τὸ ὑπάρχειν οὐδενὶ συνάγεται· πρόδηλον, ὅτι καὶ τὸ ἐνδέχεσθαι μηδενί, ἀλλ’ ἐνδεχόμενον οὐ τὸ κατὰ τὸν διορισμὸν ἀλλὰ τὸ ἁπλῶς ἐνδεχόμενον τὸ κατηγορούμενον καὶ κατὰ τοῦ ὑπάρχοντος. Πάλιν ἔστω ἡ μείζων πρότασις ἐνδεχομένη ἀποφατική, ἡ δὲ ἐλάττων ἀναγκαία καταφατική· φημὶ οὖν ἐνδεχόμενον καθόλου ἀποφατικὸν συνάγεσθαι συμπέρασμα τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου καὶ οὐ τοῦ κατὰ τοῦ ὑπάρχοντος κατηγορουμένου. τοῦτο δὲ δείκνυται οὐ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀλλὰ τῇ δι’ εὐθείας δείξει διὰ μόνου τοῦ κατὰ μηδενός·2 διὸ καὶ τέλειός ἐστι συλλογισμός. ἐπεὶ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, πάντων ἄρα τῶν μερῶν αὐτοῦ κεχώρισται ἐνδεχομένως· ἓν δὲ τῶν μερῶν τοῦ Β τὸ Γ ἐστί· παντὶ γὰρ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· τὸ ἄρα Α οὐδενὶ τῶν Γ ἐνδεχομένως ὑπάρχει. ὅτι δὲ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου γίνεται τὸ συμπέρασμα, δῆλον· ἥ τε γὰρ μείζων πρότασις οὕτως ἐλήφθη· ἐνδεχομένη γάρ· ἐρρέθη δὲ ἡμῖν, ὅτι τῆς μείζονος οὔσης ἐνδεχομένης τέλειοι οἱ συλλογισμοὶ καὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκ ἔστι δεῖξαι τοῦ ὑπάρχειν γινόμενον τὸ συμπέρασμα, ὡς ἐπὶ τῆς πρὸ αὐτῆς συζυγίας ἐποιήσαμεν.
另一方面,如果前提命题不是同形的,例如大前提是否定的,小前提是肯定的,且两者皆为全称:当大前提为必然命题时,推导出的则是全称否定的实然命题。 设A必然不属于任何B,而B可能属于所有Γ:我断言,A实然地不属于任何Γ。 因为如果这是假的,设矛盾对立的命题为真,即实然地属于某些,或者与“不属于任何”相反对的命题,即实然地属于所有。 那么,既然A必然不属于任何B,B也必然不属于任何A;但此外,A仅仅实然地属于所有或某些Γ;于是推导出B必然不属于任何Γ,或者必然不属于所有Γ;但先前曾设定它可能属于所有,这是不可能的。 并且应当明了,不仅当我们假定A实然地属于所有Γ时,不可行的结果会随之而来,而且即使假定同一事物必然属于同一事物的某些或所有,不可行的结果也同样会随之而来。 因为词项相同时,设A必然属于所有或某些Γ。 那么,既然假定了“A必然不属于任何B”,B也必然不属于任何A;而A被假定为必然属于所有或某些Γ;便构成了第一格,并推导出“B必然不属于任何Γ,或者必然不属于所有Γ”;但先前曾设定它也可能属于所有,这是不可能的。 再者,即使假定“A可能属于所有Γ”,这样也会产生不可行的结果。 因为设A可能属于所有Γ。 那么,既然先前也曾假定B可能属于所有Γ,因此Γ也可能属于某些B;因为它是这样换位的。 那么,如果A可能属于所有Γ,而Γ可能属于某些B,A因此便可能属于某些B;因为构成了第一格;但先前曾设定A必然不属于任何B,这是不可能的。 那么,既然在假定了这些命题时不可行的结果同样随之而来,与这些对立的命题就将是真的,不仅会推导出实然地“不属于任何”,而且还会推导出“并非必然属于所有”或“并非必然属于某些”,以及“并非可能属于所有”。 那么,对此应当如何回答呢? 正如我先前在别处也曾说过的:不可行的结果在所有这些假设中随之而来,并非由于样态,而是由于质,因为在设定了“实然地不属于任何”之后,其对立面乃是肯定命题,即矛盾对立的特称命题或反对对立的全称命题。 因此,在所有的假设中,既然采取了相同的肯定命题,自然便推导出了相同的不可行结果。 显而易见,推导出的是实然地不属于任何;同样显然的是,也推导出可能不属于任何,但这不是基于定义的可能命题,而是同样述语于实然命题的单纯可能命题。 反之,设大前提为可能否定命题,而小前提为必然肯定命题:我断言,推导出的是全称否定的可能命题结论,且是基于定义的可能命题,而非述语于实然命题的可能命题。 而这并不是通过归谬法被证明的,而是仅仅通过“全称否定之定义”的直接证明被证明的;因此它也是完全推论。 因为既然A可能不属于任何B,因此它可能与它[B]的所有部分相分离;而Γ是B的部分之一;因为B必然属于所有Γ;因此A可能不属于任何Γ。 至于结论是基于定义的可能命题,这是显而易见的;因为大前提也是这样被领会的,因为它是可能命题;而我们曾经说过,当大前提为可能命题时,推论是完全的,且是基于定义的可能命题。 并且通过归谬法并不能证明结论成为实然命题,正如我们在它之前的那个组合中所做的那样。
- 1.2ἀλλὰ μὴν καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρχει μόνον
副词μόνον在此作为修饰语,强调在归谬假设中A对Γ的属于是“仅仅实然地”(而非必然地)属于,以此与下文推导出的必然结论形成对照。
- 1.2διὰ μόνου τοῦ κατὰ μηδενός
名词化介词短语τοῦ κατὰ μηδενός指称逻辑学术语“全称否定之规定”(dictum de nullo),由διά引导,作为直接证明(τῇ δι’ εὐθείας δείξει)的具体逻辑根据。
