- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:45.26-47.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节概述了第一格中必然命题与可能命题混合的推论成立规则以及结论中“可能”的性质(基于定义的双向可能与伴随实然命题的单向可能),随后论证了两种全称肯定组合:大前提为必然、小前提为可能的组合(通过归谬法证明的不完全推论)以及大前提为可能、小前提为必然的组合(通过直接证明得出的完全推论)。
Διαλεχθεὶς περὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος τῆς ἐν τῷ πρώτῳ σχήματι καὶ δείξας, ποῖαι μὲν αὐτῶν εἰσι συλλογιστικαί, ποῖαι δὲ ἀσυλλόγιστοι, νῦν τρέψομαι ἐπὶ τὴν μῖξιν τοῦ 〈ἀναγκαίου καὶ τοῦ〉 ἐνδεχομένου. ἰστέον γάρ, ὡς ἐπὶ τούτων γίνονται συλλογιστικαὶ συζυγίαι ὡσαύτως ἐχούσης τῆς τάξεως τῶν ὅρων, ὥσπερ εἶχε καὶ ἐπὶ τῆς μίξεως τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος· λέγω δὲ τῆς μὲν μείζονος ἀναγκαίας οὔσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, ὅπως ἂν ἔχωσι κατὰ τὸ ποιὸν ἀμφότεραι. κἂν γὰρ ἡ ἐλάττων ᾖ ἀποφατικὴ [ᾖ], οὐδὲν ἧττον συλλογιστικὴ ἔσται ἡ συζυγία μεταλαμβανομένης αὐτῆς εἰς καταφατικὴν διὰ τὸ ἐνδεχομένην εἶναι. ἐὰν δὲ ἡ μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ἀναγκαία, τῆς μείζονος ὁμοίως τὸ ποιόν ἐστιν ἀδιάφορον, τῆς δὲ ἐλάττονος οὐκέτι, ἀλλὰ μόνον δεῖ αὐτὴν καταφατικὴν εἶναι, ἵνα γένηται συλλογιστική. ὥσπερ δὲ ἐπὶ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου διάφορα ἐγίνετο τὰ συμπεράσματα καὶ ποτὲ μὲν τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ποτὲ δὲ ἄλλου τινός, οὕτως καὶ ἐπὶ τούτων. ἐὰν μὲν γὰρ ὦσιν ἀμφότεραι καταφατικαὶ ἢ ἡ μείζων ἐνδεχομένη ἀποφατική, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα· ὅταν δὲ ἡ μείζων ἀποφατικὴ ἀναγκαία, οὐκέτι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστὶ τὸ συμπέρασμα ἀλλὰ τοῦ συντρέχοντος τῷ ὑπάρχοντι.1 τέλειοι δὲ γίνονται συλλογισμοὶ ἐπὶ ταύτης τῆς μίξεως οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικὴν οὖσαν ἐν τῇ ἐλάττονι τὴν δὲ μείζονα ἀποφατικὴν ἢ καταφατικὴν ἐνδεχομένην. ὁμοίως δὲ ἔχουσι καὶ αἱ μερικαὶ ἐπί τε τῶν συμπερασμάτων καὶ ἐπὶ τῶν τελείων, ὡς εἶχον καὶ αἱ καθόλου συζυγίαι. τὸ δὲ ἐνδέχεσθαι ἐν τῷ συμπεράσματι ἐνταῦθα λαμβάνειν δεῖ οὐ κατὰ τὸν διορισμὸν ἀλλ’ ὥσπερ τὸ πρὶν ἐλαμβάνομεν, τὸ συντρέχον ἄλλῳ τινί, τουτέστι τῷ ὑπάρχοντι· κατηγορεῖται γὰρ καὶ κατὰ τοῦ ὑπάρχοντος τὸ ἁπλῶς ἐνδεχόμενον. τοῦ 〈δ’〉 ἐξ ἀνάγκης μὴ ὑπάρχειν κατ’ οὐδένα τρόπον γίνεται συλλογισμός· εἰ δὲ τοῦτο, οὐδαμῶς ἄρα τοῦ ἀναγκαίου ἔσται συλλογισμός. ἕτερον γάρ ἐστι τὸ ἐξ ἀνάγκης μὴ ὑπάρχειν ἢ τὸ μὴ ἐξ ἀνάγκης ὑπάρχειν· τὸ μὲν γὰρ ἐξ ἀνάγκης μὴ ὑπάρχειν 〈τὸ μηδαμῇ μηδαμῶς ὑπάρχον〉 σημαίνει, ὅπερ φημὶ ἐνταῦθα μὴ συνάγεσθαι· τὸ δὲ μὴ ἐξ ἀνάγκης ὑπάρχειν τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δὲ ἀλλ’ ἐνδεχομένως ἀποφασκόμενον. Ἐπεὶ δὲ ἱκανῶς ἡμῖν περὶ τούτων εἴρηται, ἐντεῦθεν λοιπὸν ἐκθετέον τὰς συζυγίας τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, καὶ δεικτέον, ὅτι ἐπ’ οὐδεμιᾶς τούτων ἀναγκαῖον συνάγεται συμπέρασμα ἀλλ’ ἐκεῖνο, ὅπερ προλαβὼν εἴρηκα. πρῶτον δὲ ἐκθετέον τὰς ἐκ δύο καθόλου καταφατικῶν συζυγίας, τῆς μὲν μείζονος ἀναγκαίας τῆς δὲ ἐλάττονος ἐνδεχομένης. ἐνδεχόμενον γὰρ καθόλου καταφατικὸν συνάγεται συμπέρασμα. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγομεν, ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ τοῦτο ψεῦδος, ἔσται τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη μὴ παντί’. ἐπεὶ οὖν τὸ Α τῷ μὲν Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ οὐ παντί, γίνεται τὸ δεύτερον σχῆμα ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ συνάγει τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντί· ὑπέκειτο δὲ καὶ παντὶ ἐνδέχεσθαι, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί· οὐκοῦν ψεῦδος τοῦτο, ἀληθὲς δὲ τὸ ἀντικείμενον ἀντιφατικῶς τὸ ἐνδέχεσθαι παντί, ὅπερ ἔδει δεῖξαι. φανερὸν δὲ καὶ ὅτι ἀτελὴς ὁ συλλογισμὸς οὗτός ἐστιν, εἴ γε διὰ τοῦ ἀδυνάτου δέδεικται, καὶ ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγει,2 εἴ γε τῷ ‘ἀνάγκη μὴ παντί’ ὑποτεθέντι τὸ ἀδύνατον ἠκολούθησε. πάλιν ἡ δευτέρα συζυγία ἡ ἐκ δύο καθόλου καταφατικῶν ἡ τὴν ἐλάττονα ἀναγκαίαν ἔχουσα τὸ δὲ ἐνδεχόμενον πρὸς τῇ μείζονι τὸ ἐνδέχεσθαι καὶ αὐτὴ συνάγει διὰ τῆς ἐπ’ εὐθείας δείξεως· διὸ καὶ τέλειος ὁ συλλογισμός. ἐπειδὴ γὰρ τὸ Α παντὶ ἐνδεχομένως τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· 〈ἓν δὲ〉τῶν μερῶν τοῦ Β ἐστὶ τὸ Γ· τὸ Α ἄρα παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐν τούτῳ δὲ τῷ συμπεράσματι τὸ κατὰ τὸν διορισμὸν συνάγεται ἐνδεχόμενον.
在讨论了第一格中可能命题与实然命题的混合,并指明了其中哪些能构成推论,哪些不能构成推论之后,我现在将转向[必然命题与]可能命题的混合。因为应当明了,在这些情形中,当词项的配置状态与在可能命题和实然命题混合的情形中相同时,便会产生能构成推论的组合:我的意思是,当大前提为必然命题而小前提为可能命题时,无论两者在质上处于何种状态皆是如此。因为即使小前提是否定的,由于它是可能命题而能够被换位为肯定命题,该组合也同样能构成推论。但如果大前提为可能命题而小前提为必然命题,大前提的质同样是无关紧要的,但小前提的质则不再如此;相反,为了能构成推论,仅仅要求它是肯定的即可。正如在实然命题与可能命题的混合中结论各不相同,有时是基于定义的可能命题,有时则是某种其他的可能命题一样,在这些情形中也是如此。因为如果两者都是肯定的,或者大前提为可能否定命题,结论就是基于定义的可能命题;但当大前提为必然否定命题时,结论就不再是基于定义的可能命题,而是伴随实然命题的可能命题。而在这种混合中,当必然命题在小前提中为肯定,而大前提为可能否定或可能肯定时,便产生完全推论。同样,特称组合在结论和完全推论方面,都与全称组合的情况处于相同状态。但在这里,必须把结论中的“可能是”不理解为基于定义的,而是如我们先前所理解的那样,理解为伴随某种其他事物的,即伴随实然命题的;因为单纯的可能命题也被述语于实然命题。然而,“必然不属于”的推论决不会以任何方式产生;如果这是如此,那么就决不会有关于必然命题的推论。因为“必然不属于”与“并非必然属于”是不同的;因为“必然不属于”意味着[绝不以任何方式属于的事物],而这正是我在此处所主张不能被推导出的;而“并非必然属于”则意味着实然属于但并非必然地、而是可能地被否定掉的事物。 既然关于这些事情我们已经充分论述过了,从这里开始接下来必须列举必然命题与可能命题混合的各种组合,并证明在这些组合中无一推导出必然的结论,而是推导出我事先所说的那种结论。首先,必须列举由两个全称肯定命题构成的组合,其中大前提为必然命题,小前提为可能命题。因为推导出的是全称肯定的可能命题结论。设A必然属于所有B,而B可能属于所有Γ:我们断言,A可能属于所有Γ。因为如果这是假的,矛盾对立的命题“并非可能属于所有”将是真的,而这与“必然不属于所有”是同一的。那么,既然A必然属于B,但[必然]不属于所有Γ,便由两个必然前提构成了第二格,并推导出B必然不属于所有Γ;但先前曾设定它可能属于所有,这是不可能的。这个不可能的推论之所以随之而来,是因为我们假定了A并非可能属于所有Γ;因此这是假的,而矛盾对立的命题“可能属于所有”是真的,这正是所要证明的。显而易见,这个推论是不完全的,如果它确实是通过归谬法被证明的话;并且如果不可行的结果确实是在假定了“必然不属于所有”之后随之而来的,那么它所推导出的就是可能命题的一半。反之,由两个全称肯定命题构成的第二种组合,即具有必然的小前提而可能命题在大前提一侧的组合,它本身也通过直接证明推导出“可能是”;因此这个推论也是完全的。因为既然A可能属于所有B,因此它也可能属于它[B]的所有部分;而Γ是B的部分[之一];因此A可能属于所有Γ。而在这一结论中,推导出的是基于定义的可能命题。
- 1.2τοῦ συντρέχοντος τῷ ὑπάρχοντι
名词化的现在分词 συντρέχον 支配与格补足语 τῷ ὑπάρχοντι。这是亚里士多德逻辑学注疏中的固定短语,指“伴随实然命题的可能”(即单向可能性/非必然性),与上文“基于定义的可能”(双向可能)相对立。
- 1.2τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγει
意为“推导出可能命题的一半”。由于通过归谬法被反驳的假定是“必然不属于所有”(ἀνάγκη μὴ παντί),由此直接得出的结论仅为“并非必然不属于”(即非必然性),这仅构成了严格定义下的双向可能(既可能属于也可能不属于)中的一半(排除了必然否定这一侧)。
