← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§44.10-45.25

第一格中特称前提的不可推论性与反例化解

特米斯提乌斯论证了具有特称否定实然小前提的第一格组合以及大前提为特称的组合都是不能构成推论的,并给出了反例;随后他从中项的外延与时间限定的角度化解了肯定小前提中看似成立的反例难题,并在篇末转向必然命题与可能命题的混合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#18

δεικτέον δὲ αὐτήν, ὅτι ἀσυλλόγιστός ἐστι, διὰ τοῦ ἀορίστου, ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς συλλογισμοῖς ἐλέγομεν τοῖς ἔχουσι μερικὴν ἀποφατικήν, ὅτι δείκνυνται αἱ τοιαῦται ἀσυλλόγιστοι ἐκ τοῦ ἀόριστον ἔχειν τὴν μερικὴν ἀποφατικήν. ἐπειδὴ γὰρ ἀληθεύει ἢ δι’ ἑαυτὴν ἢ διὰ τὴν καθόλου ἀποφατικήν, ὅταν μὲν δι’ ἑαυτὴν ἀληθεύῃ, ὑποδύεται συλλογιστικὴν συζυγίαν τῷ δύνασθαι μεταλαμβάνεσθαι εἰς τὴν καταφατικήν, διότι, ὃ μὴ ὑπάρχει παντί, τοῦτο τινὶ ὑπάρχει· διὰ τοῦτο ἐκβλητέον αὐτὴν ὡς ἀόριστον. ὅταν δὲ λάβωμεν αὐτὴν διὰ τὴν καθόλου ἀληθεύουσαν, τότε προδήλως ἀσυλλόγιστος οὖσα ἐλέγχεται· συνάγει γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενί. ἔστωσαν οὖν ὅροι τοῦ μὲν παντὶ κινούμενον, λευκόν, βαδίζον· κινούμενον παντὶ λευκῷ ἐνδέχεται ὑπάρχειν, λευκὸν ὑπαρχέτω μὴ παντὶ βαδίζοντι, καὶ συνάγεται κίνησις παντὶ βαδίζοντι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ κίνησις, λευκόν, ἑστώς· κίνησις ἐνδεχομένως παντὶ λευκῷ, λευκὸν μὴ τινὶ βαδίζοντι ὑπαρχόντως, καὶ κίνησις οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης. λειπόμεναί εἰσι συζυγίαι αἱ ἔχουσαι τὴν μείζονα μερικὴν τὴν δὲ ἐλάττονα καθόλου, αἵτινες ἀσυλλόγιστοι πᾶσαί εἰσιν, ὅπως ἂν ἔχωσι τοῦ τε τρόπου καὶ τοῦ ποιοῦ. ὁμοίως δέ, κἂν μερικαὶ ἀμφότεραι ληφθῶσι, κἂν ἀμφότεραι ἀδιόριστοι ἢ ἡ μὲν μερικὴ ἡ δὲ ἀδιόριστος· καὶ αὗται γὰρ πάλιν, ὅπως ἂν ἔχωσι κατά τε τὸ ποιὸν καὶ τοὺς τρόπους, πᾶσαι ἀσυλλόγιστοί εἰσιν. ἀπόδειξις δὲ τοῦ ἀσυλλογίστους αὐτὰς εἶναι ἡ αὐτή, ἥπερ καὶ ἐπὶ τῶν ἄλλων ἀσυλλογίστων· αὕτη δέ ἐστιν ἡ παραδειγματική. εὑρίσκονται γὰρ ὅροι συνάγοντες καὶ τὸ παντὶ καὶ τὸ μηδενί· ἐφ’ ὧν δὲ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ συνήγετο, αὗται ἀσυλλόγιστοι ἦσαν διὰ τὴν ἀοριστίαν. ἔστωσαν οὖν ὅροι πάντων κοινοὶ τοῦ μὲν παντὶ ἐπιστήμη, κινούμενον, γραμματική· ἐπιστήμη τινὶ κινουμένῳ ἐνδεχομένως ὑπάρχει ἢ μὴ ὑπάρχει, κίνησις παντὶ ἢ μηδενὶ γραμματικῷ ὑπαρχέτω, καὶ συνάγεται ἐπιστήμη παντὶ γραμματικῷ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ ἐπιστήμη, κίνησις, ἵππος ἢ ἁπλῶς ἄλογον· ἐπιστήμη ἐνδεχομένως τινὶ κινουμένῳ ἢ μὴ παντί, κίνησις ὑπαρχέτω παντὶ ἢ μηδενὶ ἵππῳ, καὶ συνάγεται ἐπιστήμη ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Φανερὸν οὖν, ὅτι τῆς μείζονος προτάσεως καθόλου οὔσης ἀεὶ γίνεται συλλογισμός, ὅταν ἡ ἐλάττων καταφατικὴ εἴη. ζητητέον δέ, μή ποτε οἱ ὅροι οἱ ληφθέντες εἰς τὸ δεῖξαι τὴν συζυγίαν τὴν ἔχουσαν τὴν ἐλάττονα μερικὴν ἀποφατικὴν ὑπάρχουσαν τῆς μείζονος καθόλου οὔσης ἐνδεχομένης ἀποφατικῆς ἢ καταφατικῆς, ἐὰν οἱ αὐτοὶ ὅροι ληφθῶσι καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς ὑπαρχούσης οὔσης, δείξουσιν αὐτὴν ἀσυλλόγιστον·1 συνάξουσι γὰρ καὶ τὸ παντὶ καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης. λέγω γὰρ οὕτως· κίνησις παντὶ λευκῷ ἐνδεχομένως, λευκὸν τινὶ βαδίζοντι ὑπαρχόντως, καὶ συνάγεται κίνησις παντὶ βαδίζοντι ἐξ ἀνάγκης. καὶ τὸ οὐδενὶ οὕτως· κίνησις παντὶ λευκῷ ἐνδεχομένως, λευκὸν ὑπαρχέτω τινὶ ἑστῶτι, καὶ κίνησις οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης. ὁμοίως, κἂν ἐνδεχομένως ὑπάρχῃ ἡ μερική, τὰ αὐτὰ πάλιν συμβαίνει, ὥστε ἐκ τῶν ὅρων τούτων δειχθήσονται καὶ αὗται ἀσυλλόγιστοι. τί οὖν ἐροῦμεν; εἴπομεν ἤδη, ὅτι δεῖ τὴν μείζονα πρότασιν μὴ ὁρίζεσθαι χρόνῳ ὑπὸ τῆς ἐλάττονος· ὡρίζετο δὲ χρόνῳ, ὁπηνίκα ὑπερέτεινεν ὁ μέσος ὅρος τὸν μείζονα. εἰ γὰρ τὸ λευκόν, ὅπερ ἐστὶν ὁ μέσος ὅρος, κατηγορεῖται ἐπὶ τοῦ βαδίζοντος καὶ ἐπὶ τοῦ ἑστῶτος, τὸ δὲ κινούμενον, ὁ μείζων, ἐπὶ μόνου τοῦ βαδίζοντος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἐπὶ τοῦ ἑστῶτος, δηλονότι ἐπὶ πλέον ἐστὶν ὁ μέσος ὅρος τοῦ μείζονος. εἰ δὲ τοῦτο, μερικὴ γίνεται ἡ μείζων πρότασις· μερικῆς δὲ αὐτῆς γινομένης ἀσυλλόγιστος ἡ συζυγία, ὥστε εἰκότως συνήγαγε καὶ τὸ παντὶ καὶ οὐδενὶ οὕτω καταφατικῆς οὔσης τῆς ἐλάττονος. εἰ μέντοι ἀποφατικὴ εἴη, οὐκέτι ὁρίζεται ὁ μείζων ὑπὸ τοῦ ἐλάττονος ὑπερτείνοντος τοῦ μέσου τὸν μείζονα·2 εἰ γὰρ καὶ ἐλέγομεν τὸ λευκὸν μηδενὶ ὑπάρχειν βαδίζοντι μηδὲ ἑστῶτι, ἐπειδὴ ἀποφάσκεται αὐτῶν καὶ οὐ κατηγορεῖται, διὰ τοῦτο οὐκ ἔσται ἐπὶ πλεῖον τοῦ μείζονος. δῆλον οὖν, ὅτι ἡ ἔχουσα τὴν μερικὴν ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου δι’ αὐτὸ τοῦτο τὸ ἔχειν τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν μόνον ἀσυλλόγιστός ἐστι καὶ οὐ διὰ τὸ ὁρίζεσθαι χρόνῳ τὴν μείζονα. Μῖξις ἀναγκαίου καὶ ἐνδεχομένου.

但是必须指出,它[具有特称否定实然小前提的组合]由于其不定性是不能构成推论的,正如我们在具有特称否定的单纯推论中也曾说过的那样,这类推论之所以被证明不能构成推论,是因为它们具有不定的特称否定。因为既然它要么因其自身为真,要么因全称否定为真,那么当它因其自身为真时,它便借由能够换位为肯定命题而伪装成能构成推论的组合(因为不属于所有的事物,属于某个事物);因此它必须作为不定的而被弃置。而当我们把它作为因全称而为真的命题来取时,那时它便显明地被反驳为不能构成推论的;因为它可以同时推导出“属于所有”和“不属于任何事物”。那么,让“属于所有”的词项为运动的、白的、行走的:运动可能属于所有白的,设白实然地不属于所有行走的,于是推导出运动必然属于所有行走的。而对于“不属于任何事物”,词项为运动、白的、静止的:运动可能属于所有白的,白实然地不属于某个行走的[静止的],于是运动必然不属于任何静止的。剩下的是那些具有特称大前提而具有全称小前提的组合,无论它们在模态和质上处于何种状态,它们全都是不能构成推论的。同样,即使两者都被取为特称,或者两者都被取为不定,或者一为特称而另一为不定,情况也是如此;因为这些组合无论在质和模态上如何,也全都是不能构成推论的。而证明它们不能构成推论的方法与在其他不能构成推论的情形中完全相同,这就是范例(反例)证明。因为可以找到既能推导出“属于所有”又能推导出“不属于任何事物”的词项;而在既推导出“属于所有”又推导出“不属于任何事物”的情形中,这些组合由于其不定性是不能构成推论的。那么,让对所有情形共通的词项中,“属于所有”的词项为知识、运动的、语法:知识可能属于或不属于某个运动的,设运动实然地属于所有或不属于任何语法的,于是推导出知识必然属于所有语法的。而对于“不属于任何事物”,词项为知识、运动、马,或简言之无理性的动物:知识可能属于某个运动的或不属于所有运动的,设运动实然地属于所有或不属于任何马,于是推导出知识必然不属于任何马。在其余情形中也是如此。 因此显而易见,当大前提为全称时,只要小前提是肯定的,就总是会产生推论。但是必须探究,用来证明当大前提为全称可能否定或肯定而小前提为特称否定实然命题时的组合的那些词项,如果当小前提为特称肯定实然命题时也被取为同样的词项,是否会证明它也是不能构成推论的;因为它们将必然同时推导出“属于所有”和“不属于任何事物”。因为我这样说:运动可能属于所有白的,白实然地属于某个行走的,于是推导出运动必然属于所有行走的。而对于“不属于任何事物”也是如此:运动可能属于所有白的,设白实然地属于某个静止的,于是运动必然不属于任何静止的。同样,即使特称前提是可能属于的,同样的事情又会发生,以至于从这些词项出发,这些组合也同样会被证明是不能构成推论的。那么我们将说什么呢?我们先前已经说过,大前提决不能在时间上受到小前提的限定;而当中项超出大项时,它就在时间上受到了限定。因为如果作为中项的白,既被述语于行走的,又被述语于静止的,而作为大项的运动的仅被述语于行走的,不再同时被述语于静止的,显然中项比大项具有更大的外延。但如果是这样,大前提就变成了特称命题;而当它变成特称命题时,组合就变成了不能构成推论的,因此当小前提如此为肯定时,顺理成章地既推导出了“属于所有”又推导出了“不属于任何事物”。然而如果它是否定的,即便中项超出大项,大项也不再受到小项的限定;因为即使我们说白不属于任何行走的也不属于任何静止的,既然它是从它们被否定而不是被述语于它们,由于这一缘故中项就不会比大项具有更大的外延。因此显而易见,具有特称否定前提而大前提为全称的组合,正是仅仅因为具有否定的实然小前提而是不能构成推论的,并不是因为大前提在时间上受到了限定。 必然命题与可能命题的混合。

语法注2 条
  1. 1.2ζητητέον δέ, μή ποτε οἱ ὅροι οἱ ληφθέντες εἰς τὸ δεῖξαι ... δείξουσιν αὐτὴν ἀσυλλόγιστον

    由动词性形容词 ζητητέον 引出的间接疑问/疑虑从句。μή ποτε(是否……会)后接将来时直陈语气 δείξουσιν,构成提出疑难(aporia)的句式(“必须探讨……是否会证明……”)。主语 οἱ ὅροι οἱ ληφθέντες 与主动词 δείξουσιν 之间插入了条件状语从句 ἐὰν οἱ αὐτοὶ ὅροι ληφθῶσι...

  2. 1.2ὑπερτείνοντος τοῦ μέσου τὸν μείζονα

    属格独立结构,其中中项(τοῦ μέσου)带有作宾语的大项(τὸν μείζονα),意为“当中项超出大项时(即外延更广时)”。它为主句 οὐκέτι ὁρίζεται ὁ μείζων ὑπὸ τοῦ ἐλάττονος 补充了条件或情境,与前文的 ὁπηνίκα ὑπερέτεινεν... 相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:44.10-45.25