← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§43.1-44.10

全称大前提与特称小前提的混合模态推论及几何比喻

德米斯提乌斯论述了大前提为全称、小前提为特称时实然与可能模态的混合推论,详细阐明了在不同质的组合下推论成立与否的条件,及其通过直接证明、归谬法与换位的证明过程,并解释了将前提称为“间距”、将格称为“图形”的几何学比喻之来源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#17

Ἐὰν δὲ ἡ μὲν μείζων τῶν προτάσεων καθόλου ἐνδεχομένη ἡ δὲ ἑτέρα 〈ἡ〉 ἐλάττων μερικὴ ᾖ καταφατικὴ ὑπάρχουσα, τῆς μείζονος εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς οὔσης συλλογισμὸς γίνεται, ὥσπερ ἐγίνετο καὶ ἐπὶ τῶν τοιούτων καθόλου προτάσεων, τουτέστιν ἐνδεχόμενον ἔσται τὸ συμπέρασμα. δείκνυνται καὶ οὗτοι οἱ συλλογισμοὶ τῇ αὐτῇ δείξει, διὰ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν ἐνδέχεται, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως μόνον, καὶ τὸ Α ἄρα τινὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. ἐπεὶ γὰρ [γὰρ] τὸ Α ἐνδεχομένως παντὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· τί δὲ τῶν τοῦ Γ μέρος αὐτοῦ ἐστι·1 τὸ Α ἄρα ἐνδεχομένως 〈τινὶ〉 τῷ Γ ὑπάρχει. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῆς ἀποφατικῆς. ὅροι δὲ ὑπνοῦν, περιπατοῦν, ζῶον· τὸ ὑπνοῦν παντὶ περιπατητικῷ ἐνδεχομένως ὑπάρχει ἢ οὐχ ὑπάρχει, περιπατητικὸν τινὶ ζῴῳ ὑπαρχόντως, καὶ συνάγεται ‘τὸ ὑπνοῦν τινὶ ζῴῳ ἐνδέχεται’. Ὅταν δὲ ἡ μὲν καθόλου ὑπάρχουσα ᾖ ἡ δὲ ἐλάττων ἐνδεχομένη, ὥσπερ ἐπὶ τῶν καθόλου συζυγιῶν τὰς οὕτως ἐχούσας ἐλέγομεν πάσας συλλογιστικὰς εἶναι, ὅπως ἂν κατὰ ποιὸν ἔχωσιν, οὕτω καὶ ἐπὶ τούτων φημί, καὶ ἁπλῶς εἰπεῖν, οἷα εἶχον συμπεράσματα αἱ καθόλου συζυγίαι, τὰ αὐτὰ ταῦτα ἕξουσι καὶ αἱ ὁμοίως ἐκείναις κατὰ τὸ ποιὸν ἔχουσαι μερικαί. ἀτελεῖς δέ εἰσι καὶ αὗται πᾶσαι αἱ συζυγίαι ὥσπερ καὶ αἱ καθόλου αἱ ὁμοίως αὐταῖς ἔχουσαι, διότι οὐκ ἐκ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δείκνυνται ἀλλὰ δέονται τῆς 〈διὰ〉 τοῦ ἀδυνάτου δείξεως πᾶσαι· πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, οἱ δὲ καὶ διὰ τῆς ἀντιστροφῆς· καὶ γὰρ οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι δέονται καὶ τῆς δι’ ἀδυνάτου δείξεως. δείκνυνται οὖν διὰ μὲν τοῦ ἀδυνάτου μόνον οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν, ὥσπερ καὶ ἐπὶ τῶν καθόλου. εἰ γὰρ τὸ Α παντὶ ἢ μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τῷ Γ τινὶ ἐνδεχομένως, λέγω δή, ὅτι συνάγεται τὸ Α τινὶ ἢ οὐ παντὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν, ἐπὶ μὲν τῆς ἐχούσης τὴν μείζονα ἀποφατικὴν τὸ μὴ παντί, ἐπὶ δὲ τῆς ἐχούσης αὐτὴν καταφατικὴν τὸ τινί. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθῆ τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπὶ μὲν τῆς καταφατικῆς τὸ ‘ἐξ ἀνάγκης οὐδενί’, ἐπὶ δὲ τῆς ἀποφατικῆς τὸ ‘παντί’. ἀλλ’ ἀμφοτέραις ἀδύνατόν τι ἀκολουθεῖ, ἐπὶ τῆς καταφατικῆς μέν, εἰ τὸ 〈Α〉 ἐξ ἀνάγκης μηδενὶ τῷ Γ κατὰ τὴν ὑπόθεσιν, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί· μεταληψόμεθα γὰρ πάλιν διὰ τὸ σαφὲς τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν·2 τὸ Α ἄρα οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησε διὰ τὸ ὑποθέσθαι 〈τὸ Α τῷ Γ ἐξ ἀνάγκης μηδενί· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ἐνδέχεται τὸ Α τῷ Γ〉 τινί’, ὅπερ ἔδει δεῖξαι. ὁμοίως καὶ ἐπὶ τῆς ἀποφατικῆς ἔχει· λέγω γάρ, ὅτι συνάγει τὸ Α τῷ Γ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ κατὰ πάντα ἀντικείμενον τὸ ‘ἀνάγκη παντί’· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκη παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει τινί, τὸ Α τινὶ τῷ Β· ἦν δὲ καὶ μηδενί, ὅπερ ἀδύνατον· ψεῦδος ἄρα τὸ ‘ἀνάγκη παντὶ τῷ Γ τὸ Α’, ἀληθὲς δὲ τὸ ἐνδέχεσθαι μὴ παντί, ὅπερ ἔδει δεῖξαι. καὶ οὗτοι μὲν οἱ διὰ τοῦ ἀδυνάτου μόνου δεικνύμενοι, διὰ δὲ τοῦ ἀδυνάτου καὶ τῆς ἀντιστροφῆς οἱ ἔχοντες τὴν ἐλάττονα ἀποφατικήν· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος οὕτως ἡ δι’ ἀδυνάτου γίνεται δεῖξις, ὥσπερ καὶ ἐπὶ τῶν πρότερον. σημειωτέον δέ, ὡς διαστήματα τὰς προτάσεις καλοῦμεν,3 ἐπειδὴ ἐξομοιῶσαι βουλόμεθα τὰ ἐν συλλογισμοῖς τοῖς κατὰ γεωμετρίαν. εἰκότως οὖν ὥσπερ αἱ προτάσεις ἀνάλογον 〈ἔχουσαι〉 ταῖς γραμμαῖς διαστήματα καλοῦνται ὥσπερ αἱ γραμμαί, οὕτως καὶ οἱ συλλογισμοὶ ἀνάλογον τοῖς σχήμασιν ἔχοντες, διότι ὥσπερ ἐκεῖνα ἐκ γραμμῶν οὕτως καὶ οὗτοι ἐκ προτάσεων σύγκεινται, σχήματα ἐκλήθησαν. Ὅταν δὲ ἡ ἐλάττων πρότασις οὖσα μερικὴ ἀποφατικὴ ὑπάρχουσα ληφθῇ, οὔ φημι ἔσεσθαι συλλογισμόν, καὶ εἰκότως· οὐκέτι γὰρ ἡ μερικὴ ὑπάρχουσα ἀποφατικὴ μεταλαμβάνεται εἰς τὴν καταφατικήν.

另一方面,如果在前提中大前提是全称可能命题,而另一个即小前提是特称肯定实然命题,那么无论大前提是肯定还是否定,都会产生推论,正如在这类全称前提的情形中也会产生的那样,也就是说结论将是可能命题。这些推论也是通过同样的证明,即通过“属于所有”和“不属于任何事物”而被证明的。因为如果A可能属于所有B,而B仅实然地属于某个C,那么A也可能属于某个C。因为既然A可能属于所有B,因而它也可能属于它所有的部分;而C的某些事物是它的一部分;因此A可能属于某个C。在否定命题的情形中也是如此。词项是睡眠、行走者、动物:睡眠可能属于或不属于所有行走者,行走者实然地属于某种动物,于是推导出“睡眠可能属于某种动物”。 每当全称前提是实然的,而小前提是可能的,正如在全称组合的情形中我们曾说过处于这种状态的组合无论在质上如何都是能构成推论的一样,在这些[特称组合]的情形中我也这样主张;简而言之,全称组合具有怎样的结论,在质上与它们相似的特称组合也将具有完全相同的结论。但是所有这些组合也都是不完全的,正如与它们相似的全称组合一样,因为它们不是从“属于所有”和“不属于任何事物”中被证明的,而是全都依赖归谬法的证明;只是有些推论将通过归谬法被证明,而另一些则还会通过换位被证明;因为通过换位被证明的推论也同样依赖归谬法的证明。因此,具有肯定小前提的推论仅通过归谬法被证明,正如在全称情形中一样。因为如果A属于所有或不属于任何B,而B可能属于某个C,我明确主张,可以推导出A可能属于某个C或可能不属于所有C——在具有否定大前提的组合中是“不属于所有”,而在具有肯定大前提的组合中是“属于某个”。但如果这是假的,矛盾对立的命题就为真:在肯定的情形下是“必然不属于任何事物”,而在否定的情形下则是“[必然]属于所有事物”。但在这两种情形下都会随之产生某种不可能的结论:在肯定的情形下,如果根据假设A必然不属于任何C,而B属于某个C(因为为了明晰起见,我们再次把可能命题换位为实然命题),那么A就不属于所有B;但[前提设定]它也属于所有B,这是不可能的。这一不可能的结论是由于假设了A必然不属于任何C而随之产生的;因此这是假的,而全面对立的“A可能属于某个C”为真,这正是所要证明的。在否定的情形下也是如此;因为我主张,它推导出A可能不属于所有C。因为如果这是假的,全面对立的“必然属于所有”就为真。既然A必然属于所有C,而B实然地属于某个C,那么A就属于某个B;但[前提设定]它也不属于任何B,这是不可能的;因此“A必然属于所有C”是假的,而可能不属于所有为真,这正是所要证明的。这些是仅通过归谬法被证明的推论,而具有否定小前提的推论则是通过归谬法和换位被证明的;因为当小前提被换位之后,正如在先前的诸情形中一样,归谬法的证明就会以此种方式产生。还必须注意,我们之所以把前提称为“间距”,是因为我们希望把推论中的事物比拟为几何学中的事物。因此顺理成章地,正如前提对应于线段而像线段一样被称为“间距”,推论也对应于图形——因为正如前者由线段组成,后者也由前提构成——因而被称为“格(图形)”。但是,当小前提被取为特称否定实然命题时,我主张将不会产生推论,这也理所当然;因为特称否定实然命题不再能被换位为肯定命题。

语法注3 条
  1. 1.2τί δὲ τῶν τοῦ Γ μέρος αὐτοῦ ἐστι

    此处虽然印为带重音的 τί,但在句法上应理解为不定代名词(原为附音词 τι),意为“C的某一部分(或分子)是它(B)的一部分”。主语是 τί τῶν τοῦ Γ,谓语是 μέρος ἐστι,αὐτοῦ 指代 B。

  2. 1.2μεταληψόμεθα γὰρ πάλιν διὰ τὸ σαφὲς τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν

    这是承接前文理论的插入性说明:在归谬法中运用小前提(B可能属于某些C)时,作者指出“因为为了明晰起见,我们再次把可能命题转换为实然命题”,以此说明归谬推导中得出与已知前提矛盾的实然命题的根据。

  3. 1.2διαστήματα τὰς προτάσεις καλοῦμεν

    双宾格结构,动词 καλοῦμεν 带直接宾语 τὰς προτάσεις 和宾语补足语 διαστήματα(“我们把前提称为‘间距’”)。此处明确阐述了古代逻辑学将命题(词项之间的间隔)比作几何学线段(端点之间的间隔)的术语用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:43.1-44.10