← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§41.18-42.40

第一格中否定小前提的考察与换位证明的性质

德米斯提厄斯阐明了此前词项何以得出“并非必然不属于任何事物”,考察了第一格中小前提为否定可能命题或否定实然命题时的推论情况,并回应了关于借助模态换位证明的推论是否算作“通过自身”证明的方法论疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#16

οὐ γὰρ ἀληθὲς τὸ μηδενὶ ζῴῳ λέγειν τὸ βαδίζειν ἐνδέχεσθαι, ἐπειδή, ἐφ’ ὧν τὸ ‘μηδενί’ ἀληθεύει, ἐπὶ τούτων καὶ τὸ ‘παντὶ ἐνδέχεται’·1 οὐ πάντα δὲ τὰ ζῷα βαδίζει· οὐδὲ γὰρ τὰ ἑρπετά· ὥστε διὰ τοῦτο οὐκ ἀληθὲς ἐπὶ τούτων τὸ εἰπεῖν μηδενὶ ἐνδέχεσθαι. μόνως ἄρα ἀληθὲς τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ τὸ βαδίζειν ὑπάρχει’· ἀληθὲς γὰρ καὶ ἐπὶ τῶν ἑρπετῶν, ὅτι2 οὐδενὶ αὐτῶν ἐξ ἀνάγκης τὸ βαδίζειν ὑπάρχει, ὥσπερ δὴ καὶ πρὸ τούτου εἴπομεν. ὥστε τέως εἴχομεν διὰ τούτων, ὅτι οὐ συνάγεται τὸ ἐνδεχόμενον. Ἐὰν δὲ ἡ μὲν μείζων καθόλου ᾖ καταφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων καθόλου ἀποφατικὴ ἐνδεχομένη, μενούσης μὲν τῆς ἐλάττονος ἀποφατικῆς οὐδὲν συναχθήσεται· μεταληφθείσης δὲ αὐτῆς εἰς τὸ καταφατικόν, ἐπεὶ τὸ μηδενὶ ἐνδεχόμενον καὶ παντὶ ἐνδέχεται (ἀντιστρέφει γὰρ ἀλλήλοις), ἔσται συλλογισμός, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, ἐν οἷς ἐκ μὲν τῶν κειμένων οὐδὲν συνήγετο, μεταληφθέντος δὲ τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς ἐνδεχόμενον καταφατικὸν ἐγίνετο. ἔσται γὰρ συμπέρασμα καθόλου καταφατικὸν ἐνδεχόμενον οὔσης τῆς συζυγίας ἐκ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος, καθὰ δεδεῖχθαι δοκεῖ. εἰ μὲν οὖν ἡ μείζων καταφατικὴ ᾖ [ἢ] ὑπάρχουσα, δῆλον ὅτι ἀντιστραφείσης τῆς ἐλάττονος γενήσεται συμπέρασμα τοιοῦτον, οἷον ἐγίνετο καὶ ἐκ τῶν δύο καταφατικῶν. εἰ δὲ ἀποφατικὴ καὶ ἡ μείζων ᾖ, πάλιν ἀντιστραφείσης τῆς ἐλάττονος εἰς τὴν καταφατικὴν τὸ συμπέρασμα ἕξουσιν, οἷον ἡ ἐκ τῆς μείζονος ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καταφατικῆς ἐνδεχομένης, λέγω δὴ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’· καὶ ὅσα ἁπλῶς εἴρηται ἐπ’ ἐκείνων, ταῦτα καὶ ἐπὶ τούτων λεχθήσεται. ἐὰν δὲ ἀποφατικὴ ὑπάρχουσα ἡ ἐλάττων ᾖ, οὐδεὶς ἔσται συλλογισμός, κἄν τε ἐνδεχομένη καταφατικὴ ἡ μείζων κἄν τε ἐνδεχομένη ἀποφατική. καὶ τοῦτο, ὅτι οὕτως ἔχει, δεικτέον πάλιν τῇ τῶν ὅρων παραθέσει· οἷον τοῦ μὲν παντὶ λευκόν, ζῶον, χιών, τοῦ δὲ μηδενὶ λευκόν, ζῶον, πίσσα. ἀληθέστερον δ’ ἂν αἱ προτάσεις κατὰ τὴν ἐκκειμένην συζυγίαν ἔχοιεν, εἰ λάβοιμεν ὅρους ἐπὶ μὲν τοῦ παντὶ ὑπάρχειν κινεῖσθαι, λευκόν, περιπατεῖν· κινεῖσθαι παντὶ καὶ οὐδενὶ λευκῷ ἐνδέχεται, λευκὸν οὐδενὶ περιπατοῦντι ὑπαρχόντως, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι. τοῦ δὲ μηδενὶ κινεῖσθαι, λευκόν, ἑστώς· κινεῖσθαι παντὶ καὶ οὐδενὶ λευκῷ 〈ἐνδέχεται〉, λευκὸν οὐδενὶ ἑστῶτι ὑπαρχόντως, καὶ κινεῖσθαι οὐδενὶ ἑστῶτι ἐξ ἀνάγκης. Φανερὸν μὲν οὖν, ὅτι καθόλου τῶν ὅρων ὄντων καὶ τῆς μὲν ὑπάρχειν τῆς δὲ ἐνδέχεσθαι λαμβανομένης τῶν προτάσεων, ὅταν ἡ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι λαμβάνηται πρότασις, ἀεὶ γίνεται συλλογισμός, πλὴν ὅτε μὲν ἐξ αὐτῶν, ὁτὲ δὲ ἀντιστραφείσης τῆς προτάσεως. τὸ δὲ ἐξ αὐτῶν εἰπὼν οὐ τοῦτό φημι, ὅτι τῇ δι’ εὐθείας δείξει (πάντες γὰρ ἐδείχθησαν τῇ μεταλήψει τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ), ἀλλ’ ὅτι οἱ φυλάξαντες τὸ ἴδιον ποιόν, οἷοι ἦσαν οἱ ἔχοντες τὴν ἐλάττονα καταφατικήν. οἱ δὲ ἄλλοι οὐ δι’ ἑαυτῶν ἐδείχθησαν, ἀλλὰ μετελήφθησαν ἐξ ἀποφατικῶν εἰς καταφατικάς. τί οὖν, φήσειεν ἄν τις, οὐχὶ καὶ ἐπ’ ἐκείνων πάντων μετελαμβάνομεν τὸν ἐνδεχόμενον τρόπον εἰς τὸν ὑπάρχοντα, ὥσπερ καὶ ἐπὶ τούτων τὴν ἀπόφασιν εἰς τὴν κατάφασιν, ὥστε οὐδ’ ἐκεῖνοι δι’ ἑαυτῶν ἐδείχθησαν; τί οὖν εἴποιμι ἄν; ὥσπερ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, οὐχ ὡς οὐκ ἔχοντες ἀφ’ ἑαυτῶν τὸ ἀναγκαῖον (οὐδὲν γὰρ ἧττον, εἰ μὴ ἀνηνέχθησαν εἰς τὸ πρῶτον σχῆμα, εἶχον ἐξ ἀνάγκης τὸ συμπέρασμα ἑπόμενον), ἀλλὰ διὰ τοῦτο καὶ μόνον ἀνήγοντο ὥστε σαφεστέραν ἡμῖν τὴν δεῖξιν διὰ τῶν γνωριμωτέρων γενέσθαι, οὕτω φημὶ καὶ ἐπὶ τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον, ὅτι, κἂν μὴ μετελήφθησαν αἱ προτάσεις, οὐδὲν ἧττον τὸ συμπέρασμα εἶχον ἑπόμενον. ἀλλ’ ἐπειδὴ ἄδηλος τέως ἡμῖν ἡ μῖξις τοῦ ἀναγκαίου καὶ ἐνδεχομένου, διὰ τοῦτο γνωριμωτέραν ποιοῦντες τὴν διδασκαλίαν μετελάβομεν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν. ἐν μέντοι ταῖς ἐχούσαις τὴν ἐλάττονα ἀποφατικὴν οὐχ ἁπλῶς διὰ τὴν σαφήνειαν τῆς διδασκαλίας ἡ μετάληψις γίνεται, ἀλλ’ ὅτι φυλαττομένης τῆς ἀποφατικῆς τὸ ὅσον ἐπ’ αὐτῇ ἀσυλλόγιστός ἐστιν ἡ συζυγία· ἐπειδὴ δὲ οὐκ ἀδύνατόν ἐστιν μεταλαμβάνειν αὐτὴν εἰς καταφατικήν, μεταλαμβανομένη ποιεῖ τὴν συζυγίαν συλλογιστικήν. πότε δὲ ἕκαστον αὐτῶν καὶ δι’ ἣν αἰτίαν, εἰρήκαμεν, ὅτι δι’ ἑαυτῶν μὲν δείκνυνται, ὅτε ἔχουσι τὴν ἐλάττονα καταφατικὴν εἴτε ὑπάρχουσαν εἴτε ἐνδεχομένην, δι’ ἀντιστροφῆς δέ, ὅτε ἡ ἐλάττων ἐστὶν ἀποφατικὴ ἐνδεχομένη· δι’ ἣν δὲ αἰτίαν, ὅτι τῶν μὲν συλλογιστικῶν συζυγιῶν χαρακτηριστικὸν τὸ ἐν πρώτῳ σχήματι τὴν ἐλάττονα εἶναι καταφατικήν, καὶ ὅτι ἡ ἀποφατικὴ ἐνδεχομένη κατὰ τὸν ἐνδεχομένου προσδιορισμὸν δύναται μεταληφθῆναι εἰς τὴν καταφατικήν.

因为说行走可能不属于任何动物并不是真的,既然在“不属于任何事物”为真的那些事物上,在这些事物上“可能属于所有”也[为真];然而并非所有动物都行走;因为爬行动物也不行走;因此由于这一缘故,在这些事物上说可能不属于任何事物并不是真的。所以唯有“行走并非必然属于任何动物”为真;因为在爬行动物上,行走并非必然属于它们中的任何一种也是真的,正如我们在此之前所说的那样。因此通过这些,我们暂时得到了可能并未被推导出来。 另一方面,如果大前提是全称肯定实然命题,而小前提是全称否定可能命题,那么在小前提保持为否定的情况下,将不会推导出任何结论;但当它被换位为肯定时,既然可能不属于任何事物也可能属于所有事物(因为它们相互换位),就会产生推论,正如在前面的论述中所表明的那样,在那些论述中从所设定的前提中没有推导出任何东西,但由于否定可能命题被换位为肯定可能命题而产生了[推论]。因为结论将是全称肯定可能命题,这一组合来自于作为全称肯定可能命题的小前提,正如似乎已被表明的那样。因此,如果大前提是肯定的实然命题,显而易见,当小前提被换位时,将产生出如同从两个肯定命题中所产生的那样的结论。但如果大前提也是否定命题,再次当小前提被换位为肯定命题时,它们将具有如同由作为否定实然命题的大前提和作为肯定可能命题的小前提所产生的那样的结论,我指的正是“并非必然〔属于〕任何事物”;而在那些情形下所简单说过的所有内容,在这些情形下也将同样被陈述。 然而,如果小前提是否定实然命题,那么无论大前提是肯定可能命题还是否定可能命题,都不会有任何推论。而这一点确实如此,必须再次通过列举词项来证明:例如,关于属于所有,白,动物,雪;关于不属于任何事物,白,动物,沥青。但如果我们在属于所有上取运动、白、行走为词项,命题根据所列出的组合就会更加为真:运动可能属于所有以及不属于任何白,白实然地不属于任何行走者,而运动必然属于所有行走者。关于不属于任何事物:运动,白,站立者:运动可能属于所有以及不属于任何白,白实然地不属于任何站立者,而运动必然不属于任何站立者。 因此显而易见,当词项是全称的,并且前提中一个取为实然,另一个取为可能时,每当关涉小极项的前提被取为可能时,总会产生推论,只是有时是从前提自身产生,有时则是由于前提被换位而产生。我说“从自身”并不是指这是通过直接证明(因为所有推论都是通过可能换位为实然而被证明的,并且是通过归谬法),而是指那些保持了自身特有性质的推论,就如同那些具有肯定小前提的推论。而其余的推论并不是通过自身被证明的,而是从否定命题被换位为肯定命题。那么有人可能会说:难道在所有那些推论中,我们不也正如在这些推论中把否定换位为肯定那样,把可能模态换位为了实然模态,从而那些推论也不是通过自身被证明的吗?那么我该说什么呢?正如在第二格和第三格中的推论被还原为第一格,并不是因为它们自身不具有必然性(因为即便它们没有被还原为第一格,它们也同样具有必然随之而来的结论),而仅仅是为了这一缘故,即为了使证明通过更为人所知者对我们而言变得更加明晰而被还原的;同样,我也在可能换位为实然的事情上说,即使前提没有被换位,它们也同样具有随之而来的结论。但既然对于我们而言,必然与可能的混合暂时是不明晰的,因此为了使教学更为人所知,我们把可能前提换位为了实然前提。然而在那些具有否定小前提的组合中,换位不仅仅是为了教学的明晰性而发生,而是因为如果否定被保留,就其自身而言这一组合是无法构成推论的;但既然将其换位为肯定是并非不可能的,它被换位后就使这一组合成为能构成推论的。它们各自在何时以及由于何种原因发生,我们已经说明了:当它们具有肯定的(无论是实然还是可能的)小前提时,是通过自身被证明的;而当小前提是否定可能命题时,则是通过换位被证明的;至于其原因:在第一格中具有肯定小前提是构成推论的组合的特征,并且否定可能命题按照可能的附加规定能够被换位为肯定命题。

语法注2 条
  1. 1.2ἐφ’ ὧν τὸ ‘μηδενί’ ἀληθεύει, ἐπὶ τούτων καὶ τὸ ‘παντὶ ἐνδέχεται’

    关系从句 ἐφ’ ὧν... 与主句 ἐπὶ τούτων... 构成的呼应结构。根据双向可能的互换规则(若“可能不属于任何事物”,则亦“可能属于所有”),关系代词 ὧν 的先行词指代那些使“可能不属于任何事物”(μηδενὶ ἐνδέχεσθαι)这一断定为真的主项事物。

  2. 1.2τὸ δὲ ἐξ αὐτῶν εἰπὼν οὐ τοῦτό φημι, ὅτι

    中性冠词短语 τὸ ... εἰπών 将作者之前的言辞或用语予以主题化,分词 εἰπών 为主格并与主句动词 φημι 的主语一致,构成了“我说‘从自身’,并不是指……”的限定与补充结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:41.18-42.40