- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:40.3-41.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯解释了为何在肯定前提的组合中推导出的是可能全体而非其一半,随后回到大前提为实然否定、小前提为可能肯定的组合,通过归谬法论证所得结论并非严格定义下的可能,而是“并非必然不属于任何事物”,并对具体词项进行了检验与修正。
ἐπειδὴ δὲ ἐν τῇ κατηγορικῇ συζυγίᾳ καταφατικὸν ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα, οὐ μεταλαμβάνεται δὲ ἡ κατάφασις εἰς τὴν ἀπόφασιν, δῆλον ἄρα, ὅτι ἡ μία μόνη τοῦ ἀναγκαίου μερικὴ πρότασις ἀντίκειται τῷ συμπεράσματι ἡ ‘ἀνάγκη μὴ παντί’, ὥστε ἡ ‘οὐκ ἐνδέχεται παντί’ αὐτὴν μόνην περιέξει· τιθεμένῃ δὲ ταύτῃ ἀδύνατόν τι ἠκολούθει·1 δῆλον ἄρα, ὅτι τὸ ἀντικείμενον αὐτῇ ἐστιν ἀληθές. ἔστι δὲ αὕτη οὐχ ἥμισυ τοῦ ἐνδεχομένου ἀλλ’ ὅλον· καὶ ἡ ἀντικειμένη ἄρα οὐχ ἥμισυ ἔσται τοῦ ἐνδεχομένου. εἰκότως ἄρα ἐπὶ τῆς καταφατικῆς συζυγίας οὐκ εἶπον συνάγεσθαι τοῦ ἐνδεχομένου τὸ ἥμισυ. Καὶ ταῦτα μὲν μέχρι τούτου. ἐπανακτέον δὲ πάλιν τὸν λόγον ἐπὶ τὴν προκειμένην συμπλοκὴν ἔχουσαν ὧδε· εἰ τὸ Α τῷ Β μηδενὶ ὑπαρχόντως, τὸ δὲ Β τῷ Γ ἐνδεχομένως παντί, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ’, ὃ μεταληπτέον εἰς τὸ ‘ἐξ ἀνάγκης τινί’.2 ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπαρχόντως· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον. γίνεται οὖν ἐν τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον, ὡς ἐδείχθη, συμπέρασμα. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς3 τὴν καθόλου καταφατικὴν ἐνδεχομένην εἰς τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν συνήχθη· τοῦτο γὰρ εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον· τὸ δ’ ἀδύνατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ τὴν ὑπόθεσιν ἄρα τὴν ‘οὐκ ἐνδέχεται μηδενί’· ἀληθὲς ἄρα τὸ ‘ἐνδέχεται μηδενί’. τὸ συμπέρασμα δὲ τοῦτο τὸ ἐνδέχεσθαι μηδενὶ οὐκ ἔστι τοιούτου ἐνδεχομένου, οἵουπερ ἡμεῖς ἐξ ἀρχῆς ὡρισάμεθα· τοῦτο δὲ ἦν, ὃ ἀντιστρέφουσαν εἶχε τὴν ‘μηδενί’ πρὸς τὴν ‘παντί’. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἔστι τοιοῦτον. ὅτι γὰρ οὐ δύναται ἀντιστρέφειν πρὸς τὴν ‘παντί’, ἐδείξαμεν ἤδη θέντες τὸ ἀντικείμενον τῷ ‘ἐνδέχεται παντί’ (λέγω δὴ τὸ ‘ἀναγκαῖον μὴ παντί’) καὶ μηδὲν αὐτῷ εὑρηκότες ἄτοπον ἀκολουθοῦν, ἵνα οὕτως κατασκευάσωμεν τὸ ἀντικείμενον· ὥστε οὐ δύναται συμπεραίνεσθαι τὸ 〈ἀντικείμενον τῷ〉 ‘ἀνάγκη μὴ παντί’. εἰ δὲ μὴ συμπεραίνεται, οὐκ ἄρα ἰσοδυναμεῖ ἐνταῦθα τὸ συναχθὲν συμπέρασμα, λέγω δὲ τὸ ἐνδέχεσθαι μηδενί, τῷ ἐνδέχεσθαι παντί· τὸ δὲ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἰσοδυναμούσας ταύτας εἶχε τὰς προτάσεις. οὐκ ἄρα τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου τοῦτό ἐστι τὸ συμπέρασμα ἀλλὰ τοῦ μηδενὶ ἐξ ἀνάγκης. τίς δὲ ἡ φύσις τούτου πρὸς τὸ ‘ἐνδέχεται μηδενί’, εἴπομεν. καὶ ὅτι τοῦτό ἐστι τὸ συναγόμενον, δῆλον· τῇ γὰρ εἰς ἀδύνατον ἀπαγωγῇ βουλόμενοι κατασκευάσαι τὸ ‘ἐνδέχεται μηδενί’ καὶ λαβόντες τὸ ἀντικείμενον αὐτῷ τὸ ‘οὐκ ἐνδέχεται μηδενί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’, εἰς ὃ μετελάβομεν διὰ τὸ σαφές, ὑποθέμενοι οὖν τὸ ‘ἀνάγκη τινί’ εὕρομεν ἀδύνατόν τι ἀκολουθοῦν. οὐκοῦν πᾶσα ἀνάγκη τὸ ἀντικείμενον τούτῳ ἀληθὲς εἶναι τὸ ‘ἐξ ἀνάγκης οὐδενί’· τοῦτο γὰρ τῷ ‘ἐξ ἀνάγκης τινί’ ἀντίκειται· τὸ γὰρ ‘ἐξ ἀνάγκης οὐδενί’ ταὐτὸν τῷ ‘οὐκ ἀνάγκη τινί’. ἀνάγκη γὰρ πᾶσα, ὅταν συλλογισμὸν διὰ τοῦ ἀδυνάτου δείκνυμεν, τὴν ἀντικειμένην φάσιν, τουτέστι πρότασιν, τῇ ὑποθέσει, ᾗ ἀδύνατόν τι ἠκολούθησε, ταύτην εἶναι ἀληθῆ. Ἔτι δὲ καὶ ὅρους ἐκθετέον, δι’ ὧν δείκνυται τέως μέν, ὅτι οὐ συνάγεται τὸ ‘ἐνδέχεται μηδενί’· κόραξ, διανοούμενον, ἄνθρωπος· κόραξ οὐδενὶ διανοουμένῳ ὑπαρχόντως, διανοούμενον παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κόραξ οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ὥστε τέως ἔχομεν διὰ τούτων, ὅτι οὐ συνάγεται τὸ ἐνδεχόμενον. ἀλλ’ οὐδὲ τὸ ἀναγκαῖον ἀεί· οἷον κινούμενον οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει, ἐπιστήμη παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κινούμενον οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει. ὥστε, εἰ μήτε ἀεὶ ἐνδεχόμενόν ἐστι τὸ συμπέρασμα μήτε ἀναγκαῖον ἀεί, εἰκότως εἴρηται, ὅτι τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ ἐστὶ τὸ συναγόμενον. πλὴν ὅτι οὔτε τούτους οὔτε τοὺς πρὸ τούτων καλῶς ἐλάβομεν ὅρους. καὶ διὰ τοῦτο βέλτιον αὐτοὺς ληπτέον, βαδίζον, ἀλλοιούμενον, ζῷον· βαδίζον οὐδενὶ ἀλλοιουμένῳ ὑπαρχέτω, ἀλλοιούμενον παντὶ ζῴῳ ἐνδεχομένως, καὶ βαδίζον οὐδενὶ ζῴῳ ἐξ ἀνάγκης.
然而,既然在肯定的组合中结论是一个肯定的可能命题,而肯定命题不被换位为否定命题,那么显然必然性的特称命题中唯有“必然不属于所有”这一个与结论相对立,从而“并非可能属于所有”将唯独包揽它;而在假定它时曾有某种不可能的结果随之产生;因此显而易见,与其相对立者为真。而这并非可能的一半,而是其全体;因此相对立者也不会是可能的一半。所以,在肯定组合的情形中,我没有说推导出了可能的一半,是理所当然的。 关于这些事情就谈到这里。但必须把论证重新引回到摆在我们面前的这一结合上,其形式如下:如果Α实然地不属于任何Β,而Β可能属于所有Γ,那么Α就可能不属于任何Γ。因为如果不是这样,相对立者,即“Α并非可能不属于任何Γ”[就为真],这必须换位为“必然属于某个”。但Β也实然地属于所有Γ;因为令可能前提再次被换位为实然前提。于是在第三格中,由作为特称肯定必然性的大前提和作为全称肯定实然性的小前提,正如已经指出的那样,产生出特称肯定的实然性结论。然而Α属于某个Β确实是不可能的;因为此前假定它不属于任何事物。而这一不可能的结果,再次绝非由于我们将全称肯定的可能命题换位为全称肯定的实然命题而推导出来的;因为这一换位即使为假,却并非不可能;而已证明不可能的结果是随不可能者而来的;因此它是由于“并非可能不属于任何事物”这一假定;所以“可能不属于任何事物”为真。然而“可能不属于任何事物”这一结论,并不是我们从一开始所定义的那种可能;那种可能是具有“不属于任何事物”与“属于所有”相互换位的。但这结论却不是这样的。因为关于它不能与“属于所有”相互换位,我们此前通过设定与“可能属于所有”相对立者(我指的是“必然不属于所有”)并且发现没有任何荒谬的结果随之产生,以便以此确立相对立者,就已经表明了这一点;从而与“必然不属于所有”相对立者无法作为结论被推导出来。而如果它无法被推导出来,那么在这里被推导出的结论,我指的是可能不属于任何事物,就不等值于可能属于所有;然而按定义的可能曾具有这些相互等值的命题。因此这一结论并非按定义的可能的结论,而是“对任何事物皆非必然”的结论。这一命题相对于“可能不属于任何事物”具有何种本性,我们已经说明了。并且显而易见,这正是被推导出的东西;因为我们想要通过归谬法来确立“可能不属于任何事物”,并取了与其相对立的“并非可能不属于任何事物”,这与“必然属于某个”是同一的(为了明晰起见我们换位成了这一命题)——既然假定了“必然属于某个”,我们发现有某种不可能的结果随之产生。因此完全必然的是,与其相对立的“必然不属于任何事物”为真;因为这是与“必然属于某个”相对立的;因为“必然不属于任何事物”与“并非必然属于某个”是同一的。因为完全必然的是,每当我们通过不可能证明推论时,与随之产生不可能结果的假定相对立的陈述、即命题,必定为真。 此外,还必须列举词项,通过这些词项暂时表明“可能不属于任何事物”没有被推导出来:渡鸦,能思想者,人;渡鸦实然地不属于任何能思想者,能思想者可能属于所有人,而渡鸦必然不属于任何人;从而通过这些词项我们暂时得到了可能并未被推导出来。但必然性也并非总是被推导出来;例如,被运动者不属于任何知识,知识可能属于所有人,而被运动者对任何人皆非必然属于。因此,如果结论既非总是可能的,亦非总是必然的,那么说“对任何事物皆非必然”是被推导出的东西,就是理所当然的。只是这些词项以及在这些之前的词项,我们选取得都不恰当。因此必须更好地选取它们:行走的,被变质的,动物;假定行走的实然地不属于任何被变质的,被变质的可能属于所有动物,而行走的对任何动物皆非必然。
- 1.2τιθεμένῃ δὲ ταύτῃ ἀδύνατόν τι ἠκολούθει
阴性与格分词 τιθεμένη 与阴性指示代词与格 ταύτῃ(指代前文的 ἡ ‘ἀνάγκη μὴ παντί’)一致,受动词 ἠκολούθει 支配作与格补语并带状语分词,表示时间/条件:“在假定它时”。
- 1.2τὸ ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ’, ὃ μεταληπτέον εἰς τὸ ‘ἐξ ἀνάγκης τινί’
主语 τὸ ἀντικείμενον 带有同格的引语 τὸ ‘οὐκ ἐνδέχεται...’,由关系代词 ὃ 引导的关系从句中,动形容词 μεταληπτέον 作表语或非人称用法,表示必要性:“这必须换位为……”。
- 1.2παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς
介词 παρά 支配带冠词不定式宾格(τὸ μεταλαμβάνειν),表示原因(“由于……”、“起因于……”),不定式的逻辑主语是宾格代词 ἡμᾶς,即“由于我们将……换位”。
