- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:38.26-40.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过具体词项证明“并非必然不属于任何事物”在外延上大于“可能不属于任何事物”,并借助归谬法证明双肯定前提组合同样推导出的只是可能的一半而非按定义的可能,最后解释了为何此前仅在否定组合中阐述这一区别。
καὶ γὰρ τὸ λέγειν, ὅτι οὐκ ἀνάγκη τινὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν, ἀληθές (οὐδὲν γὰρ ζῷον ἐξ ἀνάγκης περιπατεῖ), καὶ πάλιν τὸ λέγειν, ὅτι ἀνάγκη μὴ παντὶ ζῴῳ τὸ περιπατεῖν ὑπάρχειν, ἀληθὲς διὰ τὰ ἑρπετά· οὐδὲν γὰρ τῶν ἑρπετῶν περιπατεῖ. οὕτως μὲν οὖν κοινῷ λόγῳ δεδείχθω ἐπὶ πλεῖον οὖσα τῆς ‘ἐνδέχεται μηδενί’ ἡ ‘οὐδενὶ ἐξ ἀνάγκης’. δειχθήσεται δὲ καὶ τοῖς παραδείγμασι, λέγω δὲ διὰ τῶν ὅρων αὐτῶν. πάλιν γὰρ ἐπὶ τοῦ ζώου καὶ τοῦ περιπατεῖν τὸ μὲν εἰπεῖν ‘οὐδενὶ ἐξ ἀνάγκης ζῴῳ 〈τὸ περιπατεῖν ὑπάρχει’ ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζῴων1〉 καὶ ἐπὶ τῶν ἑρπετῶν· οὐκ ἔστι γὰρ ἀναγκαῖον τούτοις περιπατεῖν. τὸ δὲ ‘ἐνδέχεται μηδενὶ ζῴῳ τὸ περιπατεῖν’ οὐκ ἔστιν ἀληθὲς ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν περιπατούντων· ἐπὶ δὲ τῶν ἑρπετῶν οὐκ ἔστιν ἀληθές, διότι, ἐφ’ ὧν τὸ ‘ἐνδέχεται μηδενί’, ἐπὶ τούτων καὶ τὸ ‘ἐνδέχεται παντί’ ἀληθές· εἰ τοίνυν τὸ ‘ἐνδέχεται παντί’ ἐπὶ τῶν ἑρπετῶν ψεῦδος, δηλονότι καὶ τὸ ‘ἐνδέχεται μηδενί’. ἐπὶ πλειόνων ἄρα τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ ἀληθεύει τοῦ ‘ἐνδέχεται μηδενί’. Δυνατὸν δὲ καὶ τὴν ἐκ δύο καταφατικῶν συζυγίαν δεῖξαι τῷ αὐτῷ τρόπῳ μὴ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον συνάγουσαν ἀλλὰ καὶ ταύτην τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγουσαν. ὑποκείσθω δὲ πρῶτον ἡμῖν τὸ διάγραμμα. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως, τὸ Α ἄρα παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ‘οὐκ ἐνδέχεται παντί’, ὅπερ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί’. εἰ τοίνυν τὸ μὲν Α τῷ Γ ἀνάγκη μὴ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει μεταληφθείσης τῆς ἐνδεχομένης,2 τὸ ἄρα Α τῷ Β ὑπάρχει οὐ παντί· (ἦν δὲ καὶ παντί·) τὸ αὐτὸ καὶ παντὶ καὶ οὐ παντί, ὅπερ ἀδύνατον. ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται παντί’· ἀληθὲς δὲ τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. ἔστιν οὖν καὶ ἐνταῦθα ὁμοίως δεῖξαι, ὅτι τὸ ‘ἐνδέχεται παντί’ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλ’ ἥμισυ τούτου. εἰ γὰρ μάχεται τῇ ‘ἐνδέχεται παντί’ ὡς καταφάσει ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται παντί’, μάχονται δὲ αὐτῇ 〈καὶ〉 αἱ δύο τοῦ ἀναγκαίου μερικαὶ προτάσεις, ἡ μὲν ‘ἀνάγκη μὴ παντί’ δι’ ἑαυτὴν ὡς κατὰ πάντα ἀντικειμένην, μάχεται δὲ καὶ ἡ ‘ἀνάγκη τινί’ διὰ τὴν ‘ἐνδέχεται μηδενί’ ὡς ἰσοδυναμοῦσαν αὐτῇ, περιέξει ἄρα ἡ ‘οὐκ ἐνδέχεται παντί’ τὰς δύο τοῦ ἀναγκαίου μερικάς. εἰ γὰρ αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου μάχονται τῇ ‘ἐνδέχεται παντί’, μάχεται δὲ αὐτῇ 〈καὶ〉 ἡ ‘οὐκ ἐνδέχεται παντί’, περιέξει αὕτη ἄρα τὰς δύο. πάλιν τῶν δύο τούτων λαμβανομένων ἐν τῷ συλλογισμῷ, τῇ μὲν ‘ἀνάγκη μὴ παντί’ ὑποτεθείσῃ εὑρήκαμεν ἀδύνατόν τι ἀκολουθοῦν, ὥστε τὸ ἀντικείμενον αὐτῇ εἶναι τὸ συναγόμενον· τῇ δὲ ‘ἀνάγκη τινί’ ὑποτεθείσῃ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, ὥστε οὐ συνάγεται τὸ ἀντικείμενον. ὅτι γὰρ οὐδὲν ἀδύνατον αὐτῇ ὑποτεθείσῃ ἀκολουθεῖ, δῆλον· εἰ γὰρ τὸ Α ἀνάγκη τινὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ παντί, καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ παντὶ καὶ τινί. μόνως ἄρα συνάγεται τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη μὴ παντί’· τὸ δὲ ‘ἀνάγκη μὴ παντί’ ἥμισυ ἦν τοῦ ‘οὐκ ἐνδέχεται παντί’· τὸ ἄρα ἀντικείμενον τῷ ἡμίσει τοῦ ‘οὐκ ἐνδέχεται παντί’ ἐστὶ τὸ συναγόμενον. πῶς οὖν οὐκ εἴπομεν τοῦτο ἐπὶ ταύτης τῆς συζυγίας, ἀλλ’ ἐπὶ τῆς στερητικῆς μόνης; ἀκόλουθα, φήσαιμι ἄν, ποιῶν ἐμαυτῷ,3 ἐπειδὴ τὴν μὲν ἀποφατικὴν ἐνδεχομένην μεταλαμβάνω εἰς τὴν καταφατικὴν 〈τὴν δὲ καταφατικήν〉 οὐκέτι εἰς τὴν ἀποφατικήν, διὰ τοῦτο ἐπὶ μόνης τῆς στερητικῆς, ἐπειδὴ τὸ συμπέρασμα ἀποφατικὸν ἦν ἐνδεχόμενον κατὰ τὰς ἐνταῦθα παραλαμβανομένας προτάσεις, λέγω δὲ τὸ ἐνδέχεσθαι μηδενί, καὶ διὰ τοῦτο εὑρίσκομεν αὐτῷ μαχομένας τὰς δύο τοῦ ἀναγκαίου μερικὰς προτάσεις, τὴν μὲν δι’ ἑαυτὴν τὴν δὲ διὰ τὴν ‘ἐνδέχεται [μὴ] παντί’, ἐπειδὴ λαμβάνομεν ἰσοδυναμοῦσαν τὴν ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’. ἐπειδὴ οὖν ἐνταῦθα εὑρίσκομεν τὰς τοῦ ἀναγκαίου δύο μερικὰς ἀντικειμένας τῇ ‘ἐνδέχεται μηδενί’ καὶ διὰ τοῦτο περιεχομένας ὑπὸ τῆς ταύτης ἀποφατικῆς τῆς ‘οὐκ ἐνδέχεται μηδενί’ καὶ εὑρίσκομεν τὸ ἀντικείμενον μόνῳ τῷ ἑτέρῳ τῶν μερικῶν προτάσεων συναγόμενον, διὰ τοῦτο ἐλέγομεν τὸ ἥμισυ τοῦ ἐνδεχομένου μόνον συνάγεσθαι.
因为说行走并非必然属于任何动物是真实的(因为没有任何动物是必然行走的),而再说行走必然不属于所有动物,因爬行动物的缘故也是真实的(因为爬行动物中没有一个是行走的)。因此,通过一般的论证,就算已经证明了“并非必然属于任何事物”在外延上大于“可能不属于任何事物”。但通过实例、我指的是通过词项本身也将加以证明。因为再次在动物与行走的情形中,说“行走并非必然属于任何动物”在行走的动物上以及在爬行动物上都是真的;因为对它们而言行走并非必然的。然而“行走可能不属于任何动物”并非在所有事物上都是真的,而是在行走的动物上[是真的];但在爬行动物上却不是真的,因为在“可能不属于任何事物”[为真]的情形中,“可能属于所有”在这些情形中也为真;因此,如果“可能属于所有”在爬行动物上为假,显然“可能不属于任何事物”也为假。所以,“并非必然属于任何事物”在更多情形中为真,胜于“可能不属于任何事物”。 然而,同样可以用同样的方式证明,由两个肯定前提组成的组合推导出的也不是按定义的可能,而是这一组合也推导出了可能的一半。首先让我们设定推论图式。因为如果Α实然地属于所有Β,而Β可能属于所有Γ,那么Α就可能属于所有Γ。但如果这是假的,那么“并非可能属于所有”就是真的,这等值于“必然不属于所有”。因此,如果Α必然不属于所有Γ,而随着可能前提的替换,Β属于Γ,那么Α就不属于所有Β;(然而此前曾假定它也属于所有;)同一事物既属于所有又不属于所有,这是不可能的。因此,“并非可能属于所有”为假;而“可能属于所有”为真,这正是所要证明的。因此在这里同样可以证明,“可能属于所有”并非按定义的可能,而是它的一半。因为,如果与“可能属于所有”相冲突的,作为对肯定的否定是“并非可能属于所有”,并且必然性的两个特称命题也与之相冲突——“必然不属于所有”因自身作为完全对立者而冲突,而“必然属于某个”也因“可能不属于任何事物”等值于它而冲突——,那么“并非可能属于所有”就将包揽必然性的两个特称命题。因为如果必然性的两个特称命题与“可能属于所有”相冲突,并且“并非可能属于所有”也与之相冲突,那么后者就将包揽这两个特称命题。再次,当推论中取这两个特称命题时,在假定“必然不属于所有”时我们发现有某种不可能的结果随之产生,从而与其相对立者成为被推导出的东西;而在假定“必然属于某个”时没有任何不可能的结果随之产生,从而相对立者没有被推导出来。因为当假定它时没有任何不可能的结果随之产生,这是显而易见的;因为如果Α必然属于某个Γ,而Β实然地属于所有Γ,那么Α就属于某个Β;然而此前曾假定它属于所有,而同一事物既属于所有又属于某个,并没有任何不可能之处。因此,唯有与“必然不属于所有”相对立者才被推导出来;而“必然不属于所有”曾是“并非可能属于所有”的一半;所以,与“并非可能属于所有”的一半相对立者才正是被推导出的东西。 那么,我们为何没有在这一组合中说出这一点,而仅仅在否定的组合中说出呢?我会说,这是因为我行事始终如一;既然我把否定的可能命题换位为肯定命题,但不再把肯定命题换位为否定命题,正是因此我才仅仅在否定的组合中[说了这一点]。因为根据这里所采用的前提,结论是一个否定的可能命题,我指的是可能不属于任何事物,正是因此我们才发现必然性的两个特称命题与之相冲突,一者因其自身,另一者因“可能属于所有”,因为我们取“可能不属于任何事物”等值于“可能属于所有”。因此,既然在这里我们发现必然性的两个特称命题与“可能不属于任何事物”相对立,并且因此被它的这一否定命题“并非可能不属于任何事物”所包揽,而且我们发现唯有与特称命题之一相对立者被推导出来,正是由于这个原因,我们才说仅仅推导出了可能的一半。
- 1.2ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζῴων
此处包含校勘所补入的脱文。主语为前文带有定冠词的不定词短语(即说“行走并非必然属于任何动物”),动词 ἀληθεύει 同时管辖行走的动物(καὶ ἐπὶ τῶν περιπατούντων ζῴων)与爬行动物(καὶ ἐπὶ τῶν ἑρπετῶν)。
- 1.2μεταληφθείσης τῆς ἐνδεχομένης
属格独立结构,意为“当可能[前提]被替换/改换时”。此处的 μεταλαμβάνω 为逻辑学专业术语,指在归谬法中将可能前提替换为实然前提(ὑπάρχει)。
- 1.2ἀκόλουθα, φήσαιμι ἄν, ποιῶν ἐμαυτῷ
带有 ἄν + 希求法的潜势句(φήσαιμι ἄν)。ἀκόλουθα 为中性复数宾格,作 ποιῶν 的宾语(或副词性修饰,意为“做着与自己一致的事情”),构成对前文假设性反问的回答。
