- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:2.30-4.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯通过第一格和第三格的推论(推导出假结论)以及词项例证,证明当大前提为实然、小前提为必然时结论并非必然,并阐明该证明虽类似归谬法,但并非严格意义上的归谬法,未能通过排斥矛盾命题确立原结论。
ἀλλὰ τοῦτο ψεῦδος· ὑπέκειτο γὰρ τὸ Α παντὶ τῷ Β ὑπάρχειν μόνον· τὸ δὲ παντὶ ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ ὑπάρχειν· τοιαύτη γὰρ ἡ τοῦ κυρίως ὑπάρχοντος φύσις. ψεῦδος ἄρα τὸ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Β ὑπάρχειν· τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν λέγουσαν ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα· ὑπάρχον ἄρα συναχθήσεται. οὐκ ἔφην δὲ ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλ’ ὡς ψεῦδος·1 οὐ γάρ, εἴ τι ψεῦδος, τοῦτο καὶ ἀδύνατον, ἀλλ’ εἴ τι ἀδύνατον, τοῦτο καὶ ψεῦδος. οὐδὲ γὰρ προεθέμην τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι τοῦτο, οὗ χάριν οὐδὲ τὸ ἀντικείμενον ἔλαβον τῷ ὑπάρχειν παντί, ἀλλὰ μόνον δεῖξαι τὸ ψεῦδος τὸ λέγον, ὅτι ἀναγκαῖον συνάγεται συμπέρασμα. οὐδὲ γὰρ ἐπί τινος ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπαρχόντως παντὶ ὑπάρχειν καὶ τινὶ ἐξ ἀνάγκης ὑπάρχειν· τοιοῦτον γάρ ἐστι τὸ κοινότερον ὑπάρχον. ψεῦδος δὲ τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν2 κατὰ τὸ ἁπλῶς, τουτέστι τὸ καθόλου 〈τοῦ〉 ὑπάρχοντος σημαινόμενον, ὅπερ δύναται μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ μηδενὶ ἐνδέχεσθαι ὑπάρχειν. οὕτως μὲν οὖν διὰ τοῦ πρώτου σχήματος. διὰ δὲ τοῦ τρίτου οὕτως· εἰ γὰρ τὸ Α παντὶ ἐξ ἀνάγκης τῷ Γ, ὡς ἄν τις ὑπολάβοι, ὑπῆρχε δὲ καὶ τὸ Β ἐξ ἀνάγκης παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον. γίνεται γὰρ ὁ πρῶτος τρόπος τοῦ τρίτου σχήματος τῶν δύο καταφατικῶν ἀναγκαίων οὐσῶν μερικὸν καταφατικὸν ἀναγκαῖον συνάγων συμπέρασμα. ὑπέκειτο δὲ καὶ παντὶ τῷ Β τὸ Α ὑπαρχόντως· ψεῦδος ἄρα τὸ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α· ἐνδέχεται γὰρ ἐπὶ τοῦ ὑπάρχοντος τρόπου τὸ ληφθὲν ὡς παντὶ ὑπάρχειν καὶ μηδενὶ αὐτῷ ὑπάρχειν. ψεῦδος ἄρα τὸ τινὶ ἐξ ἀνάγκης· τὸ δὲ ψεῦδος ἠκολούθησε διὰ τὸ ὑποθέσθαι τῷ Γ ἐξ ἀνάγκης παντὶ τὸ Α ὑπάρχειν. ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν, ὅτι οὐκ ἔστιν ἀναγκαῖον τὸ συμπέρασμα· κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ὑπάρχει, ζῷον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ συμπέρασμα συνάγεται οὐκ ἀναγκαῖον ἀλλ’ ὑπάρχον· κίνησις γὰρ παντὶ ἀνθρώπῳ ὑπάρχει οὐκ ἀναγκαίως ἀλλ’ ὑπαρχόντως. Ὁμοίως δὲ δειχθήσεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μείζων ᾖ καθόλου ὑπάρχουσα ἀποφατική, εἰ τοίνυν τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως· πάλιν γὰρ ἐκθησόμεθα τὸ συμπέρασμα ἀναγκαῖον καθόλου ἀποφατικόν. καὶ ἐν μὲν τῷ πρώτῳ σχήματι τὴν δεῖξιν ποιούμενοι ἀντιστρέψομεν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν τὴν Β Γ, καὶ ἔσται τὸ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης, ὃ ψεῦδές ἐστιν· ὑπέκειτο γὰρ μηδενὶ ὑπάρχειν. εἰ δὲ ἐν τρίτῳ ποιούμεθα τὴν δεῖξιν, τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ· ἐξ ὧν πάλιν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης. ἀλλὰ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται πάλιν, ὡς μὴ ἀναγκαῖον συνάγομεν τὸ συμπέρασμα· κίνησις μηδενὶ ζῴῳ ὑπαρχέτω, ζῷον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, κίνησις οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. δεῖ μέντοι εἰδέναι, ὡς ἣν πεποιήμεθα δεῖξιν, ἔοικε μὲν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, οὐ μὴν ἡ αὐτή ἐστιν ἐκείνῃ. οὔτε γὰρ τὸ ἀντικείμενον τοῦ συναγομένου ὑπεθέμεθα (οὐ γὰρ ἀντίκειται τῷ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ τὸ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, οὔτε τῷ μηδενὶ ὑπάρχειν τὸ μηδενὶ ἐξ ἀνάγκης· ταῦτα δὲ ὑπεθέμεθα), ἀλλ’ οὐδὲ τὸ δειχθὲν ἐκ τῶν ὑποθέσεων ἀδύνατον ἦν, ὥσπερ καὶ ἐπεσημηνάμεθα, ἀλλὰ ψεῦδος· ψεῦδος γὰρ καὶ τὸ ὑποτεθέν. οὐ γὰρ ἀδύνατον· οὔτε γὰρ τὸ παντὶ ὑπάρχον ἀδύνατον καὶ ἐξ ἀνάγκης τινὶ αὐτῶν ὑπάρχειν, οὔτε τὸ μηδενὶ ὑπάρχον κεκώλυται καὶ ἐξ ἀνάγκης τινὶ αὐτῶν μὴ ὑπάρχειν. ψευδεῖ οὖν ὑποθέσει ψεῦδος ἠκολούθησεν· ἀδυνάτῳ μὲν γὰρ ἀδύνατον ἀκολουθήσει, ψευδεῖ δὲ ψεῦδος. ἔτι ὅσον ἐπὶ τῇ δείξει,3 οὐ κατεσκεύασται τὸ προκείμενον. οὔτε γὰρ εἰ ἀναιρεθῇ τὸ παντὶ ἐξ ἀνάγκης ὡς ψεῦδος ὄν, ἤδη ἀνάγκη ἀληθὲς εἶναι τὸ παντὶ ὑπάρχον· μόνον γὰρ ἐξ ἀνάγκης τίθεται τῇ ἄρσει τινὸς καὶ ἀνασκευῇ τὸ ἀντικείμενον· ταῦτα δὲ οὐκ ἀντίκεινται.
但这是假的;因为原先设定 A 仅实然地属于一切 B;而实然属于一切者,亦可能不属于任何事物;因为严格意义上的实然之本性正是如此。因此,A 必然属于某个 B 是假的;而假结论之所以随之产生,是由于最初主张推导出必然结论的假设;因此,推导出的将是实然结论。但我并没有说 A 必然属于某个 B 是不可能的,而是作为假的;因为并非若某事是假的,此事也是不可能的,相反,若某事是不可能的,此事也是假的。因为我也并未打算通过归谬法来证明这一点——为此缘故,我也没有采取与实然属于一切相对立的命题——,而仅仅是指出主张推导出必然结论是假的。因为绝非在任何情况下,同一事物实然属于同一事物的一切,同时又必然属于某些,是不可能的;较为宽泛的实然正是如此。但凡必然属于某些者,亦在单纯意义上,即实然的全称含义上属于一切,则是假的,而这种含义下的实然是能够必然不属于任何事物且可能不属于任何事物的。通过第一格的证明就是如此。另一方面,通过第三格的证明如下:因为如果像有人所设想的那样,A 必然属于一切 C,且 B 亦必然属于一切 C,那么 A 必然属于某个 B。因为这就构成了第三格的第一式,由两个必然的肯定前提推导出必然的特称肯定结论。但原先亦设定 A 实然属于一切 B;因此 A 必然属于某个 B 是假的;因为在实然样式中,被取作属于一切者,亦可能不属于它的任何部分。因此,必然属于某些是假的;而假结论之所以产生,是由于假设了 A 必然属于一切 C。此外,从词项中也很显然,结论不是必然的;因为运动实然属于一切动物,动物必然属于一切人,而推导出的结论不是必然的而是实然的;因为运动不是必然地而是实然地属于一切人。 同样地,即使大前提是全称实然否定命题,也将被证明结论并不成为必然的:假若 A 实然不属于任何 B;我们将再次把结论设为全称必然否定命题。若在第一格中进行证明,我们将换位全称必然肯定前提 B C,于是 A 必然不属于任何 C,而 C 必然属于某个 B;由此将推导出 A 必然不属于某个 B,这是假的;因为原先设定它实然不属于任何事物。如果我们在第三格中进行证明,A 必然不属于任何 C,而 B 属于一切 C;由此将再次推导出 A 必然不属于某个 B。而且通过相同的词项也将再次证明结论并非必然地被推导出来:设运动不属于任何动物,动物必然属于一切人,运动不属于任何人,但并非出于必然。 然而应当知道,我们所作的证明虽然类似于归谬法,但绝不与其相同。因为我们既没有假设所要推导结论的对立命题(因为必然属于一切与 A 实然属于一切 C 并不对立,必然不属于任何事物与实然不属于任何事物也不对立;而我们所假设的正是这些),从假设中证明出来的东西也并不如我们所指出的那样是不可能的,而是假的;因为所假设的也是假的。因为这并非不可能;既然实然属于一切者,必然属于它们中的某些并非不可能,实然不属于任何事物者,必然不属于它们中的某些也未被阻止。因此假结论是伴随假假设而产生的;因为伴随不可能的假设产生的是不可能的结论,而伴随假的假设产生的是假结论。此外,就该证明而言,所提出的论题尚未得到完全确立。因为即使“必然属于一切”作为假的被否定,并不必然意味着“实然属于一切”就必定为真;因为只有通过某物的否定与论驳,其对立命题才必然被确立;但这两者并不对立。
- 1.0οὐκ ἔφην δὲ ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἀλλ’ ὡς ψεῦδος
在 οὐκ ἔφην ... ἀλλ’ 的对照结构中,ἀλλ’ 之后省略了动词 ἔφην 及不定式 εἶναι,ὡς ψεῦδος 作为表语补足语表示“作为假的[而说]”。ἀδύνατον εἶναι 与 ὡς ψεῦδος [εἶναι] 构成对置。
- 1.0ψεῦδος δὲ τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχον τοῦτο καὶ παντὶ ὑπάρχειν
句首的 ψεῦδος 为表语名词,省略了系词 ἐστί。主语是由冠词 τὸ 引导的不定式短语(... καὶ παντὶ ὑπάρχειν),其中的 τοῦτο 作为复指代词(epanaleptic pronoun),重述先行的分词短语 τὸ τινὶ ἐξ ἀνάγκης ὑπάρχον(逻辑主语)。
- 1.0ἔτι ὅσον ἐπὶ τῇ δείξει
ὅσον ἐπὶ ... 是表示“就……而言”的习惯性状语宾格结构。在此接与格名词 τῇ δείξει,表示限定“就论证(的证明效力)而言”。
