← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§37.13-38.26

归谬法中的矛盾对立与必然命题的外延

针对归谬法中假定“必然属于所有”同样会导致不可能结论、却为何不能推导出其矛盾对立命题的疑难,特米斯蒂乌通过包揽关系与反对对立的区别作了解答,并从逻辑上论证了“并非必然不属于任何事物”在外延上大于并比按照定义的“可能不属于任何事物”在更多情形下为真。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#13

εἰ τοίνυν αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου, ὥσπερ εἴπομεν, περιέχονται ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, τὸ δὲ ἀντικείμενον τῇ ἑτέρᾳ τούτων μόνον συνάγεται, δῆλον ἄρα, ὅτι τὸ ἥμισυ τοῦ ἀντικειμένου τῷ ‘οὐκ ἐνδέχεται οὐδενί’ ἐστι τὸ συναγόμενον, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀναγκαῖον τινί’· τοῦτο γὰρ ἦν ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’, ᾧπερ μόνῳ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησεν. ὅτι γὰρ τῷ ‘ἀνάγκη μὴ παντί’ ὑποτεθέντι οὐδὲν ἀδύνατον ἀκολουθεῖ, δῆλον ἐξ αὐτῶν τῶν προτάσεων· εἰ γὰρ τὸ Α ἀνάγκη μὴ παντὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχει, τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπάρχει· ἦν δὲ οὐδενί· καὶ οὐδὲν ἀδύνατον τὸ αὐτὸ καὶ οὐδενὶ καὶ οὐ παντί.1 Ζητήσειε δ’ ἄν τις, τί δή ποτε, 〈εἰ〉 οὐ μόνον τοῦ ‘ἀνάγκη τινί’ τιθεμένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ‘ἀνάγκη παντί’, μὴ λέγομεν2 τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον συνάγεσθαι τὸ ‘οὐκ ἀνάγκη παντί’. εἰ γὰρ τὸ 〈Α〉 ἀνάγκη παντὶ τῷ Γ, τὸ δὲ Β ὑπάρχει παντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρχει· ἦν δὲ καὶ οὐδενί· τὸ αὐτὸ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. ὥστε οὐ μόνον τὰ ἀντικείμενα ἀντιφατικῶς συνάγεται δι’ ἐκείνων ἀλλὰ καὶ διὰ τούτων· ὥστε, εἰ τῷ ‘παντὶ ἐξ ἀνάγκης’ ὑποτεθέντι ἀδύνατόν τι ἠκολούθησε, διὰ τί μὴ λέγομεν τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ συνάγεσθαι, λέγω δὲ τὸ ‘οὐκ ἀνάγκη παντί’; λέγω οὖν πρὸς τοῦτο, ὅτι, εἰ περιείχετο ἡ ‘ἀνάγκη παντὶ’ ὑπὸ τῆς ‘οὐκ ἐνδέχεται οὐδενί’, ἐλέγομεν ἂν καὶ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη παντί’ συνάγεσθαι, ἐπειδὴ τὸ ἀντικείμενον τῷ ‘οὐκ ἐνδέχεται μηδενί’ τοῦτό ἐστι τὸ συναγόμενον. νῦν δὲ οὐ περιέχεται ὑπ’ αὐτῆς. ἡ δὲ αἰτία, δι’ ἣν οὐ περιέχεται, αὕτη· εἰ γὰρ τῇ ‘ἐνδέχεται οὐδενί’ ἀντίκειται ἡ ‘οὐκ ἐνδέχεται μηδενί’, ἡ δὲ ‘ἐνδέχεται μηδενί’ ἰσοδυναμεῖ τῇ ‘ἐνδέχεται παντί’, ἡ δὲ ‘ἐνδέχεται παντί’ οὐκ ἀντίκειται τῇ ‘ἀνάγκη παντί’, οὐκ ἄρα περιέξει ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’ τὴν ‘ἀνάγκη παντί’ ἀντικειμένως ἔχουσα τῇ ‘ἐνδέχεται παντί’ διὰ τὸ ἰσοδυναμεῖν αὐτὴν τῇ ‘ἐνδέχεται μηδενί’. ἠκολούθησε δὲ ὅλως τῇ ‘ἀνάγκη παντί’ ἀδύνατον, διότι τῇ καθόλου ἀποφάσει δύο μάχονται καταφατικαί, ἥ τε καθόλου καὶ ἡ μερική, ἡ μὲν ὡς ἀντιφατικῶς ἀντικειμένη, ἡ δὲ ὡς ἐναντίως. διὰ ταῦτα οὖν καὶ τῇ ‘παντί’ τεθείσῃ [ἀδύνατόν τι] ἠκολούθησε τὸ ἀδύνατον οὐχ ὡς ἀντιφατικῇ ἀλλ’ ὡς ἐναντίᾳ. μόνως ἄρα ἐστὶ συναγόμενον τὸ ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκης’. διαφέρει δὲ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ καὶ τὸ ‘ἐνδέχεται μηδενί’· καὶ διὰ τοῦτο ἔφην, ὅτι τὸ ‘ἐνδέχεται μηδενί’ συναγόμενον ἐν τούτῳ τῷ συλλογισμῷ οὐκ ἔστι τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου ἀλλὰ τοῦ ‘οὐδενὶ ἐξ ἀνάγκης’. Ἐπὶ πλέον δέ ἐστι τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’ τοῦ ‘ἐνδέχεται μηδενί’. καὶ ὅτι τοῦτό ἐστι, δείξομεν καὶ λογικώτερον καὶ διὰ παραδειγμάτων. καὶ λογικώτερον μὲν δι’ αὐτῶν τῶν προτάσεων οὕτως· τῇ ‘ἐνδέχεται μηδενί’ ἀντίκειται ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, ὡς εἴρηται· ἐφ’ ὧν γὰρ ἐκείνη ψεύδεται, αὗται ἀληθεῖς, καὶ ἀνάπαλιν. τῷ δὲ ‘οὐκ ἀνάγκη τινί’, ὅπερ ταὐτόν ἐστι τῷ ‘οὐδενὶ ἐξ ἀνάγκης’, ἀντίκειται μόνη ἡ ‘ἀνάγκη τινί’· ὥστε καὶ ἐνταῦθα, ἐφ’ ὧν ἡ ἑτέρα ψευδής, ἡ ἑτέρα ἀληθής, καὶ ἔμπαλιν. εἰ τοίνυν τῇ ‘ἐνδέχεται μηδενί’ δύο μάχονται τοῦ ἀναγκαίου προτάσεις, ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, τῇ δὲ ‘οὐκ ἀνάγκη τινί’, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐδενὶ ἐξ ἀνάγκης’, ἡ ἑτέρα τούτων μόνον ἡ ‘ἀνάγκη τινί’, ἐφ’ ὧν ἄρα αἱ δύο προτάσεις, ἥ τε ‘ἀνάγκη τινί’ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, ἀληθεῖς, ἐπὶ τούτων ἡ ‘ἐνδέχεται μηδενί’ ψευδής· ἐφ’ ὧν δὲ ἡ ‘ἀνάγκη τινί’ ἀληθής, ἐπὶ τούτων μόνον ἡ ‘οὐκ ἀνάγκη τινί’ ψευδής, ἥτις ἰσοδυναμεῖ τῇ ‘οὐδενὶ ἐξ ἀνάγκης’. ἐπ’ ἐλαττόνων ἄρα ψεύδεται ἡ ‘οὐκ ἀνάγκη τινί’ τῆς ‘ἐνδέχεται μηδενί’·3 εἰ δὲ ἐπ’ ἐλαττόνων ψευδὴς ἡ ‘οὐκ ἀνάγκη τινί’, ἐπὶ πλειόνων ἀληθής. ὅτι δὲ μόνη ἡ ‘ἀνάγκη τινί’ μάχεται τῇ ‘οὐκ ἀνάγκη τινί’, οὐκέτι δὲ καὶ ἡ ‘ἀνάγκη μὴ παντί’, δῆλον ἐξ ὧν καὶ συναληθεύουσιν ἐπί τινων ὅρων ὡς ἐπὶ τοῦ περιπατεῖν καὶ τοῦ ζώου.

因此,如果如我们所说,必然性的两个特称命题都被包揽在“并非可能不属于任何事物”之下,而唯有与其中之一相对立的命题被推导出来,那么显然,推导出来的乃是与“并非可能不属于任何事物”相对立者的一半,即“并非必然属于某个”;因为这正是与“必然属于某个”矛盾对立的命题,而唯有在假定了后者时才会随之产生某种不可能的结果。因为,当假定“必然不属于所有”时没有任何不可能的结果随之产生,这一点从命题本身便一目了然;因为如果Α必然不属于所有Γ,而Β属于所有Γ,那么Α就不属于所有Β;但此前曾假定它不属于任何一个;而同一事物既不属于任何一个又不属于所有,这并没有任何不可能之处。 但有人可能会问:如果不仅在设定“必然属于某个”时会随之产生某种不可能的结果,而且在设定“必然属于所有”时也是如此,那究竟为何我们不说推导出了与其矛盾对立的“并非必然属于所有”呢?因为如果Α必然属于所有Γ,而Β属于所有Γ,那么Α就属于某个Β;但此前也曾假定它不属于任何一个;同一事物既属于某个又不属于任何一个,这是不可能的。因此,矛盾对立的命题不仅通过那些前提被推导出来,而且也通过这些前提被推导出来;既然在假定“必然属于所有”时随之产生了某种不可能的结果,那为何我们不说推导出了与其矛盾对立的命题——我指的是“并非必然属于所有”——呢?对此我回答说:如果“必然属于所有”被包揽在“并非可能不属于任何事物”之下,我们也会说推导出了与“必然属于所有”矛盾对立的命题,因为与“并非可能不属于任何事物”相对立的命题正是被推导出来的命题。但实际上,它并没有被它所包揽。它不被包揽的原因乃是:因为如果与“可能不属于任何事物”相对立的是“并非可能不属于任何事物”,而“可能不属于任何事物”等值于“可能属于所有”,而“可能属于所有”并不与“必然属于所有”相对立,那么“并非可能不属于任何事物”就不会包揽“必然属于所有”,因为它乃是因“可能属于所有”等值于“可能不属于任何事物”而与前者相对立的。而不可能性之所以总括地随“必然属于所有”而产生,是因为与全称否定命题相冲突的有两类肯定命题,即全称肯定和特称肯定,一者是作为矛盾对立而冲突,另一者是作为反对对立而冲突。因此,正是由于这些原因,在设定“属于所有”时也随之产生了不可能性,并非作为矛盾对立、而是作为反对对立而随之产生的。因此,唯有与“必然属于某个”相对立的命题才被推导出来,即“并非必然属于某个”,这等同于“对任何事物都并非必然属于”。然而“对任何事物都并非必然属于”与“可能不属于任何事物”是不同的;正是因此我才说,在这个推论中所推导出的“可能不属于任何事物”,并非按照定义的可能,而是“对任何事物都并非必然属于”。 并且,“对任何事物都并非必然属于”在外延上大于“可能不属于任何事物”。这一点是如此,我们将通过更具逻辑性的方式以及通过实例来加以证明。更具逻辑性的方式是通过命题本身如下证明:正如所说,与“可能不属于任何事物”相对立的既有“必然属于某个”,又有“必然不属于所有”;因为在前者为假的情形中,后两者为真,反之亦然。但与“并非必然属于某个”——这等同于“对任何事物都并非必然属于”——相对立的唯有“必然属于某个”;因此在这里也是,在一者为假的情形中另一者为真,反之亦然。因此,如果有两个必然性命题(即“必然属于某个”和“必然不属于所有”)与“可能不属于任何事物”相冲突,而与“并非必然属于某个”(这等值于“对任何事物都并非必然属于”)相冲突的唯有它们之中的一个即“必然属于某个”,那么在两个命题(即“必然属于某个”与“必然不属于所有”)都为真的情形中,“可能不属于任何事物”为假;而仅在“必然属于某个”为真的情形中,“并非必然属于某个”(这等值于“对任何事物都并非必然属于”)才为假。因此,“并非必然属于某个”为假的情形少于“可能不属于任何事物”;而如果“并非必然属于某个”在更少的情形中为假,那么它就在更多的情形中为真。至于唯有“必然属于某个”与“并非必然属于某个”相冲突、而“必然不属于所有”不再与之相冲突,这从它们在某些词项上能够同时为真(例如在行走与动物上)就显而易见了。

语法注3 条
  1. 1.2ἀνάγκη μὴ παντί

    否定词 μὴ 直接修饰 παντί,意为“并非属于所有乃是必然的”(即特称否定必然命题“必然不属于某个”)。该命题与全称肯定的小前提在第三格中推导出的结论是特称否定“不属于所有”(οὐ παντί),这与大前提的全称否定(“不属于任何一个”)并不矛盾,因而不产生不可能性。

  2. 1.2Ζητήσειε δ’ ἄν τις, τί δή ποτε, 〈εἰ〉 οὐ μόνον τοῦ ‘ἀνάγκη τινί’ τιθεμένου ἀδύνατόν τι ἀκολουθεῖ ἀλλὰ καὶ τοῦ ‘ἀνάγκη παντί’, μὴ λέγομεν

    主句由潜能希求法 Ζητήσειε ἄν τις(“可能有人会问”)构成,引出间接疑问从句 τί δή ποτε ... μὴ λέγομεν(“为何我们不说……”)。插入的条件从句 〈εἰ〉 统领两个独立属格结构 τοῦ ... τιθεμένου(“当……被设定时”),整句骨架为:“如果……,可能有人会问究竟为何我们不说……”。

  3. 1.2ἐπ’ ἐλαττόνων ἄρα ψεύδεται ἡ ‘οὐκ ἀνάγκη τινί’ τῆς ‘ἐνδέχεται μηδενί’

    τῆς ‘ἐνδέχεται μηδενί’ 是依附于比较级 ἐλαττόνων 的比较属格。介词短语 ἐπ’ ἐλαττόνων 表示事例的范围(“在更少的情形中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:37.13-38.26