← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§35.34-37.13

全称否定现实与全称肯定可能的第—格推论

特米斯提乌斯通过归谬法及可能前提的转换,论证了第一格中大前提为全称否定现实存在、小前提为全称肯定可能的推论,并通过命题图式说明推导出的“可能不属于任何事物”结论并非按照定义的双向可能,而是必然性的否定(单向可能)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#12

οἷον εἰ τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχομένως, λέγω, ὅτι καὶ τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘οὐκ ἐνδέχεται μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ’· τοῦτο δὲ πάλιν ταὐτόν ἐστι τῷ ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται μηδενὶ ὑπάρξαι, τοῦτο ἀνάγκη τινὶ ὑπάρχειν. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη τινὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β παντὶ τῷ Γ (μεταλαμβανέσθω γὰρ πάλιν ἡ ἐνδεχομένη εἰς τὴν ὑπάρχουσαν διὰ τὸ εὔσημον), τὸ ἄρα Α τινὶ τῷ Β ὑπάρξει· ὑπέκειτο δὲ καὶ οὐδενί· τὸ αὐτὸ ἄρα καὶ τινὶ καὶ οὐδενί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον πάλιν ἠκολούθησεν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν· εἰ γὰρ καὶ ψευδὴς ἦν, ἀλλ’ οὐκ ἀδύνατος· δῆλον ἄρα, ὅτι διὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ ‘ἀνάγκη τινὶ τῷ Γ τὸ Α’ ἤτοι ‘οὐκ ἐνδέχεται οὐδενί’· ταὐτὸν γάρ ἐστι· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ‘ἐνδέχεται μηδενί’, ὅπερ ἔδει δεῖξαι. τοῦτο δὲ τὸ συμπέρασμα οὐκ ἔστι τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου,1 ὃ ὡρισάμεθα ἐξ ἀρχῆς, ὅπερ καὶ ἐλέγομεν ἀντιστρέφειν 〈κατὰ〉 τὰς καταφατικὰς καὶ ἀποφατικάς, ἀλλ’ ἔστι τοῦ μηδενὶ ἐξ ἀνάγκης, ὅπερ ἥμισύ ἐστι τοῦ ἐνδεχομένου. ὅπως δὲ ἔχει τοῦτο, δείξομεν ὧδε ἐκθέμενοι διαγράμματι πάσας τὰς προτάσεις. οὐκ ἀνάγκη παντί ἀνάγκη παντί οὐκ ἀνάγκη τινί ἀνάγκη τινί οὐκ ἀνάγκη μὴ παντί δι’ ἑαυτὴν μάχεται ἀνάγκη μὴ παντί ἐνδέχεται μηδενί διὰ τὴν ‘ἐνδέχεται παντί’ μάχεται οὐκ ἐνδέχεται μηδενί ἐνδέχεται παντί οὐκ ἐνδέχεται παντί. τὴν ‘ἐνδέχεται μηδενί’ βουλόμενοι δεῖξαι συναγομένην ἐλάβομεν τὴν ἀντιφατικῶς ἀντικειμένην ταύτῃ τὴν ‘οὐκ ἐνδέχεται οὐδενί’, ἵνα δείξαντες ταύτῃ ἀδύνατόν τι ἀκολουθοῦν συναγάγωμεν τὴν ἀντιφατικῶς αὐτῇ ἀντικειμένην τὴν ‘ἐνδέχεται μηδενί’. ἐπειδὴ δέ, ὡς εἴρηται, διὰ τοῦ τρίτου σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ λαμβανόντων ἡμῶν ὡς μίαν πρότασιν τοῦ συλλογισμοῦ τὸ ἐξ ὑποθέσεως λαμβανόμενον συμπέρασμα εἶναι τὸ ‘οὐκ ἐνδέχεται οὐδενί’ καὶ τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβανόντων, ἄδηλον 〈δ’〉 ἐστὶν ἐν τρίτῳ σχήματι ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου ποῖον συνάγεται συμπέρασμα (οὔπω γὰρ οὐδὲν εἴρηται περὶ αὐτῶν), διὰ τοῦτο μεταλαμβάνομεν2 τὴν ‘οὐκ ἐνδέχεται οὐδενί’ πρότασιν εἰς τὴν ἰσοδυναμοῦσαν αὐτῇ τὴν ‘ἀνάγκη τινί’· ὃ γὰρ οὐκ ἐνδέχεται οὐδενί, τοῦτο ἀνάγκη τινί. μεταλαμβάνοντες τοίνυν τὴν 〈οὐκ〉 ἐνδέχεται οὐδενί’ εἰς τὴν ‘ἀνάγκη τινί’ καὶ δεικνύντες ταύτῃ τῇ ὑποθέσει ἀδύνατόν τι ἀκολουθοῦν, ὡς ἐδείξαμεν τὸ τὸ Α τῷ Β καὶ τινὶ καὶ οὐδενὶ ὑπάρχειν, καὶ διὰ τοῦτο ἐλέγχοντες ὡς ψευδῆ τὴν ὑπόθεσιν τὴν ‘ἀνάγκη τινὶ τὸ Α τῷ Γ ὑπάρχειν’ δείκνυμεν εἰκότως ἀληθῆ τὴν προσεχῶς ἀντικειμένην αὐτῇ τὴν ‘οὐκ ἀνάγκη τινί’ καὶ διὰ τοῦτο τὴν ‘ἐνδέχεται μηδενί’, ὅπερ ἐξ ἀρχῆς προὔκειτο δεῖξαι. τοῦτο δὲ τὸ ‘ἐνδέχεται μηδενί’ οὐκ ἔστι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἥμισυ τούτου, ὅπερ ἐστὶ τὸ ‘οὐδενὶ ἐξ ἀνάγκης’. πῶς καὶ τίνα τρόπον; 〈ὅτι〉 τῇ ‘ἐνδέχεται μηδενί’ ἀντίκειται δι’ ἑαυτὴν μὲν ἡ ‘ἀνάγκη τινί’, διὰ δὲ τὴν ‘ἐνδέχεται παντί’ ἰσοδυναμοῦσαν αὐτῇ ἡ ‘ἀνάγκη μὴ παντί’. ὥστε αἱ δύο μερικαὶ τοῦ ἀναγκαίου προτάσεις μάχονται τῇ ‘ἐνδέχεται μηδενί’, ἀλλ’ ἡ μὲν κατάφασις ἡ ‘ἀνάγκη τινί’ ὡς ἀντικειμένη αὐτῇ κατὰ πάντα, κατὰ ποσόν, κατὰ ποιόν, κατὰ τρόπον· ἡ δὲ ‘ἀνάγκη μὴ παντί’ ἀντίκειται μὲν τῇ ‘ἐνδέχεται παντί’, ἐπεὶ δὲ ἰσοδυναμεῖ ἡ ‘ἐνδέχεται μηδενί’ τῇ ‘ἐνδέχεται παντί’, διὰ τοῦτο καὶ ‘ἡ ἀνάγκη μὴ παντί’ μάχεται τῇ ‘ἐνδέχεται μηδενί’. εἰ τοίνυν τῇ μὲν ‘ἐνδέχεται οὐδενί’ ὡς μὲν καταφάσει ἀπόφασις μάχεται ἡ 〈οὐκ〉 ἐνδέχεται οὐδενί, μάχονται δὲ κατὰ ποιόν, κατὰ ποσόν, κατὰ τρόπον ἀμφότεραι αἱ μερικαὶ τοῦ ἀναγκαίου προτάσεις κατὰ τὸν εἰρημένον τρόπον, δῆλον ἄρα, ὅτι ἡ ‘οὐκ ἐνδέχεται οὐδενί’ περιέχει τὰς δύο μερικὰς τοῦ ἀναγκαίου προτάσεις. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, εὑρίσκομεν δὲ τῇ μὲν ‘ἀνάγκη τινί’ ὑποτιθεμένῃ ἀδύνατόν τι ἀκολουθοῦν, τῇ δὲ ‘ἀνάγκη μὴ παντί’ οὐκέτι, δῆλον ἄρα, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ‘ἀνάγκη τινί’ μόνως συνάγεται, ὅπερ ἐστὶ τὸ ‘οὐκ ἀνάγκη τινί’.

例如,如果Α现实地不属于任何Β,而Β可能属于所有Γ,我主张Α也可能不属于任何Γ。因为如果这是假的,那么与其矛盾对立的命题“Α不可能不属于任何Γ”就是真的;而这又等同于“必然属于某部分”;因为凡不可能不属于任何事物的,就必然属于某部分事物。因此,如果Α必然属于某个Γ,而Β属于所有Γ(因为为了清晰起见,可能前提再次被转换为现实存在前提),那么Α就将属于某个Β;但此前曾假定它也不属于任何Β;因此同一事物既属于某个,又不属于任何一个,这是不可能的。这个不可能的结论再次发生,并非由于将可能前提转换为现实存在前提;因为纵然转换后的命题是假的,但并不是不可能的;因此显然,这是由于我们假定了“Α必然属于某个Γ”即“不可能不属于任何事物”;因为二者是同一的;所以这是假的,而与其矛盾对立的命题“可能不属于任何事物”是真的,这正是所要证明的。但这一结论并不是按照定义的可能——即我们在最初所定义、并曾说在肯定与否定命题间可以换位的那种可能——而是对任何事物都不必然〔属于〕,这是可能的一半。关于这一点如何成立,我们将在下文中通过图式列出所有的命题来加以证明: 并非必然属于所有必然属于所有 并非必然属于某个必然属于某个 并非必然不属于所有依其自身相冲突必然不属于所有可能不属于任何事物因“可能属于所有”而相冲突并非可能不属于任何事物可能属于所有 并非可能属于所有。 我们因希望证明推导出“可能不属于任何事物”,便选取了与其矛盾对立的“并非可能不属于任何事物”,以便在指明由此会随之产生某种不可能的结果之后,推导出与其矛盾对立的“可能不属于任何事物”。然而,正如所说的那样,当我们通过第三格进行归谬法、将由假定所选取的结论作为推论的一个前提设定为“并非可能不属于任何事物”并将小前提转换为现实存在前提时,在第三格中由现实存在前提与可能前提的混成会推导出怎样的结论尚不清楚(因为关于它们迄今尚未作任何说明),因此我们把“并非可能不属于任何事物”这一命题转换为与其等值的“必然属于某个”;因为凡不可能不属于任何事物的,就必然属于某个。于是,我们把“并非可能不属于任何事物”转换为“必然属于某个”,并证明由这一假定会随之产生某种不可能的结果——正如我们指明了Α既属于某个Β又不属于任何Β那样——并因此将“Α必然属于某个Γ”这一假定作为虚假而加以驳斥,我们便合乎情理地证明了与其直接对立的“并非必然属于某个”是真的,并因此证明了“可能不属于任何事物”是真的,这正是最初提出来要证明的。但这个“可能不属于任何事物”并非按照定义的可能,而是它的一半,即“对任何事物都不必然〔属于〕”。这是如何以及以何种方式成立的?因为与“可能不属于任何事物”相对立的,依其自身而言是“必然属于某个”,而由于与其等值的“可能属于所有”,则是“必然不属于所有”。因此,必然性的两个特称命题都与“可能不属于任何事物”相冲突,但作为肯定的“必然属于某个”乃是在所有方面——在数量上、性质上和模态上——都与其对立而相冲突;而“必然不属于所有”虽与“可能属于所有”相对立,但既然“可能不属于任何事物”等值于“可能属于所有”,因此“必然不属于所有”也与“可能不属于任何事物”相冲突。因此,如果作为否定命题的“并非可能不属于任何事物”与作为肯定命题的“可能不属于任何事物”相冲突,并且如前所述必然性的两个特称命题在性质、数量和模态上也全都与它相冲突,那么显然,“并非可能不属于任何事物”包揽了必然性的两个特称命题。既然如此,并且我们发现,在假定“必然属于某个”时会产生某种不可能的结果,而在“必然不属于所有”的情况下则不再如此,那么显然,仅仅能推导出与“必然属于某个”矛盾对立的命题,即“并非必然属于某个”。

语法注2 条
  1. 1.2ἀλλ’ ἔστι τοῦ μηδενὶ ἐξ ἀνάγκης, ὅπερ ἥμισύ ἐστι τοῦ ἐνδεχομένου

    τοῦ μηδενὶ ἐξ ἀνάγκης 作为属格表语补足成分,指“对任何事物都不必然属于”。正如后文脉络所明确指出的,这并不是指肯定与否定皆可能的双向可能(按照定义者),而是指仅否定了必然性之某一极端的单向可能(即“并非必然属于某个”)。

  2. 1.2ἐπειδὴ δέ, ὡς εἴρηται, διὰ τοῦ τρίτου σχήματος ἡ εἰς ἀδύνατον ἀπαγωγὴ λαμβανόντων ἡμῶν ... ἄδηλον 〈δ’〉 ἐστὶν ... διὰ τοῦτο μεταλαμβάνομεν

    由 ἐπειδή 引导的原因从句一直延续至 ἄδηλον 〈δ’〉 ἐστίν,主句则由 διὰ τοῦτο μεταλαμβάνομεν 开始。在 ἐπειδή 从句内部,λαμβανόντων ἡμῶν 与 μεταλαμβανόντων 这两个属格绝对结构阐述了归谬法的具体操作步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:35.34-37.13