- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:34.20-35.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论述了在第一格中,当全称肯定现实存在大前提受到可能小前提的时间限定时,由于能找到推导出相反必然结论(必然属于所有与必然不属于任何一个)的各项,该结合将是非推论性的,随后转向大前提为全称否定现实存在命题的组合。
λέγοι δ’ ἂν ἡμῖν ὁ λόγος ἤτοι μὴ δεῖν τὴν ὑπάρχουσαν καθόλου τοιαύτην λαμβάνεσθαι ὡς δύνασθαι αὐτῆς τὸ ἀληθὲς κατὰ χρόνον ὁρίζεσθαι ὑπὸ τῆς προστιθεμένης ἐνδεχομένης προτάσεως, ἢ μᾶλλον, ὅτι μὴ δεῖ τὴν προστιθεμένην αὐτῇ ἐνδεχομένην τοιαύτην εἶναι ὡς ὁρίζειν τῆς ὑπαρχούσης τῆς πρὸ αὐτῆς εἰλημμένης τὸ ἀληθὲς κατὰ χρόνον. Λέγων δὲ μὴ δεῖν κατὰ χρόνον ὡρίσθαι τὴν ὑπάρχουσαν οὐ παρὰ τὴν ὕλην δόξαιμι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον. κατὰ χρόνον γὰρ ὁρισθεῖσα μεταπίπτουσα ποιεῖ ἐν πρώτῳ σχήματι ἐπὶ μέρους ἀποφατικὴν τὴν μείζονα· τούτου δὲ γινομένου ἀσυλλόγιστος ἡ συμπλοκή. τοῦ δ’ ἀσυλλόγιστον γενέσθαι τὴν συμπλοκήν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μὲν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνειν συνακτικοὺς1 ὁμοίως ἀληθῶν οὐσῶν τῶν προτάσεων. ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (ὑποκείσθω γὰρ τὰ κινούμενα μόνα ἀνθρώπους εἶναι), κινούμενον παντὶ ἵππῳ ἐνδεχομένως, καὶ συνάγεται ἄνθρωπος οὐδενὶ ἵππῳ ἐξ ἀνάγκης. τὸ γὰρ κινεῖσθαι διὰ τὸ ἐπὶ πλέον εἶναι τοῦ ἀνθρώπου, εἰ ληφθείη ἐνδέχεσθαι παντὶ ἵππῳ, ὁρίζει κατὰ χρόνον τὴν ὑπάρχουσαν· ὅτε γὰρ τὸ κινεῖσθαι ὑπάρχει παντὶ ἵππῳ, τότε οὐχ οἷόν τε ἔτι παντὶ κινουμένῳ τὸν ἄνθρωπον ὑπάρχειν. τοῦ δὲ παντὶ ζῷον παντὶ κινουμένῳ, τὸ κινεῖσθαι παντὶ ἐνδέχεται ἀνθρώπῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. ἔστι δὲ τὸ δεικνύμενον καὶ ποιοῦν ἀσυλλόγιστον τὴν συζυγίαν οὐ διὰ τὸ παντὶ ἐξ ἀνάγκης δείκνυσθαί τι ἐν αὐτῇ προηγουμένως (ἀληθὴς γὰρ ἡ ‘ἐνδέχεται παντί’ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης παντί’, εἰ καὶ μὴ εἴη τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου) ἀλλὰ διὰ τὸ τοῦ ἐξ ἀνάγκης 〈μηδενὶ〉 ὅρους εὑρίσκεσθαι ἐν αὐτῇ, ὃ γίνεται τῷ ὑπερτείνοντος τοῦ μέσου τὸν κατηγορούμενον τὴν προστιθεμένην ἐνδεχομένην λαμβάνεσθαι ὡς κατὰ χρόνον τῆς μείζονος καθόλου καταφατικῆς ὑπαρχούσης τὸ ἀληθὲς ὁρίζειν. μὴ γὰρ ὑπερτείνοντος τοῦ τοιούτου μηδὲ τοιαύτης λαμβανομένης τῆς ἐνδεχομένης οὐχ οἷόν τε τοῦ μηδενὶ ὅρους λαβεῖν· οἷον τὸ περιπατεῖν παντὶ γραμματικῷ ὑπαρχέτω, τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ ἐνδεχομένως· οὐ γὰρ γίνεται κατὰ χρόνον ὁριζομένη ἡ τὸ περιπατεῖν παντὶ γραμματικῷ τιθεῖσα· οὐ γὰρ ἀναιρεῖται ὑπὸ τῆς συντασσομένης αὐτῇ καθόλου καταφατικῆς ἐνδεχομένης, εἰ ἀληθὴς λαμβάνοιτο. καὶ ἐπὶ τῶν ὅρων δέ, ἐφ’ ὧν τὸ ἐξ ἀνάγκης 〈παντὶ〉 συνάγεται, οὐ διότι ὑπερτείνει ὁ μέσος τὸν μείζονα, διὰ τοῦτο ἐξ ἀνάγκης συνάγεται (οὐ γὰρ ἐλήφθη τοιαύτη ἡ ἐνδεχομένη ὡς ὁρίζειν κατὰ χρόνον τὸ ἀληθὲς τῆς ὑπαρχούσης· οὐ γάρ τι τῶν μὴ ζῴων ἐλήφθη, ὥστε ἐπὶ μέρους ποιεῖν τὴν μείζονα καὶ ὁρίζειν κατὰ χρόνον αὐτήν), ἀλλ’ ὅτι ἐλήφθη ὁ ἔσχατος ὅρος περιεχόμενος ὑπὸ τοῦ πρώτου καὶ ἐν ἐκείνῳ ὤν. οὕτως γὰρ ἔχει ὁ ἄνθρωπος πρὸς τὸ ζῷον· τοιαύτης γὰρ πάλιν λαμβανομένης τῆς ἐνδεχομένης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, ἀλλ’ οὐ τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον. ἂν μέντοι μήτε κατὰ τὸν χρόνον ὁρίζηται ὑπὸ τῆς ἐνδεχομένης ἡ ὑπάρχουσα μήτε τοιοῦτος ὁ ἔσχατος ὅρος λαμβάνηται ὡς εἶναι ὑπὸ τὸν πρῶτον, ἐνδεχόμενον δόξει γίνεσθαι τὸ συμπέρασμα· ἔστω γὰρ τὸ κοιμᾶσθαι παντὶ ζῴῳ ὑπαρχόντως, ζῷον ἐνδεχέσθω παντὶ κινουμένῳ, καὶ τὸ κοιμᾶσθαι ἐνδέχεται παντὶ κινουμένῳ. ἐπισκεπτέον δέ, μή ποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ἐπὶ ἀληθέσι ταῖς προτάσεσι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸν πρῶτον τῶν ὅρων τῷ ἐσχάτῳ ὑπάρχειν μᾶλλον τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν ἐστὶ δεικτική.2 φανερὸν οὖν, ὅτι τὸ καθόλου κατὰ τὸ ὑπάρχειν ληπτέον ἁπλῶς ἀληθὲς καὶ μὴ ὁριζόμενον χρόνῳ· ἀσυλλόγιστος γὰρ γίνεται ἡ συζυγία οὕτως ἔχοντος διὰ τὸ καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ συνάγειν. Πάλιν ἔστω ἡ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης. καὶ δεικτέον καὶ ταύτην τῇ αὐτῇ δείξει, λέγω δὴ τῇ μεταλήψει καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.
论证向我们说明的,要么是全称现实存在命题不应被选取为使其真实性能够被附加的可能前提在时间上加以限定,要么倒不如说是,附加于其上的可能前提不应当是限定在其之前所选取的现实存在命题在时间上的真实性那样的前提。在谈到现实存在前提不应在时间上受到限定时,我似乎并不是像某些人可能认为的那样把结合的推论性或非推论性归咎于质料,而或许更多是归咎于格的结构。因为一旦在时间上受到限定,它发生转变,就会使第一格中的大前提变成特称否定命题;而一旦发生这种情况,该结合就是非推论性的。在第一格的这种前提配对中——即大前提为全称肯定现实存在命题且在时间上受到作为可能命题的小前提所限定——大前提虽为全称肯定现实存在命题却在时间上受到限定的结合变成非推论性的标志,乃是在诸前提同样为真的情况下,能够选取推导出必然属于所有与必然不属于任何一个这两者的各项。假定人现实属于所有运动者(因为假定运动者仅仅是人),运动可能属于所有马,于是推导出人必然不属于任何马。因为运动由于外延广于人,若被取为可能属于所有马,便在时间上限定了现实存在前提;因为当运动现实属于所有马时,在那时人便不再可能属于所有运动者了。至于属于所有的例子:动物属于所有运动者,运动可能属于所有人,于是动物必然属于所有人。但被证明并使得前提配对成为非推论性的,首要的原因并非在于其中有某物被证明必然属于所有(因为即便不是按照限定的可能,“可能属于所有”在“必然属于所有”的情况下也是真的),而是在于其中能找到必然〈不属于任何一个〉的各项,这乃是因为中间项超出谓词,附加的可能前提被选取为在时间上限定了全称肯定现实存在大前提的真实性。因为如果这种中间项不超出,可能前提也不如此被选取,便不可能取得不属于任何一个的各项。例如,设散步现实属于所有语法学家,语法学家可能属于所有人;设定散步属于所有语法学家这一命题并不会在时间上受到限定;因为即便与它结合的全称肯定可能前提被取为真,它也不会被摧毁。并且在推导出必然〈属于所有〉的各项中,也并非因为中间项超出大项而因此必然推导出(因为可能前提并没有被选取为在时间上限定现实存在命题的真实性;因为并未选取非动物的某种事物,以致使大前提变成特称并在时间上限定它),而是因为最后的极端项被选取为包含在第一极端项之下并处于其中。人对动物的关系正是如此;因为再次选取这样的可能前提时,结论便成了必然的,而不是按照限定的可能的。然而,如果现实存在命题既不在时间上受可能前提的限定,最后的极端项也不被选取为处于第一极端项之下,结论似乎就会成为可能的;因为设睡觉现实属于所有动物,动物可能属于所有运动者,则睡觉可能属于所有运动者。但应当考察的是,在诸前提为真的情况下,第一极端项对最后极端项必然属于所有以及必然不属于任何一个这一各项的列举与证明,是否毋宁更表明该前提配对是非推论性的。由此显而易见,关于现实存在的全称命题必须被选取为全然真实的且不受时间限定的;因为在处于这种状态时,由于同时推导出必然属于所有与必然不属于任何一个,该前提配对就变成了非推论性的。再次,设大前提为全称否定现实存在命题,小前提为全称肯定可能命题。这一组合也必须通过相同的证明加以证明,我指的是通过转换以及归谬法。
- 1.2τοῦ δ’ ἀσυλλόγιστον γενέσθαι τὴν συμπλοκήν ... σημεῖον ... τὸ καὶ τοῦ παντὶ καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνειν συνακτικούς
该句的核心句法框架为“τοῦ ἀσυλλόγιστον γενέσθαι τὴν συμπλοκήν(结合成为非推论性的)…… σημεῖον [ἐστί](标志是)…… τὸ ... ὅρους λαμβάνειν συνακτικούς(选取推导出……的各项)”。带属格冠词的不定式短语 τοῦ ἀσυλλόγιστον γενέσθαι 依附于表语名词 σημεῖον,而带冠词的不定式短语 τὸ λαμβάνειν 则充当主语。中间插入的属格独立结构 τοιαύτης οὔσης τῆς συζυγίας ... 详细说明了发生这一非推论性结果的具体前提条件。
- 1.2ἐπισκεπτέον δέ, μή ποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ... μᾶλλον τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν ἐστὶ δεικτική
在由动词性形容词 ἐπισκεπτέον(应当考察)引导的间接疑问从句中,μή ποτε 连同直陈式现在时 ἐστί 表达一种审慎的断言或怀疑(“是否毋宁……”)。副词 μᾶλλον 在句首附近及形容词 δεικτική 之前出现了两次,属于强调修饰关系的赘述用法,用以加强该项列举更足以作为前提配对不具有推论性的证明这一语气。
