← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§33.1-34.20

严格归谬法的界定与混成大前提的时间无限性

阐释上一节中的证明为何在严格意义上并非归谬法及其变换形式,随后论述在可能命題与现实存在命题的混合中,大前提的现实存在命题不能受到时间的限定,而必须在可能的小前提转换为现实存在前提时依然保持为全称肯定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#10

ἰστέον δέ, ὅτι οὐκ ἔστιν αὕτη κυρίως ἡ εἰς ἀδύνατον ἀπαγωγή· ἡ γὰρ ἀπαγωγὴ ὑποθεμένη τὸ ἀντικείμενον τῷ συμπεράσματι τῷ ἐξ ἀρχῆς καὶ τοῦτο πρότασιν ποιησαμένη καὶ προσθεῖσα αὐτῇ τῶν ἀληθῶν τινα ἐξ ἀρχῆς κειμένων προτάσεων οὕτω δείκνυσι τὸ ἑπόμενον ἀδύνατον, ὡς πολλάκις διὰ τῶν προλαβόντων ἐδείξαμεν. ἐνταῦθα δὲ τὴν ‘οὐκ ἐνδέχεται παντί’ οὐκ ἐποιήσαμεν μέρος τοῦ συλλογισμοῦ, ἀλλὰ τὰς κειμένας προτάσεις ἀντιστρέψαντες καὶ μεταλαβόντες εἰς ἀλλήλας καὶ δείξαντες συναγόμενον τὸ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν ἐπηγάγομεν, ὅτι, εἰ κατὰ τὴν ὑπόθεσιν δῶμεν τὸ μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν συνάγεσθαι, εἰς ἀντίφασιν περιπεσούμεθα, ὅπερ ἀδύνατον. ἰστέον, ὅτι, κἂν μίαν τῶν προτάσεων μόνην ἀντιστρέψωμεν πρὸς τὴν ἑτέραν, ὡσαύτως τὸ αὐτὸ δείξομεν ἀδύνατον γινόμενον· εἴτε γὰρ τὴν μείζονα ἐνδεχομένην ποιήσομεν, γίνεται ὁ συλλογισμὸς ἐξ ἀμφοτέρων ἐνδεχομένων καταφατικὸν ἐνδεχόμενον καθόλου συνάγων συμπέρασμα, καὶ πάλιν ἡ ἀντίφασις ἀκολουθήσει, εἴτε τὴν ἐλάττονα εἰς ὑπάρχουσαν μεταλάβωμεν, γίνεται ὁ συλλογισμὸς ἐκ δύο ὑπαρχουσῶν καθόλου καταφατικῶν ὑπάρχον καθόλου συνάγων, καὶ ὁμοίως πάλιν τὸ ἄτοπον ἀκολουθήσει· τὸ αὐτὸ γὰρ τῷ αὐτῷ ἢ ὑπάρχει παντὶ ἢ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον. Δεῖ δὲ ἐν τῇ προκειμένῃ μίξει τὸ παντὶ ὑπάρχειν τὸν πρῶτον ἄκρον τῷ μέσῳ προσλαμβάνειν μὴ προσχρώμενον ὡρισμένῳ ὑπάρχοντι.1 τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· αὗται τῶν ὑπαρχουσῶν προτάσεων καθόλου κατὰ χρόνον ὁρίζονται, ὅσαι μὴ ἀεὶ δύνανται λαμβάνεσθαι ὑπάρχουσαι καθόλου ἀλλὰ πρὸς καιρόν, ὡς ἡ τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν τιθεῖσα ἢ τὸν ἄνθρωπον παντὶ κινουμένῳ. τὸ δὲ αἴτιον, ὅτι ἐπὶ πλέον ὁ μέσος ἐν ταῖς τοιαύταις ὑπαρχούσαις ὢν δύναται καὶ ἄλλοις ὑπάρχειν, οἷς ὁ κατηγορούμενος αὐτοῦ καθόλου οὐ δύναται ὑπάρχειν· οὕτω γὰρ ἔχων πρὸς χρόνον ὁρίζει τὴν ὑπάρχουσαν. ὅταν γάρ, ᾧ ἐνδέχεται ὑπάρχειν2 αὐτόν, τὸν μέσον δηλαδή, ἄλλῳ δηλονότι ὄντι καὶ μὴ ὑπὸ τὸν μείζονά τε καὶ κατηγορούμενον αὐτοῦ, ληφθῇ ὑπάρχειν, οὐκέτι δύναται ἡ καθόλου ὑπάρχουσα ἀληθὴς εἶναι, ἥτις ἐστὶν ἡ μείζων πρότασις. ἂν γὰρ τὸ ζῶον ὑποθώμεθα παντὶ κινουμένῳ, τῷ τὸ κινούμενον δύνασθαι καὶ μὴ ζώοις ὑπάρχειν, ὅταν ὑπάρχει κἀκείνων τινί, οὐκ ἔσται τότε ἔτι ἀληθὴς ἡ ὑπάρχουσα καθόλου ἡ τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν λέγουσα. ἔστ’ ἂν γὰρ μηδενὶ ἄλλῳ ὑπάρχῃ τὸ κινεῖσθαι, δυνατὸν ἔσται τὸ ζῶον παντὶ κινουμένῳ ὑπάρχειν ὑποτίθεσθαι. ἀλλὰ μὴν ἐν ᾗ συμπλοκῇ τοιαύτη πρότασις ἡ μείζων ἐστίν, ἀδύνατον ἐκείνην τὴν συμπλοκὴν εἶναι συλλογιστικήν, ἐπειδήπερ δεῖ τὴν ἐλάττονα, εἰ μέλλει συλλογιστικὴ εἶναι, καταφατικὴν εἶναι ἢ ὑπάρχουσαν ἢ ἀναγκαίαν ἢ ἐνδεχομένην· εἰ δὲ ἐνδεχομένη εἴη καὶ μεταληφθείη εἰς ὑπάρχουσαν, οὐχ οἷόν τε τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν εἶναι ἀλλ’ ἐπὶ μέρους γίνεσθαι. ὥστ’ οὐ χρήσιμος πρὸς συλλογισμὸν ἡ τοιαύτη καθόλου ὑπάρχουσα, ἧς ἡ μετ’ αὐτὴν ἐνδεχομένη λαμβανομένη ὁρίζει τὸ ἀληθές·3 ἕως γὰρ ἐκείνη ἐνδεχομένη ᾖ, μέχρι τότε αὕτη ἀληθής· γινομένης δὲ ἐκείνης ὑπαρχούσης οὐκέτι αὕτη ἀληθής. ὅταν γὰρ τὸ κινεῖσθαι ἐνδεχομένως ὑπάρχον λίθῳ ὑπαρχόντως ὑπάρξῃ, τότε οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ὑπάρχειν δύναται λαμβάνεσθαι, ἀλλὰ γίνεται ἡ ἀπόφασις ἀληθὴς τότε ἡ ‘τὸ ζῷον οὐ παντὶ κινουμένῳ’, ἥτις ἐστὶν ἐπὶ μέρους ἀποφατική. διὸ οὔτε ὑπάρχειν δύναται ληφθῆναι τὸ ζῷον τῷ λίθῳ οὔτε ἐνδέχεσθαι ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ αὐτῷ οὐδενὶ ὑπάρχει. οὐ γὰρ οἷόν τε ἐπὶ μέρους οὔσης τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι συλλογισμὸν γίγνεσθαι. δεῖ οὖν τὴν ὑπάρχουσαν τοιαύτην λαμβάνεσθαι, ἧς οὐχ ὥρισται τὸ ἀληθὲς ὑπὸ τῆς προστιθεμένης αὐτῇ ἐνδεχομένης, ἀλλὰ τοιαύτην εἶναι ὡς μένειν καθόλου καταφατικὴν ὑπάρχουσαν καὶ τῆς ἐνδεχομένης καθόλου μεταλαμβανομένης εἰς τὴν ὑπάρχουσαν. οὐδὲν γὰρ διαφέρει ἢ προσθεῖναί τινα ὁρισμὸν τῇ ὑπαρχούσῃ ὡς κατὰ χρόνον ὁρίζειν αὐτὴν ἢ ἐνδεχομένην τοιαύτην αὐτῇ συντάξαι, ἥτις ἀναιρεῖ αὐτὴν εἰς τὸ ὑπάρχειν μεταβάλλουσα. οὐ γὰρ τὴν ἀεὶ ὑπάρχουσαν λέγω (αὕτη γὰρ ἀναγκαία ἤδη), ἀλλὰ τὴν μένειν δυναμένην ὑπάρχουσαν καθόλου καταφατικὴν ἀληθῆ, καὶ ὅτε ἡ ἐνδεχομένη καθόλου καταφατικὴ εἰλημμένη μετὰ ταύτης εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνεται. οὕτω γὰρ καὶ ἡ δι’ ἀδυνάτου δεῖξις σῴζεται ἐπὶ τῆς συζυγίας, ᾗτινι χρώμενοι δείκνυμεν αὐτὴν συλλογιστικήν.

然而应当知道,这严格说来并不是归谬法。因为归谬法是假定与最初结论相矛盾对立的命题,将其作为前提,并给它附加上最初所设立的诸真实前提中的某一前提,由此证明所跟随而来的不可能结论,正如我们在前面的部分中屡次证明的那样。但在这里,我们并没有把“并非可能属于所有”作为推论的一个组成部分,而是通过换位并相互转换所设立的前提,证明了推导出Α可能属于所有的Γ,进而指出:如果按照假定允许推导出Α并非可能属于所有的Γ,我们就会陷入矛盾,而这是不可能的。应当知道,即便我们仅将前提中的一个转换到另一个,我们也同样能证明产生出相同的不可能。因为无论我们是将大前提变为可能前提,推论都会由两个可能前提构成,推导出一个肯定、可能且全称的结论,并再次跟随出矛盾;或者如果我们将小前提转换为现实存在前提,推论就会由两个全称肯定的现实存在前提构成,推导出一个全称的现实存在结论,同样也会再次跟随出荒谬;因为同一事物对同一事物要么现实属于所有,要么并非可能属于所有,而这是不可能的。 然而,在所提出的混合中,必须选取第一极端项现实属于中间项的所有,而不附加使用受限定的现实存在前提。所说的大致如下:在全称的现实存在前提中,凡不能总是被取为全称现实存在、而只能适时如此的,都在时间上受到限定;例如设定动物现实属于所有运动者,或者人现实属于所有运动者。其原因在于,在这样的现实存在前提中,中间项外延更广,能够现实属于其它事物,而对其作全称谓述的项不能现实属于那些事物;因为处于这种状况的中间项,在时间上限定了现实存在前提。因为一旦中间项被取作现实属于它所可能现实属于的事物——显然是另外的事物,且不在它的大项及谓词之下——全称现实存在命题,亦即大前提,就再也不能是真的了。因为即便我们假定动物属于所有运动者,由于运动者也能够属于非动物,当它现实属于那些非动物中的某些事物时,主张动物现实属于所有运动者这一全称现实存在命题在当时便不再是真的。因为只要运动不现实属于任何其它事物,假定动物现实属于所有运动者便是可能的。然而,在以这种前提为大前提的任何结合中,该结合都不可能是具有推论性的;因为小前提若要具有推论性,就必须是肯定的,要么是现实存在的,要么是必然的,要么是可能的;但如果小前提是可能的,并且被转换为现实存在前提,大前提就绝不可能保持为全称肯定的现实存在前提,而是变成了特称命题。因此,其真实性受到随其后所取的可能前提所限定的这种全称现实存在前提,对于推论而言是无用的;因为只要小前提是可能的,直到那时大前提都是真的;但当小前提成为现实存在前提时,大前提便不再是真的。因为当运动可能地现实属于石头变为现实存在地属于石头时,在那个时候,动物就再也不能被取为现实属于所有运动者,而是此时否定命题“动物并非属于所有运动者”成为了真的,这是一个特称否定命题。因此,动物既不能被取为现实属于石头,也不能被取为可能现实属于石头;因为动物必然不属于石头的任何一个。因为在第一格中,当大前提为特称时,是不可能产生推论的。因此,所选取的现实存在前提必须是其真实性不受附加于其上的可能前提所限定的,而是在全称可能前提转换为现实存在前提时,仍能保持为全称肯定的现实存在前提。因为给现实存在前提附加某种限定以使其在时间上受到限定,与给它配搭一个通过转变为现实存在前提而摧毁它的可能前提,没有任何区别。因为我所指的并不是总是现实存在的前提(因为这已经是必然前提了),而是在与它一同被选取的全称肯定可能前提转换为现实存在前提时,仍能够保持为真的全称肯定现实存在前提的那种前提。因为只有这样,通过不可能性的证明在该前提配对上才能得以保全,而我们正是运用该证明来显示它是具有推论性的。

语法注3 条
  1. 1.2μὴ προσχρώμενον ὡρισμένῳ ὑπάρχοντι

    宾格分词 προσχρώμενον 与不定式 προσλαμβάνειν 的隐含宾格逻辑主语(泛指的论证者)保持一致。否定词 μή 的使用是因为该分词在无人称动词 δεῖ 所支配的不定式结构中承担条件或方式的状语功能。

  2. 1.2ὅταν γάρ, ᾧ ἐνδέχεται ὑπάρχειν αὐτόν, τὸν μέσον δηλαδή, ἄλλῳ δηλονότι ὄντι καὶ μὴ ὑπὸ τὸν μείζονά τε καὶ κατηγορούμενον αὐτοῦ, ληφθῇ ὑπάρχειν

    包含倒装与插入成分的复杂句式。基本骨架为:ὅταν γὰρ ληφθῇ [ὁ μέσος] ὑπάρχειν [τούτῳ] ᾧ ἐνδέχεται ὑπάρχειν αὐτόν... 关系代词 ᾧ(与格)指向省略的先行词,并由后文的与格分词短语 ἄλλῳ... ὄντι... 作同位语修饰。αὐτόν 是不定式 ὑπάρχειν 的宾格主语,后跟注释性同位语 τὸν μέσον δηλαδή。

  3. 1.2ἧς ἡ μετ’ αὐτὴν ἐνδεχομένη λαμβανομένη ὁρίζει τὸ ἀληθές

    关系代词 ἧς 是属格,指涉先行词 ἡ τοιαύτη καθόλου ὑπάρχουσα,修饰 τὸ ἀληθές(“限定其真实性”)。分词 λαμβανομένη 作修饰 ἡ μετ’ αὐτὴν ἐνδεχομένη 的状语性分词(表时间或条件),意为“在其后被选取的可能命题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:33.1-34.20