← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§31.29-32.40

断言与可能混合的第一格归谬法及别证

关于大前提为现实存在、小前提为可能的第一格全称肯定(Barbara)能够推导出可能结论的问题,特米斯蒂乌斯通过辨析归谬法中不可能性的来源解答了疑难,并进而提出了通过前提转换在第一格中进行的另一种证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#9

τὸ τοίνυν μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν, εἰ καὶ ψεῦδός ἐστι, διότι ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαμβάνομεν, οὐ μέντοι τοῦτο ἀδύνατον γενέσθαι1 τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι. ἐπὶ δὲ τῆς Α Β προτάσεως μενούσης αὐτῆς καθόλου καταφατικῆς ὑπαρχούσης καὶ μὴ μεταληφθείσης εἰς ἑτέραν συνήχθη ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς τὸ ‘ἀνάγκη μὴ παντὶ τῷ Γ τὸ Α ὑπάρχειν’, ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει· κατὰ δὲ τὸν αὐτὸν χρόνον ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν καὶ μὴ παντί· ὥστε οὐ μόνον ψεῦδος τὸ τοιοῦτον ἀλλὰ καὶ ἀδύνατον. ἴδωμεν οὖν, πόθεν τὸ ἀδύνατον ἠκολούθησε. δύο ὑποθέσεων κειμένων, μιᾶς μὲν τῆς λεγούσης ‘τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί’ καὶ ἑτέρας τῆς μεταλαμβανούσης τὴν ἐλάττονα πρότασιν ἐνδεχομένην οὖσαν εἰς ὑπάρχουσαν, πᾶσα ἀνάγκη διὰ τὴν ἑτέραν τούτων ἀκολουθῆσαι τὸ συμπέρασμα. ὅτι μὲν οὖν οὐ διὰ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν τοῦτο ἠκολούθησε τὸ ἀδύνατον, δῆλον. εἰ γὰρ δυνατόν ἐστι τὸ μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν [οὐκ ἠκολούθησε τὸ ἀδύνατον, δῆλον. εἰ γὰρ δυνατόν ἐστι τὸ μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν] καὶ οὐκ ἀδύνατον, ἐδείχθη δὲ μικρῷ πρότερον, ὅτι οὐδέποτε δυνατῷ ὑποτεθέντι ἀδύνατόν τι ἀκολουθεῖ (διὰ τοῦτο γὰρ καὶ προείληπται τὸ περὶ τούτου θεώρημα), δῆλον ἄρα, ὅτι οὐ διὰ ταύτην τὴν ὑπόθεσιν τὸ ἀδύνατον ἠκολούθησεν. οὐκοῦν λείπεται διὰ τὴν ἑτέραν τὸ Α τῷ Γ οὐκ ἐνδέχεσθαι παντὶ λέγουσαν. εἰ τοίνυν ψευδὴς ἠλέγχθη αὕτη ἡ ὑπόθεσις, δηλονότι τὸ ἀντικείμενον τούτῳ συνάγεται τὸ ‘ἐνδέχεται παντί’, ὅπερ ἔδει δεῖξαι. ἰστέον μέντοι καὶ τοῦτο, ὅτι τὸ ‘οὐκ ἐνδέχεται παντὶ τὸ Α τῷ Γ’, ὅπερ ἐξ ὑποθέσεως ἐλάβομεν ὡς συναγόμενον, εἰς τὴν ‘ἀνάγκη οὔ τινι’ μετελάβομεν ὡς ἰσοδυναμοῦσαν, εἰ καὶ μὴ αὐτόθεν τοῦτο ποιοῦντες φαινόμεθα. ἐκ γὰρ τοῦ συμπεράσματος δῆλον ἡμῶν τὸ βούλημα πεποιήκαμεν· τί γὰρ ἐλέγομεν συμπεραίνοντες; “τὸ δὴ Α οὐ παντὶ τῷ Β ἐνδέχεται”, τουτέστιν ‘οὐ παντὶ ὑπάρχει’· τὸ γὰρ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἶπον. καὶ ὅτι τοῦτο συνῆγον τὸ ἄτοπον, δῆλον ἀφ’ ὧν ἐπήγαγον “ἀλλ’ ὑπέκειτο παντὶ ἐνδέχεσθαι ὑπάρχειν” (καὶ μὴν οὐχ ὑπέκειτο ‘τὸ Α τῷ Β παντὶ ἐνδέχεται’) τὸ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν εἰπών. ὅπερ οὖν ἔλεγον, δῆλός εἰμι μεταλαμβάνων2 τὴν ‘οὐκ ἐνδέχεται παντὶ’ εἰς τὴν ‘ἀνάγκη οὐ τινί’· ἐπεὶ εἰ μὴ μετελάμβανον, πόθεν δῆλον, ὅτι ἐν τῷ σχήματι ἐκ τῆς μείζονος μερικῆς ἐνδεχομένης τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης ὑπάρχον τι συνάγεσθαι ἤμελλεν; οὐδὲν γὰρ οὐδέπω περὶ μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος εἶπον· περὶ μέντοι μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος εἴρηκα. διόπερ εἰς τὸ ὁμολογούμενον μετέλαβον τὴν ‘οὐκ ἐνδέχεται παντί’ πρότασιν. Ἐγχωρεῖ δὲ καὶ διὰ τοῦ πρώτου σχήματος δεῖξαι τὸ ἀδύνατον ἀκολουθοῦν τῇ λεγούσῃ ὑποθέσει τὸ μὴ ἐνδέχεσθαι παντὶ συνάγειν τὴν προκειμένην πρότασιν. δείκνυται δὲ τοῦτο, εἰ μεταλάβω ἑκατέραν τῶν προτάσεων εἰς τὴν ἑτέραν, λέγω δὲ τὴν μὲν μείζονα ὑπάρχουσαν οὖσαν εἰς τὴν ἐνδεχομένην καὶ τὴν ἐλάττονα ἐνδεχομένην οὖσαν εἰς τὴν ὑπάρχουσαν. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδεχομένως ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, συνάγεται συμπέρασμα, ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδεχομένως· πρὸ μικροῦ γὰρ τοῦτο δέδεικται· ἀλλὰ μὴν ὑπέκειτο μὴ ἐνδέχεσθαι παντὶ ὑπάρχειν τῷ Γ τὸ Α, ὡς ἡ ὑπόθεσις· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ ἐνδέχεται παντὶ καὶ οὐκ ἐνδέχεται παντί, ὅπερ ἀδύνατον. τὸ ἀδύνατον ἠκολούθησεν οὐ διὰ τὴν τῶν προτάσεων μετάληψιν (αὗται γὰρ ψευδεῖς μὲν ἦσαν, οὐ μέντοι ἀδύνατοι, καὶ οὐδὲν δυνατῷ ἀδύνατον ἀκολουθεῖ, ὡς δέδεικται), ἀλλὰ δηλονότι διὰ τὸ ὑποθέσθαι μὴ ἐνδέχεσθαι παντὶ τῷ Γ τὸ Α ὑπάρχειν. ἦν μὲν οὖν δυνατὸν καὶ μεταλαβόντας τὰς πρώτας προτάσεις αὐτόθεν τὸ ‘ἐνδέχεται παντί’ δεῖξαι συναγούσας·3 τοῦτο γὰρ συνῆγον καὶ μὴ δεηθεῖσαι τῆς εἰς ἄτοπον ἀπαγωγῆς. ὅμως ἐκ περιουσίας ποιοῦντες ὑπεθέμεθα καὶ τὸ ἀντικείμενον καὶ ἐδείξαμεν τοῦτο ἀδύνατον.

因此,把可能前提转换为现实存在前提,即便由于我们取现在时间代替将来时间而是假的,但这绝非是不可能的,即可能者在某个时候成为现实存在者。然而在Α-Β前提上,在它自身保持为全称肯定且现实存在、并未转换为另一前提的情况下,由于我们假定了“Α必然不属于所有的Γ”,推导出了Α现实不属于所有的Β;而在同一时间,同一事物对同一事物既属于所有又并非属于所有是不可能的;所以这样的事情不仅是假的,而且也是不可能的。那么,让我们看一看这种不可能究竟从何跟随而来。既然设立了两个假定,一个说“Α必然不属于所有的Γ”,另一个将作为可能前提的小前提转换为现实存在前提,那么结论完全必然是由于这两者之一而跟随而来的。显然,这种不可能并不是由于可能前提向现实存在前提的转换而跟随而来的。因为如果把可能前提转换为现实存在前提是可能的而非不可能的,并且不久前已经证明,对被假定为可能的事物绝不会跟随出不可能的事情(正为此关于这点的定理被预先确立),那么显然不可能并不是由于这个假定而跟随而来的。因此剩下的便是由于另一个假定,即说Α并非可能属于所有的Γ的假定。既然这个假定被驳斥为假,显然与其对立的“可能属于所有”就被推导出来了,这正是所要证明的。 不过也应当了解这一点:我们从假定中作为被推导出的结论所取的“Α并非可能属于所有的Γ”,我们将其作为等同者转换为了“必然不属于某一个”,即便从字面上看我们似乎并非直接如此做。因为我们从结论中表明了我们的意图;因为我们在得出结论时说了什么呢?“因此Α并非可能属于所有的Β”,也就是“不现实属于所有”;因为我用“可能”代替了“现实属于”。而我当时所推导出的正是这种荒谬,从我随后补充的话中是显而易见的:“但是先前假定了可能属于所有”(然而实际上并未假定“Α可能属于所有的Β”),也是用“可能”代替了“现实属于”。正如我所说,显然我是在将“并非可能属于所有”转换为“必然不属于某一个”;因为如果我没有进行转换,在这个格中,由大前提为特称可能、小前提为全称肯定的现实存在前提,怎能清楚会推导出一个现实存在的结论呢?因为关于可能与现实存在的混合我尚未言及;然而关于必然与现实存在的混合我已经讲过。正是为此,我将“并非可能属于所有”这一前提转换为了已被公认的前提。 此外,也可以通过第一格来证明:跟随于主张所给出的命题推导出并非可能属于所有的假定之后的不可能。如果我将每个前提转换为另一个前提,即把作为现实存在前提的大前提转换为可能前提,把作为可能前提的小前提转换为现实存在前提,这一点就可以得到证明。因为如果Α以可能的方式属于所有的Β,而Β以现实存在的方式属于所有的Γ,就会推导出结论:Α以可能的方式属于所有的Γ;因为不久前这已经得到了证明;然而按照假定,先前假定了Α并非可能属于所有的Γ;因此同一事物对同一事物既可能属于所有又并非可能属于所有,这是不可能的。这种不可能是跟随而来的,并非由于前提的转换(因为这些前提虽是假的,但并非不可能,且正如已证明的,不可能者绝不跟随可能者),而是显然由于假定了Α并非可能属于所有的Γ。因此,原本也可以通过转换最初的诸前提,直接证明它们推导出“可能属于所有”;因为即便不需要归谬法,它们也能推导出这一点。然而出于充裕的考虑,我们也假定了其对立面,并证明了这是不可能的。

语法注3 条
  1. 1.2τὸ τοίνυν μεταλαβεῖν τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν, εἰ καὶ ψεῦδός ἐστι, διότι ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαμβάνομεν, οὐ μέντοι τοῦτο ἀδύνατον γενέσθαι τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι

    句首的定冠词不定式短语 τὸ ... μεταλαβεῖν 在句法上充当悬空主格(nominativus pendens);它自身没有直接承接主谓动词,而是由复指的 τοῦτο ἀδύνατον γενέσθαι 接续其语义,并由同位语短语 τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι 进一步说明。

  2. 1.2δῆλός εἰμι μεταλαμβάνων

    δῆλός εἰμι 搭配分词的人称结构(personal construction),等同于非人称的 δῆλόν ἐστιν ὅτι μεταλαμβάνω(“显然我在转换”)。

  3. 1.2ἦν μὲν οὖν δυνατὸν καὶ μεταλαβόντας τὰς πρώτας προτάσεις αὐτόθεν τὸ ‘ἐνδέχεται παντί’ δεῖξαι συναγούσας

    在 ἦν δυνατὸν ... δεῖξαι(“本有可能证明……”)这一非人称结构中,宾格分词 μεταλαβόντας 充当不定式 δεῖξαι 的逻辑主语;同时,宾格分词 συναγούσας 与 δεῖξαι 的宾语 τὰς πρώτας προτάσεις 构成述语性搭配(意为“证明它们推导出……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:31.29-32.40