← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§30.17-31.29

假与不可能的区别及第一格混合三段论

特米斯提乌斯通过具体事例论述了从可能前件推导出假后件与不可能后件的区别,随后通过归谬法证明了第一格中大前提为现实存在、小前提为可能的组合(两前提均为全称肯定)推导出可能的结论,并回应了针对该证明的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#8

οἷον εἰ καθημένου Σωκράτους εἴποιμι, ὅτι, 〈εἰ〉 βαδίζει Σωκράτης, ἐξ ἀνάγκης καὶ κινεῖται, λαμβάνω προηγούμενον μὲν τὸ Σωκράτην βαδίζειν, ὅπερ ψεῦδος μέν ἐστιν (ὑπόκειται γὰρ καθήμενος), οὐ μέντοι ἀδύνατον· οὐκοῦν καὶ τὸ ἑπόμενον τούτῳ τὸ κινεῖσθαι αὐτὸν ψεῦδος μέν, οὐ μὴν καὶ ἀδύνατον. καὶ πάλιν τὸ λέγειν μὴ οὔσης ἡμέρας ‘εἰ ἡμέρα ἐστίν, ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν’ ὁμοίως, καὶ τὸ ἑπόμενον καὶ τὸ ἡγούμενον ψεῦδος μέν, οὐκ ἀδύνατον δέ. εἰ γὰρ πάντως ἕπεται μὲν τῷ Α τὸ Β, τὸ δὲ Α ἐστὶ δυνατόν, ἀνάγκη πᾶσα καὶ τὸ Β εἶναι δυνατόν· εἰ γὰρ ἀδύνατον εἴη τὸ Β, ἕπεται δὲ τῷ Α, τὸ αὐτὸ καὶ δυνατὸν καὶ δυνατόν ἔσται·1 εἰ μὲν γὰρ ἕπεται τῷ Α ἐξ ἀνάγκης, δυνατὸν ἔσται· ἐστὶ δὲ καὶ ἀδύνατον, ὡς ἡ ὑπόθεσις τῶν οὕτω βουλομένων· τὸ αὐτὸ ἄρα δυνατὸν καὶ ἀδύνατον ἔσται καὶ ὂν καὶ μὴ ὄν, ὅπερ ἄτοπον· ψεῦδος ἄρα τὸ ὑποτίθεσθαι δυνατῷ ἀδύνατον ἀκολουθεῖν· οὐκοῦν ἀληθὲς τὸ τῷ ἀδυνάτῳ πάντως ἀδύνατον ἀκολουθεῖν, ὅπερ ἔδει δεῖξαι. Διωρισμένων δὲ τούτων ἐντεῦθεν λοιπὸν τὰς προτάσεις παραδώσομεν τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης, αἵτινες ἐνδεχόμενον συνάγουσι συμπέρασμα. παραδοτέον δὲ πρῶτον τὴν ἐκ δύο καθόλου καταφατικῶν, καὶ δεικτέον οὕτως· τὸ Α ὑπαρχέτω παντὶ τῷ Β, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ· λέγω οὖν, ὅτι συνάγεται τὸ Α παντὶ τῷ Γ ἐνδέχεσθαι. εἰ γάρ τις φαίη ψεῦδος εἶναι τὸ συμπέρασμα, δηλονότι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθὲς ἔσται τὸ ‘οὐκ ἐνδέχεται παντί’. ὑποκείσθω οὖν τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. ἐπειδὴ τοίνυν τὸ ‘οὐκ ἐνδέχεται παντί’ ἰσοδυναμεῖ τῷ ‘ἀνάγκη μὴ παντί’ (ὃ γὰρ οὐκ ἐνδέχεται παντί, τοῦτο ἀνάγκη μὴ παντί· εἰ γὰρ οὐκ ἐνδέχεται παντὶ ζῴῳ δίποδι εἶναι, ἀνάγκη μὴ πᾶν ζῷον δίπουν εἶναι), εἰ τοίνυν ἰσοδυναμεῖ, ὑποκείσθω τὸ Α τῷ Γ ἐξ ἀνάγκης μὴ παντὶ ὑπάρχειν.2 πάλιν ἐπειδὴ τὸ Β ὑπόκειται παντὶ τῷ Γ ἐνδέχεσθαι, ὑποκείσθω τὸ ἐνδεχόμενον ἐκβεβηκὸς καὶ γινόμενον ὑπάρχον· τοῦτο γὰρ εἰ καὶ ψεῦδος, ἀλλ’ οὖν οὐκ ἀδύνατον. εἰ τοίνυν τὸ μὲν Α ἀνάγκη μὴ παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, γίνεται τὸ τρίτον σχῆμα ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως· ἐδείχθη δέ, ὅτι ἐν τρίτῳ σχήματι, ὅταν ἡ μείζων ἀναγκαία ᾖ μερικὴ ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ὑπάρχουσα, μερικὸν καταφατικὸν ὑπάρχον συνάγεται συμπέρασμα· τὸ ἄρα Α οὐ παντὶ τῷ Β ὑπαρχόντως· ὑπέκειτο δὲ καὶ παντὶ ὑπαρχόντως· τὸ αὐτὸ ἄρα τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντὶ ὑπαρχόντως, ὅπερ ἀδύνατον. πόθεν οὖν τὸ ἀδύνατον ἠκολούθησε; λέγω, ὅτι παρὰ τὸ ὑποθέσθαι ἡμᾶς τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι. εἰ τοίνυν τῇ ὑποθέσει ταύτῃ ἀδύνατόν τι ἠκολούθησε, ψεῦδος ἄρα τὸ λέγειν πάντως, ὅτι τὸ οὐκ ἐνδεχόμενον παντὶ συνάγεται· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ ἀντικείμενον τὸ ‘ἐνδέχεται παντί’. ἀπορήσειε δ’ ἄν τις πρὸς ταύτην ἡμῶν τὴν δεῖξιν, ὅτι οὐδὲν ἴσως ἀδύνατον συμβαίνει, ἐὰν ὑποθώμεθα συνάγεσθαι τὸ Α τῷ Γ μὴ ἐνδέχεσθαι παντί. τί γὰρ συνήγετο; ὅτι τὸ Α τῷ Β οὐ παντὶ ὑπάρχει. ὑπῆρχε δὲ καὶ παντί· τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ 〈τὸ〉 αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν, οὐ μέντοι καὶ ἀδύνατον. εἰ γὰρ τὸ ὑπάρχον τοιοῦτόν ἐστιν ὡς ποτὲ δύνασθαι καὶ μὴ ὑπάρχειν, δυνατὸν ἄρα τὸ παντὶ ὑπάρχον ποτὲ μὴ παντὶ ὑπάρχειν, ὥσπερ οὖν καὶ ὑμεῖς, φασίν, μετελάβετε τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν, ὅπερ ψεῦδός ἐστιν, οὐ μέντοι ἀδύνατον, τί ἄτοπον, εἰ ἐκ προτάσεως ψευδοῦς μὲν οὐκ ἀδυνάτου δὲ ψευδὲς συναχθείη συμπέρασμα καὶ οὐκ ἀδύνατον; τί οὖν πρὸς ταῦτα ἡμεῖς λέγομεν; ὅτι ἡ μετάληψις τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν οὐκ ἐπὶ τοῦ αὐτοῦ χρόνου οὐδὲ μενούσης τῆς ἐνδεχομένης ἐνδεχομένη γέγονε καὶ ὑπάρχουσα3 (τοῦτο γὰρ οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἀδύνατον τὴν αὐτὴν ἐνδεχομένην τε ἅμα εἶναι καὶ ὑπάρχουσαν), ἀλλὰ μετελήφθη ἡ πρότασις ἀπὸ μέλλοντος χρόνου εἰς ἐνεστῶτα, εἴπερ ἡ μὲν ἐνδεχομένη τὸν μέλλοντα δηλοῖ ἡ δὲ ὑπάρχουσα τὸν ἐνεστῶτα.

例如,在苏格拉底坐着时,如果我说“[如果]苏格拉底行走,他就必然也在运动”,我把苏格拉底行走作为前件来取,这虽然是假的(因为假定他是坐着的),但绝非不可能;因此跟随它的后件,即他在运动,虽是假的,但绝非不可能。再者,在不是白天时说“如果是白天,太阳就在地面之上”也是同样的情况,后件和前件虽都是假的,但绝非不可能。因为如果Β完全跟随Α,且Α是可能的,那么Β必然也是可能的;因为如果Β是不可能的,却又跟随Α,那么同一事物就既是可能的也是不可能的了。因为如果它必然跟随Α,它将是可能的;而按照如此主张者的假定,它又是不可行的;因此同一事物既是可能的又是不可能的,既是存在的又是不存在的,这是荒谬的。因此,假定不可能者跟随可能者是假的;从而,不可能者完全跟随不可能者是真理,这正是所要证明的。 既然这些已经确定,从今以后我们将阐明大前提为现实存在、小前提为可能的前提组合,它们能推导出可能的结论。首先应当阐明由两个全称肯定前提构成的组合,并应当如此证明:设Α现实属于所有的Β,Β可能属于所有的Γ;那么我说,可以推导出Α可能属于所有的Γ。因为如果有人说结论是假的,显然矛盾对立的“并非可能属于所有”将为真。因此假定Α并非可能属于所有的Γ。既然“并非可能属于所有”等同于“必然不属于所有”(因为凡非可能属于所有的,这都必然不属于所有;因为如果并非对所有的动物都可能是两足的,那么必然并非所有的动物都是两足的),既然等同,就假定Α必然不属于所有的Γ。再次,既然Β被假定可能属于所有的Γ,就假定该可能者已经实现并成为现实存在的;因为这即使是假的,但绝非不可能。因此,如果Α必然不属于所有的Γ,而Β现实属于所有的Γ,就由一个必然前提和一个现实存在的前提构成了第三格;而在第三格中已经证明,当大前提是必然的特称否定、小前提是全称肯定的现实存在前提时,可以推导出特称的现实存在结论;因此Α并非现实属于所有的Β;但先前也假定它现实属于所有的Β;因此同一事物对同一事物既现实属于所有又现实不属于所有,这是不可能的。那么,这种不可能究竟因何而跟随而来呢?我说,是由于我们假定了Α并非可能属于Γ。因此,如果从这个假定跟随出了某种不可能的事情,那么完全断言推导出并非可能属于所有就是假的;而如果这是假的,其对立面“可能属于所有”就是真的。 然而有人可能会对我们的这一证明提出疑难,认为如果我们假定推导出Α并非可能属于所有的Γ,或许不会发生任何不可能的事情。因为究竟推导出了什么呢?推导出Α并非属于所有的Β。但它原先也属于所有的Β;而同一事物既属于所有又并非属于所有,这固然是假的,但绝非不可能。因为如果现实存在的东西具有能够在某个时候也不存在的性质,那么属于所有的东西在某个时候不属于所有就是可能的;正如他们所说,你们自己也把可能前提转换为了现实存在的前提,这虽然是假的,但绝非不可能,那么如果从一个虽假但非不可能的前提推导出一个虽假但也非不可能的结论,又有什么荒谬呢?那么对于这些疑难,我们该说什么呢?我们要说,从可能前提向现实存在前提的转换,并非发生在同一时间,也不是在可能前提仍为可能的同时又变成了现实存在的(因为同一前提同时既是可能的又是现实存在的,不仅是假的,而且是不可能的),而是该前提从将来时间被转换到了现在时间,如果说可能前提指示将来,而现实存在前提指示现在的话。

语法注3 条
  1. 1.2τὸ αὐτὸ καὶ δυνατὸν καὶ δυνατόν ἔσται

    手抄本传统中可能存在的重文。根据紧随其后的解释(“如果它必然跟随Α,它将是可能的;而……它又是不可行的”)以及下文的“因此同一事物既是可能的又是不可能的”,第二个 δυνατὸν 在意义上显然指 ἀδύνατον。译文在此依据后文的句意阐发将其理解为“既是可能的也是[不可能的]”。

  2. 1.2τοῦτο δὲ ψεῦδος μέν ἐστι τὸ 〈τὸ〉 αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν

    此句为倒装结构,带冠词的不定式短语 τὸ 〈τὸ〉 αὐτὸ καὶ παντὶ καὶ μὴ παντὶ ὑπάρχειν 作为同位主语承接指示代词 τοῦτο,以 ψεῦδος μέν ἐστι 为谓语。

  3. 1.2οὐδὲ μενούσης τῆς ἐνδεχομένης ἐνδεχομένη γέγονε καὶ ὑπάρχουσα

    在属格绝对结构 μενούσης τῆς ἐνδεχομένης 之后,述谓形容词 ἐνδεχομένη 与主句动词(未明示的主语为前文的 ἡ πρότασις)的谓语补足结构 γέγονε καὶ ὑπάρχουσα 搭配,意在否定可能前提在依然保持为可能的同时又变成了现实存在的前提这一并存关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:30.17-31.29