← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§29.3-30.17

后承规则的扩展与三段论适用

特米斯提乌将“可能的前件推出可能的后件”这一规则扩展到真、必然、现实存在与不可能,并将该普遍原理从单纯的假言后承关系转用到三段论的前提与结论之关系中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#7

ἀλλὰ καὶ εἰ κατὰ τὸ ἀληθεύεσθαι λαμβάνηται τὸ ἡγούμενον δυνατόν, δεῖ καὶ τὸ ἑπόμενον ἀληθὲς εἶναι· ἀληθεῖ γὰρ ἀληθὲς ἕπεται. λέγω δὲ τῷ ἐν τῷ ἀληθεύεσθαι δυνατῷ τὸ ἀναγκαῖον,1 ἐπεὶ τὸ ἀναγκαῖον ὁ λέγων εἶναι ἀεὶ ἀληθεύει. καὶ τῷ οὕτως δὲ δυνατῷ τὸ ἑπόμενον ἔσεται ἀναγκαῖον καὶ ἀεὶ ἀληθὲς καὶ ὁμοίως τῷ ἡγουμένῳ δυνατόν. τὸ δὲ ἀδύνατον δύναται μὲν καὶ ἐπὶ τῆς ἀπὸ τοῦ ἑπομένου ἀκολουθίας λέγεσθαι· εἰ γὰρ ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον καὶ τὸ ἡγούμενον, καθ’ ὃν ἂν τρόπον τὸ ἀδύνατον ληφθῇ, ὡσαύτως γινομένου καὶ τοῦ ἡγουμένου ἀδυνάτου· εἴτε γὰρ γενέσθαι ἀδύνατον εἴη τὸ ἑπόμενον, τοιοῦτον καὶ τὸ ἡγούμενον, εἴτε ὑπάρχειν ἀδύνατον τὸ ἑπόμενον, ἀδύνατον ὑπάρχειν καὶ τὸ ἡγούμενον, εἴτε ἀδύνατον ἀληθεύεσθαί ποτε τὸ ἑπόμενον, ὁμοίως καὶ τὸ ἡγούμενον. ἔμπαλιν γάρ, ὡς εἶπον, ἡ ἀκολουθία ἔχει· τὸ μὲν γὰρ δυνατὸν ἀπὸ τοῦ ἡγουμένου τὴν ἀκολουθίαν ἔχει κατὰ πάντα τὰ τοῦ δυνατοῦ σημαινόμενα, τὸ δὲ ἀδύνατον ἀπὸ τοῦ ἑπομένου. ἀδυνάτου μὲν γὰρ ὄντος τοῦ ἡγουμένου οὐ κεκώλυται τὸ ἑπόμενον δυνατὸν εἶναι, ὡς ἐν τῷ ‘〈εἰ〉 ἱπποκένταυρος εἶ, ζῶον εἶ’· εἰ δὲ ἀδύνατον τὸ ἑπόμενον, δεῖ καὶ τὸ ἡγούμενον ἀδύνατον εἶναι, καθ’ ὃ ἂν σημαινόμενον τὸ ἀδύνατον ληφθῇ. λέγεται γὰρ τὸ ἀδύνατον καὶ ἐπὶ τοῦ ψεύδους· διὸ καὶ εἰ ψεῦδος2 τὸ ἑπόμενον, ψεῦδος καὶ τὸ ἡγούμενον. οὐ μήν, εἰ τὸ ἡγούμενον ψεῦδος, καὶ τὸ ἑπόμενον· ὡς γὰρ δυνατὸν τὸ ἀληθές, οὕτως καὶ τὸ ψεῦδος. παράδειγμα τοῦ μὲν ἐν γενέσει δυνατοῦ τὸ ‘εἰ τέθνηκεν ὁ Δίων, τέθνηκεν ἄνθρωπος’, ἐπὶ ζῶντος ἔτι Δίωνος εἰ λέγοιτο, τοῦ δὲ κατὰ τὸ ὑπάρχειν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν’, εἰ λέγοιτο οὔσης ἡμέρας (ὁμοίως γὰρ τῷ ἡγουμένῳ καὶ τὸ ἑπόμενον ὑπάρχον), τοῦ δὲ ἀναγκαίου ‘εἰ θεός ἐστι, κόσμος ἐστί’. καὶ ὁσαχῶς δὲ ἄλλως λέγεται τὸ δυνατόν, οἷον τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ ἐπίσης, τὸ ἐπ’ ἔλαττον· ἐν ἅπασι γὰρ ὁμοίως ἕξει. δυνατὸν δέ φημι τὸ κυρίως, ὃ μήπω μὲν ἐξέβη, δύναται δὲ ἐκβῆναι. Ἐπεὶ δ’ ἐδιδάξαμεν πᾶσαν ἀκολουθίαν ἀναγκαίαν οὕτως ἔχουσαν ὡς τῷ τρόπῳ τῆς κατὰ τὸ δυνατὸν ὑπάρξεως τῷ ἡγουμένῳ ἀκολουθεῖν καὶ τὴν τοῦ ἑπομένου αὐτοῦ ὕπαρξιν ὁμοίαν, μετενεγκτέον τὸ καθόλου δεδειγμένον ἐπὶ τὴν συλλογιστικὴν ἀκολουθίαν, οὗ χάριν καὶ τὴν δεῖξιν ἐποιησάμεθα. δεῖ οὖν μὴ μόνον ἐπὶ τῶν ἁπλῶν ἀκολουθήσεων εἰρημένον λαμβάνειν τοῦτο ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ συλλογισμὸν γινομένων· καὶ γὰρ ἐν τούτοις ἀκολουθεῖ τὸ συμπέρασμα ταῖς προτάσεσιν· εἰ γὰρ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα, ὥστε καὶ δυνατῶν οὐσῶν καὶ τὸ συμπέρασμα δυνατὸν ἔσται, καθ’ ὃ ἂν σημαινόμενον τοῦ δυνατοῦ αἱ προτάσεις λαμβάνονται. ἂν γὰρ ἀντὶ μὲν τῶν προτάσεων ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, εἴη ἂν ἡ προειρημένη δεῖξις ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις.3 οὐ γὰρ ὡς ἐπὶ μιᾶς προτάσεως ἐλάβομεν τὴν δεῖξιν ταύτην ἀλλ’ ὡς ἐπὶ συλλογισμοῦ· λαμβάνομεν γὰρ τὸ Α ἀνάλογον ταῖς προτάσεσι, τὸ δὲ Β τῷ συμπεράσματι. ἀνάγκη οὖν, ὡς εἶπον, δυνατῶν οὐσῶν τῶν προτάσεων δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ ἀδύνατον συμπέρασμα δυναταῖς προτάσεσιν ἀκολουθεῖ οὐδέποτε. οὐ γὰρ ἔστιν ἑνός τινος ἡγουμένου συμπέρασμα ἀκολουθῆσαι, τουτέστι μιᾶς προτάσεως οὔσης οὐχ ἕπεταί τι συμπέρασμα, ἀλλὰ δεῖ τοὐλάχιστον δύο εἶναι τὰς προτάσεις, ὡς πολλάκις εἴρηται. οἷον ὅταν αἱ προτάσεις οὕτω συμπλακῶσιν, ὥσπερ εἴπομεν, κατὰ συλλογιστικὴν μέθοδον ἀνάγκη καὶ τὸ συμπέρασμα ἕπεσθαι· οὕτως δὲ ἕπεται, ὡς ἂν ἔχωσιν αἱ προτάσεις· δυνατῶν γὰρ οὐσῶν πᾶσα ἀνάγκη δυνατὸν εἶναι καὶ τὸ συμπέρασμα, καὶ εἰ ἀναγκαῖον, πάντως ἀναγκαῖον. οἷον τὸ Β κατὰ τοῦ Δ, τὸ Δ κατὰ τοῦ Ζ· καὶ τὸ Β ἄρα κατὰ τοῦ Ζ. τούτου δὲ δειχθέντος, ὅτι πάντως ἡγουμένου δυνατοῦ ὄντος πᾶσα ἀνάγκη καὶ τὸ ἑπόμενον δυνατὸν εἶναι, ἐὰν ὡς ἐν ὑποθέσει προηγούμενόν τι λάβωμεν, ὅπερ ψεῦδός ἐστι διὰ τὸ αὐτὸ τοῦτο καθ’ ὑπόθεσιν εἰλῆφθαι καὶ μήπω εἰς ἐνέργειαν ἐκβεβηκέναι, ἀδύνατον δὲ οὐκ ἔστι διὰ τὸ δύνασθαι εἰς ἐνέργειαν ἐκβῆναι, δηλονότι καὶ τὸ ἑπόμενον τούτῳ ψεῦδος μὲν ἔσται, ἀδύνατον δὲ οὐκ ἔσται.

不仅如此,即使可能的前件就其为真而言被取,后件也必然为真;因为真者跟随真者。所谓就其为真而言的可能者,我是指必然者,因为说必然者存在的人总是在说真话。而对于这种意义上的可能者,后件也将是必然的、恒常为真的,并且与前件同样是可能的。另一方面,不可能者确实也可以针对来自后件的后承关系而言说;因为如果后件是不可能的,前件也是不可能的,无论不可能者以何种方式被取,前件同样都会成为不可能的。因为无论后件是不可能生成的,前件也是如此;还是后件是不可能现实存在的,前件也是不可能现实存在的;抑或是后件不可能在任何时候为真,前件亦同样如此。因为正如我所说,后承关系是相反的:盖因可能者按照可能者的全部意义从前件出发具有后承关系,而不可能者则从后件出发具有后承关系。因为当前件是不可能的时,并不妨碍后件是可能的,正如在“[如果]你是半人马,你就是动物”中那样;但如果后件是不可能的,那么无论不可能者以何种意义被取,前件也必然是不可能的。因为不可能者也针对假者而言说;因此如果后件是假的,前件也是假的。然而,如果前件是假的,后件并不必然是假的;因为正如真者是可能的,假者同样也是可能的。 在生成中的可能者的例子是,在狄翁仍活着时若说“如果狄翁死了,人就死了”;按现实存在而言的可能者的例子是,在是白天时若说“如果是白天,就有光”(因为与前件同样,后件也是现实存在的);而必然者的例子则是“如果神存在,宇宙就存在”。无论可能者还有多少种其他的言说方式,例如在绝大多数情况下成立的、均等的、在少数情况下成立的——因为在所有这些情况中情况都将相同。但我所谓本来意义上的可能,是指尚未发生、但能够发生的事情。 既然我们已经阐明,每一个必然的后承关系都是如此:在按可能性而言的现实存在方式上,其后件的现实存在也同样跟随前件,那么就必须把这一普遍证明了的道理转用到三段论的后承关系上,我们原本也是为了这一目的才做出证明的。因此,我们不应认为这只是针对单纯的后承关系而言说的,也应认为它是针对通过三段论而形成的后承关系而言说的;因为在这些情况中,结论同样跟随诸前提:因为如果诸前提成立,结论也成立,以至于当它们是可能的时,无论诸前提按可能者的哪一种意义被取,结论也将是可能的。因为如果以Α代替诸前提,以Β代替结论,那么前述的证明对于这样的后承关系也同样适用。因为我们并没有把这一证明当作适用于单一前提的来取,而是当作适用于三段论的;实际上我们是把Α作为相应于诸前提,而把Β作为相应于结论来取的。因此正如我所说,当诸前提是可能的时,结论必然也是可能的,并且不可能的结论决不跟随可能的前提。因为绝不可能从任何单一的前件跟随出结论,亦即当只有一个前提时不会有任何结论跟随,而是正如屡次指出的那样,前提必须至少有两个。例如,当诸前提如我们所说那样按照三段论的方法结合在一起时,结论也必然跟随;并且诸前提处于何种状态,结论就以此种状态跟随:因为当它们是可能的时,结论完全必然是可能的,如果前提是必然的,结论也完全是必然的。例如,Β述说Δ,Δ述说Ζ;因此Β也述说Ζ。而既然已经证明了,在任何情况下当前件是可能的时后件完全必然也是可能的,那么如果我们把某个作为假定的前件取来,它恰恰因基于假定被取且尚未进入现实而为假,但又因能够进入现实而不是不可能的,显然跟随它的后件也将是假的,但绝不会是不可能的。

语法注3 条
  1. 1.2λέγω δὲ τῷ ἐν τῷ ἀληθεύεσθαι δυνατῷ τὸ ἀναγκαῖον

    动词 λέγω 支配与格短语 τῷ ... δυνατῷ(“对于就其为真而言的可能者”)和宾格宾语 τὸ ἀναγκαῖον,意为“所谓就其为真而言的可能者,我是指必然者”。语序上与格置于宾格之前。

  2. 1.2ὡς γὰρ δυνατὸν τὸ ἀληθές, οὕτως καὶ τὸ ψεῦδος

    由 ὡς ... οὕτως 构成的对等比较句。后半句在 τὸ ψεῦδος 之后省略了述谓成分(即作为后承是可能的):意为“正如真者是可能的,假者同样也是可能的”。

  3. 1.2ἂν γὰρ ἀντὶ μὲν τῶν προτάσεων ληφθῇ τὸ Α ἀντὶ δὲ τοῦ συμπεράσματος τὸ Β, εἴη ἂν ἡ προειρημένη δεῖξις ἁρμόζουσα καὶ ταῖς τοιαύταις ἀκολουθίαις

    混合条件句,条件从句使用 ἄν + 虚拟式(ληφθῇ),主句使用 ἄν + 祈愿式(εἴη ἄν)。由假定性的条件(“如果以Α代替前提……”)引出带有潜在语气的主句结论(“该证明也适宜于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:29.3-30.17