← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§27.31-29.3

对克律西波的进一步反驳与推论规则的推广

忒弥斯提乌斯利用同音异义谬误、消除关系的非对称性以及斯多亚派自身关于“个别限定性质”的学说,驳斥了克律西波的反例,确立了不可能的后件不可能跟随可能的前件,并指出其相反推论成立,进而将该原则推广至现实及必然的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#6

ὥσπερ οὖν εἰ τοῦ Δίωνος ὁμωνύμου ὄντος ἐλέγομεν ἁπλῶς οὕτως ‘εἰ Δίων τέθνηκεν’, ὁ δὲ τεθνηκὼς τύχοι ὢν φέρε εἰπεῖν ὁ ἐκ Θετταλίας, εἶτα ἐπιφερόμενοι ‘οὗτος ὁ Δίων τέθνηκεν’, οἷον ὁ ἐξ Ἀθηνῶν, ἐδείκνυμεν ἀδύνατόν τι ἀκολουθοῦν τῷ ἡγουμένῳ τὸν μὴ τεθνηκότα Δίωνα ἀποθανεῖν, τοῦ παραλογισμοῦ δι’ οὐδὲν ἕτερον γενομένου ἢ διὰ τὸ τὸν ἡγούμενον ὁμώνυμον λαβεῖν καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τὸν δὲ ἑπόμενον μερικὸν οἷον ἐπὶ τοῦ Ἀθηναίου, οὕτως κἀνταῦθα λέγομεν,1 ὅτι δι’ οὐδὲν ἕτερον γέγονεν ὁ παραλογισμὸς ἢ διὰ τὸ τὸν ἑπόμενον μερικώτερον λαβεῖν. καὶ ἄλλως δὲ οὐδέποτε ὁ ἡγούμενος ἀναιρεθεὶς ἀναιρεῖ τὸν ἑπόμενον, ἀλλὰ τοὐναντίον ὁ ἑπόμενος τὸν ἡγούμενον ἀναιρεῖ· οἷον προηγεῖται ὁ ἄνθρωπος, ἕπεται τὸ ζῷον· ἀναιρεθεὶς ὁ ἄνθρωπος οὐ συναναιρεῖ τὸ ζῷον, τὸ δὲ ζῷον ἀναιρεθὲν συναναιρεῖ τὸν ἄνθρωπον. εἰ τοίνυν αὕτη ἡ φύσις τοῦ ἑπομένου ὥστε μὴ συναναιρεῖσθαι τῷ ἡγουμένῳ, κακῶς ἄρα ἔλαβε τὸν ἑπόμενον ὁ λαβὼν ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου. ὅταν γὰρ εἴπωμεν ‘ὁ Δίων τέθνηκεν’, ἀναιροῦμεν τὸ λέγειν ἐπὶ αὐτοῦ τὸ ‘οὗτος’, εἴ γε τὸ ‘οὗτος’ δεικτικὸν ὂν ἐπὶ ὑφεστώτων πραγμάτων λέγεται, ὁ δὲ τεθνηκὼς οὐχ ὑφέστηκε. κακῶς ἄρα λαμβάνομεν τὸ ἑπόμενον ἀναιρούμενον ὑπὸ τοῦ ἡγουμένου, μὴ πεφυκὸς συναναιρεῖσθαι τῷ ἡγουμένῳ· ἀλλὰ τοὐναντίον τὸν ἡγούμενον τὸ ἑπόμενον ἑαυτῷ συναναιρεῖ. τοῦτο δὲ συμβαίνει διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, διότι βούλεται ὁ ἑπόμενος ἐπὶ πλέον εἶναι τοῦ ἡγουμένου. εἰ δὲ δύναται καὶ ἐπίσης εἶναι, ὅτε καὶ ἰσοτίμως ἔχουσι πρὸς ἀλλήλους ὅροι, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ γελαστικοῦ, οὐδὲν ἡμῖν τοῦτο πρὸς τὸ προκείμενον, πλὴν ὅτι ἀδύνατον τὸν ἡγούμενον ἐπὶ πλέον εἶναι τοῦ ἑπομένου. πρὸς δὲ τούτοις κἀκεῖνο λέγομεν, ὅτι, εἰ κατὰ τοὺς Στωϊκοὺς ὑμᾶς τὰ ὀνόματα τὸ ἰδίως ποιὸν σημαίνουσιν, ἰδίως δὲ ποιόν φατε τὰ συμβεβηκότα τὰ χαρακτηρίζοντα οὐσίαν ἑκάστην, τὸ ἄρα Δίων ἀδύνατον φέρειν ἐπὶ τοῦ τεθνηκότος ἰδίως ποιοῦ μὴ ὄντος ἀλλ’ ἢ φθαρέντος ἢ ἐπὶ φθορὰν ὁδεύοντος· ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὲ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος, ὅτι Δίων, εἰ ἀδυνάτῳ ἀδύνατόν ἐστι τὸ ἀκολουθοῦν, οὐδὲν θαυμαστόν.2 εἰ δὲ λέγετε, ὅτι κατὰ ἀναφορὰν λέγομεν τὸ ‘Δίων’, οἷον ὁ ποτὲ Δίων, φήσομεν καὶ ἡμεῖς, ὅτι καὶ τὸ ‘οὗτος’ κατὰ ἀναφορὰν ληψόμεθα, ὁ ποτὲ οὗτος, καὶ οὕτως οὐκ ἔσται ἀδύνατον ἀλλὰ δυνατὸν τὸ ἑπόμενον. καὶ γὰρ πολλὰ λέγομεν κατὰ ἀναφορὰν καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος χρόνου, οἷον ὡς ὅταν εἴπωμεν ‘ὁ τάφος οὗτος Ἀχιλλέως ἐστί’ πολλάκις μηδὲ τοῦ τυχόντος λειψάνου τῶν ὀστῶν Ἀχιλλέως ἐν τάφῳ ὄντος, ἀλλὰ δῆλον ὅτι τοῦ ποτὲ Ἀχιλλέως ὄντος· πάλιν οἰκίας οἰκοδομουμένης λέγομεν, ὅτι ὁ οἶκος οὗτος Πλάτωνός ἐστιν οἶκος, ἀλλὰ δῆλον ὅτι ὁ ἐσόμενος οἶκος. ὅτι μὲν οὖν οὐκ ἐγχωρεῖ δυνατοῦ ὄντος τοῦ ἡγουμένου τὸ ἑπόμενον εἶναι ἀδύνατον, δῆλον. ἐγχωρεῖ δὲ δυνατοῦ ὄντος τοῦ ἑπομένου τὸ ἡγούμενον εἶναι ἀδύνατον,3 ὡς εἴ τις λέγων ἑαυτὸν ὄνον εἶναι ἐπιφέρει, 〈ὅτι〉 καὶ ζῷον εἴη. ἐν τούτοις γὰρ τὸ μὲν ἑπόμενον δυνατόν, τὸ δὲ ἡγούμενον ἀδύνατον· ἀδύνατον γὰρ τὸν ἄνθρωπον ὄνον εἶναι· ἕπεται δὲ τῷ ὄνον εἶναι τὸ ζῷον εἶναι, καὶ δυνατὸν τὸν ἄνθρωπον ζῷον εἶναι· ὥστε ἀδυνάτῳ δυνατὸν ἕπεται. οὕτως καὶ ἡμεῖς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ δείξομεν ψευδέσι προτάσεσιν, αἵτινες προηγοῦνται τοῦ συμπεράσματος, ἀληθὲς συμπέρασμα ἀκολουθοῦν, ὡς εἴ τις λέγοι ‘ὁ ἄνθρωπος κύων, ὁ κύων [τὸ] ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐπεὶ δὲ εἴπομεν καὶ ἐδείξαμεν ἐν ταῖς ἀκολουθίαις, ὅτι δυνατοῦ ὄντος τοῦ ἡγουμένου δυνατόν ἐστι καὶ τὸ ἑπόμενον, προσθετέον τούτοις, ὅτι, κἂν ὑπάρχον ᾖ τὸ ἡγούμενον, ὑπάρχον ἔσται καὶ τὸ ἑπόμενον, κἂν ἀληθές, τουτέστιν ἀναγκαῖον, ἀναγκαῖον ὁμοίως. οὐ γὰρ ἐπὶ μόνου τοῦ δυνατοῦ, τουτέστι τοῦ ἐν γενέσει, ὅ ἐστι τὸ μήπω μὲν ὂν ἐνδεχόμενον δὲ γενέσθαι, εἴρηται τὰ εἰρημένα ἀλλὰ καὶ ἐπὶ τούτων. καὶ γὰρ εἰ τὸ δυνατὸν ὡς ὑπάρχον λαμβάνοιτο ἐπὶ τοῦ ἡγουμένου, ἐπεὶ καὶ κατὰ τούτου λέγεται τὸ δυνατόν, οὐκ ἔσται ἑπόμενον αὐτῷ τὸ ἀδύνατον ὑπάρχειν ἀλλὰ τὸ δυνατὸν ὑπάρχειν.

因此,正如在“狄翁”是一个同音异义名称时,如果我们径直如此说:“如果狄翁死了”,而被设想死去的例如是来自色萨利的狄翁,随后我们又附加上:“这一个狄翁死了”,例如指来自雅典的狄翁,从而表明某种不可能的事物跟随前件,即未死去的狄翁死去了——而这一谬误推理的产生完全不是因为别的,正是因为把前件当作同音异义的、因而外延更大的来取,而把后件当作局部的来取,如同在雅典人的例子中那样——同样在此处我们也主张,该谬误推理的产生完全不是因为别的,正是因为把后件当作外延更局部的来取。 而且从另一方面看,前件被消除时决不消除后件,相反后件却会消除前件;例如人居先,动物跟随;人被消除并不一同消除动物,但动物被消除则一同消除人。因此,如果后件的本性就是不与前件一同被消除,那么把后件当作被前件所消除的人就设定得不当。因为当我们说“狄翁死了”时,如果“这个人”既然作为指示词是针对现存事物而言的,而死者并不存在,我们就消除了针对他而言说“这个人”。因此我们把不具有与前件一同被消除本性的后件,当作被前件所消除的来取,是取之不当的;相反,后件是使前件与自身一同被消除。而这种情况之所以再次发生,乃是由于同样的原因,即后件要求比前件外延更大。即使后件也可以与前件外延相等,即当词项彼此具有同等地位时,例如在人和具有笑的能力者的情况下,这对于我们眼前的论题也毫无妨碍,只要前件不可能比后件外延更大即可。 除这些之外,我们还要提出那一论点:如果按照你们斯多亚学派的说法,专名表示个别限定的性质,而你们又说个别限定的性质是表征每个实体的偶性,那么将“狄翁”用于死者便是不可能的,因为个别限定的性质已不复存在,而是要么已经毁灭,要么正走向毁灭;而既然对于死者被称为狄翁本身就是不可能的,那么如果跟随不可能者的也是不可能者,就不足为奇了。如果你们说我们是借由指涉而说“狄翁”的,例如“曾经是狄翁的人”,那么我们也将回答说,我们也借由指涉来理解“这个人”,即“曾经是这个人的”,这样后件就不是不可能的,而是可能的了。事实上,无论针对过去的时间还是未来的时间,我们都借由指涉说许多事情:例如当我们说“这座坟墓是阿喀琉斯的”,尽管坟墓中往往连阿喀琉斯遗骨的任何残片都不存在,但显然是指曾经是阿喀琉斯的人;又如在房屋正在建造时,我们说“这座房屋是柏拉图的房屋”,但这显然是指将要成为的房屋。因此,当前件是可能的时后件不能是不可能的,这是显而易见的。 然而,当后件是可能的时前件是不可能的,这是可以成立的,正如有人说自己是驴,进而附加上他也就是动物一样。因为在这些情况中,后件是可能的,但前件是不可能的;因为人是驴是不可能的,但作为动物跟随作为驴,而人作为动物是可能的;因此可能者跟随不可能者。同样,我们在其后的那一卷中也将表明,在结论之前的假前提之后跟随真的结论,正如有人会说:“人是狗,狗是动物,因此人是动物”。关于这些事情就谈到这里。 既然我们已经阐述并在后承关系中证明了,当前件是可能的时后件也是可能的,那么对此还必须补充:即使前件是现实存在的,后件也将是现实存在的,即使前件是真的、即必然的,后件也将同样是必然的。因为所说的这些不仅是针对可能者、即在生成中的事物——亦即尚未存在但可能发生的事物——而言的,也是针对这些事物而言的。因为如果在前件中可能者被作为现实存在者来取——既然“可能的”也针对这种事物而言——跟随它的将不是不可能现实存在者,而是可能现实存在者。

语法注3 条
  1. 1.2ὥσπερ οὖν εἰ τοῦ Δίωνος ὁμωνύμου ὄντος ἐλέγομεν ἁπλῶς οὕτως ‘εἰ Δίων τέθνηκεν’... οὕτως κἀνταῦθα λέγομεν

    整个长句的骨干是一个扩展的比喻结构:ὥσπερ οὖν εἰ ... ἐλέγομεν ... ἐδείκνυμεν ... οὕτως κἀνταῦθα λέγομεν。在前半段 ὥσπερ 从句中阐述了由两个“狄翁”同音异义引起的谬误,直接呼应了以 οὕτως κἀνταῦθα 开始的主句。

  2. 1.2ἀδυνάτῳ δὲ ὄντι τούτῳ, λέγω δὲ τῷ λέγεσθαι ἐπὶ τοῦ τεθνηκότος, ὅτι Δίων, εἰ ἀδυνάτῳ ἀδύνατόν ἐστι τὸ ἀκολουθοῦν, οὐδὲν θαυμαστόν.

    ἀδυνάτῳ δὲ ὄντι τούτῳ 是与格句式,表示伴随状况或前提条件(而非属格独立结构),紧随其后的 λέγω δὲ τῷ λέγεσθαι... 作为同位语解释该与格 τούτῳ。主句为 οὐδὲν θαυμαστόν,统摄条件从句 εἰ ἀδυνάτῳ ἀδύνατόν ἐστι τὸ ἀκολουθοῦν。

  3. 1.2ἐγχωρεῖ δὲ δυνατοῦ ὄντος τοῦ ἑπομένου τὸ ἡγούμενον εἶναι ἀδύνατον

    无人称动词 ἐγχωρεῖ(是可能的/成立的)以带不定词的宾格短语 τὸ ἡγούμενον εἶναι ἀδύνατον 为其主语。其中插入的独立属格 δυνατοῦ ὄντος τοῦ ἑπομένου 表达条件:“在后件是可能的时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:27.31-29.3