← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§26.20-27.31

可能推论的后果与对克律西波的驳斥

特米斯提乌斯完成了可能前提绝不可能导出不可能结论的证明,介绍了克律西波关于不可能者能够跟随可能者(狄翁的指示词例证)的反驳,并从前件与后件外延广狭的逻辑原则(严格的后件外延必须大于前件)对之进行了驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#5

εἴπερ οὖν τὴν μετάληψιν τῶν προτάσεων δυνατὸν γενέσθαι καὶ οὐκ ἀδύνατον, δυνατῷ δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ, οὐδὲν ἄρα ἀκολουθήσει τῇ μεταλήψει αὐτῶν ἀδύνατον. δείκνυμεν δὲ αὐτὸ οὕτως· εἰ τοῦ Α ὄντος ἀνάγκη τὸ Β εἶναι, οὔσης δὲ ταύτης ἐξ ἀνάγκης τῆς ἀκολουθίας τοῦ ἕπεσθαι τῷ Α τὸ Β, ὑποκείσθω τὸ μὲν Α δυνατὸν εἶναι τὸ δὲ Β ἀδύνατον. τὸ δὴ Α, ἐπεὶ δυνατόν ἐστι, κἂν γένοιτο, ὅτε δυνατόν ἐστι γενέσθαι· τὸ δὲ ἀδύνατον, ὅτε ἀδύνατόν ἐστι γενέσθαι, οὐκ ἂν γένοιτο. εἰ δὴ ἅμα τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον,1 ὅτε τὸ Α ἐστί, τὸ Β, καθὸ μέν ἐστιν ἀδύνατον, οὐκ ἂν εἴη, καθὸ δὲ ἀνάγκη τοῦ Α ὄντος εἶναι αὐτό, εἴη ἄν. ἅμα τε οὖν ἂν εἴη καὶ οὐκ εἴη τὸ Β, ὅπερ ἀδύνατον. δυνατοῦ ἄρα ὄντος τοῦ ἡγουμένου δυνατὸν ἔσται καὶ τὸ ἑπόμενον ἐξ ἀνάγκης αὐτῷ· τοῦτο δὲ ἦν τὸ Β. Ἡμεῖς μὲν οὖν, ὅτι 〈μὴ〉 οἷόν τέ ἐστι δυνατῷ ἀδύνατον ἕπεσθαι, δείκνυμεν διὰ τὸ δεῖν μὲν ἐν τῷ ἀληθεῖ συνημμένῳ ἐξ ἀνάγκης ἕπεσθαι τὸ λῆγον τῷ ἡγουμένῳ·2 τὸ δὲ ἐξ ἀνάγκης τινὶ ἑπόμενον ἀεὶ αὐτῷ ἕπεται· καὶ τὸ ἀδύνατον δὴ ἀεὶ ἀκολουθήσει τῷ ἡγουμένῳ αὐτοῦ, ὥστε, εἰ δυνατόν ἐστι γενέσθαι, καὶ γενομένῳ αὐτῷ ἀκολουθήσει· ἀκολουθοῦν δὲ αὐτῷ τότε καὶ ἔσται· ἔσται ἄρα τὸ ἀδύνατον γενέσθαι· τοῦτο δὲ ἀδύνατον. Χρύσιππος δὲ λέγων μηδὲν κωλύειν καὶ δυνατῷ ἀδύνατον ἕπεσθαι πρὸς μὲν τὴν ὑφ’ ἡμῶν εἰρημένην δεῖξιν οὐδὲν λέγει, πειρᾶται δὲ διὰ παραδειγμάτων τινῶν οὐχ ὑγιῶς συγκειμένων δεικνύναι τοῦτο μὴ οὕτως ἔχον· δυνατὸν γάρ φησι τὸ τῷ δυνατῷ ἑπόμενον ἀδύνατον εἶναι. λέγει γὰρ οὕτω· εἰ τέθνηκε Δίων, ἀκολουθεῖ τὸ ‘τέθνηκεν οὗτος’· τὸ μὲν οὖν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τοῦτον τεθνάναι ἀδύνατον· ἕπεται δὲ πάντως τῷ Δίωνα τεθνάναι τὸ τεθνάναι τοῦτον· εἰ μὲν γὰρ ἀποθάνοι Δίων, πάντως καὶ οὗτος, ὁ δεικνύμενος δηλονότι, τέθνηκεν· αὐτὸ δὲ τὸ τοῦτον τεθνάναι ἀδύνατον· τὸ γὰρ τοῦτο δεικτικὸν ὑπάρχον ὄν τι πρᾶγμα σημαίνει· τὸ δὲ τεθνάναι μὴ ὄν· τὸ δὲ ὂν ἀδύνατον μὴ εἶναι· τὸ ἄρα τεθνάναι τοῦτον ἀδύνατον· τοῦτο δὲ ἀκολουθεῖ τῷ Δίωνα τεθνάναι δυνατῷ ὄντι· ἀδύνατον ἄρα δυνατῷ τινι ἀκολουθεῖ. πάλιν εἰ ἔσται νύξ, αὕτη ἡμέρα οὐκ ἔστι· τὸ δὲ ταύτην ἡμέραν μὴ εἶναι ἀδύνατον· ἕπεται ἄρα τῷ εἶναι νύκτα δυνατῷ ὄντι τὸ μὴ εἶναι ταύτην ἡμέραν ἀδύνατον ὄν. ταῦτα μὲν οὖν οὗτος. ἔστι δὲ πρὸς ταῦτα φάναι, ὅτι τὸ κυρίως ἑπόμενον ἐπὶ πλέον ἐστὶ τοῦ ἡγουμένου.3 εἰ δὲ ᾖ ἐπ’ ἔλαττον, οὐχ ὑγιῶς ἕψεται τῷ ἡγουμένῳ· οἷον τῷ ἄνθρωπον εἶναι ἕπεται ἐξ ἀνάγκης τὸ ζῷον εἶναι· κυρίως ἄρα ἑπόμενον τὸ ζῷον, διότι καὶ ἐπὶ πλέον· πάντως γὰρ ἕπεται τῷ ἄνθρωπον εἶναι καὶ τῷ ἵππον εἶναι ἢ κύνα ὁμοίως. οὐκέτι μέντοι, εἰ λάβοιμεν προηγούμενον τὸ ζῷον, ἑπόμενον δὲ τὸν ἄνθρωπον ἢ τὸν ἵππον ἢ τὸν κύνα, οὐκέτι ὑγιῶς οὐδὲ κυρίως ἔσται τὸ ἑπόμενον· οὐ γὰρ πάντως τῷ ζῴῳ ἕπεται ἄνθρωπος ἢ ἵππος ἢ τι τῶν τοιούτων, διότι μερικώτερόν ἐστι καὶ ἐπ’ ἔλαττον τὸ ἑπόμενον ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου. τὸ μὲν γὰρ τεθνάναι τὸν Δίωνα ἀληθές ἐστι καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος, τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγει οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων, καὶ ἀδύνατον τῷ δυνατῷ ἕπεται’.4 οὐχ οὕτω δὲ ὤφειλεν ἡ ἀκολούθησις γίνεσθαι· καὶ γὰρ τῷ ἵππον εἶναι ἢ Σωκράτην ἕπεται τὸ ζῷον εἶναι. εἰ τοίνυν τοῦτο οὕτως καὶ δεῖ πάντως τὸ ἑπόμενον ἐπὶ πλεῖον εἶναι τοῦ ἡγουμένου, οὐκ ἄρα καλῶς ἔλαβεν ὁ λαβὼν τῷ Δίωνα τεθνάναι ἡγουμένῳ ἑπόμενον τὸ τοῦτον τεθνάναι· ἐπὶ πλεῖον γὰρ τὸ ‘Δίων τέθνηκε’ τοῦ ‘οὗτος τέθνηκε’. τὸ μὲν γὰρ ‘Δίων τέθνηκεν’ ἐπὶ πλείονος χρόνου λαμβάνεται, ἐπί τε τοῦ κατὰ τὸ ζῆν καὶ ἐπὶ τοῦ κατὰ τὸ τεθνάναι· τὸ δὲ ‘οὗτος’ ἐπὶ μόνου τοῦ τῆς ζωῆς χρόνου· ἐπὶ πλέον ἄρα τοῦ ‘οὗτος’ τὸ ‘Δίων’. διὰ τοῦτο ἄρα δυνατῷ ἔδοξεν ἀδύνατον ἕπεσθαι, διὰ τὸ τὴν ἀκολούθησιν μὴ κυρίως ληφθῆναι, ὡς ἂν εἰ ἐλέγομεν ἐπὶ ἀνθρώπου ‘εἰ ζῷόν ἐστιν οὗτος, καὶ ἄνθρωπός ἐστιν’.

因此,如果前提的转换能够发生而不是不可能的,而且跟随可能者的决不是任何不可能者,那么任何不可能者都绝不会跟随它们的转换。我们如下证明这一点:如果在Α存在时Β必然存在,并且Β跟随Α的这一必然推论关系存在,就假设Α是可能的而Β是不可能的。于是Α既然是可能的,在它可能发生的时候也会发生;但不可能者,在它不可能发生的时候则不会发生。如果确实二者同时成立,一者是可能的而另一者是不可能的,那么当Α存在时,Β就其是不可能的而言将不存在,但就Α存在时它必然存在而言它又将存在。因此Β将同时既存在又不存在,这是不可能的。因此,当前件是可能的时,必然跟随它的后件也将是可能的;而这就是Β。 因此,我们通过在真正的假言命题中后件必须必然跟随前件、而必然跟随某物者始终跟随它这一事实,来证明不可能者不可能跟随可能者;因此不可能者也将始终跟随它的前件,以致如果前件可能发生,那么即使在前件发生时它也会跟随;而既然那时跟随它,它也就将存在;因此不可能发生的事物将存在;但这是不可能的。 然而克律西波说没有任何东西阻止不可能者也跟随可能者,他对我们所阐述的证明未作任何辩驳,却试图通过某些构建不当的例证来证明情况并非如此;因为他说跟随可能者的事物是不可能的,这是可能的。因为他如此陈述:“如果狄翁死了,‘这个人死了’就跟随而来;而狄翁死去是可能的;这个人死去则是不可能的;并且这个人死去完全跟随狄翁死去;因为如果狄翁死了,显然被指出的这个人也完全死了;但这个人死去本身是不可能的;因为‘这个人’作为指示词表示某种存在的事物;而死去是非存在;存在之物不可能不存在;因此这个人死去是不可能的;而这跟随作为可能者的狄翁死去;因此不可能者跟随某种可能者”。又如:“如果夜晚将临,这白天就不存在;但这白天不存在是不可能的;因此在夜晚存在这一可能者之后,跟随而来的是这白天不存在这一不可能者”。 他所说的就是这些。但针对这些可以指出:严格意义上的后件在外延上要大于前件。如果它在外延上较小,就不会合理地跟随前件;例如,作为动物必然跟随作为人;因此动物是严格意义上的后件,因为它在外延上也更大;因为无论对于作为人,还是对于作为马或犬,它都同样完全跟随。然而,如果我们把动物作为前件,而把人、马或犬作为后件,后件就不再合理,也不是严格意义上的后件;因为人或马或任何此类事物决不完全跟随动物,因为后件更具局部性且外延更小,或者说前件比后件外延更大。因为狄翁死了,无论在狄翁在场还是缺席时都是真的,而这个人死了则仅在他在场时才真。因此他说:“如果这个人死了,狄翁就死了,并且不可能者跟随可能者”。然而后承关系本不应如此构成;因为作为动物是跟随作为马或作为苏格拉底的。既然如此,且后件必须完全在外延上大于前件,那么把这个人死去当作狄翁死去这一前件的后件的人,就设定得不恰当;因为‘狄翁死了’比‘这个人死了’外延更大。因为‘狄翁死了’是在更长的时间跨度上被理解的,无论在活着的期间还是在死去的期间;而‘这个人’则仅在活着的期间被理解;因此‘狄翁’在外延上大于‘这个人’。因此,正是由于后承关系没有被严格理解,才使得不可能者似乎跟随了可能者,正如我们针对人而说“如果这个人是动物,他也是人”一样。

语法注4 条
  1. 1.2εἰ δὴ ἅμα τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον

    此处省略了系动词(如 εἴη),意为“如果确实二者同时成立,一者为可能而另一者为不可能”。此条件从句引入反事实思想实验,假定可能前件 Α 与不可能后件 Β 同时共存。

  2. 1.2τὸ λῆγον τῷ ἡγουμένῳ

    希腊化及罗马帝国时期逻辑学标准术语,分别指假言命题中的“后件”(τὸ λῆγον)与“前件”(τὸ ἡγούμενον)。与格 τῷ ἡγουμένῳ 用作动词 ἕπεσθαι 的补足语。

  3. 1.2ἐπὶ πλέον ἐστὶ τοῦ ἡγουμένου

    介词短语 ἐπὶ πλέον(外延更广,字面为“涉及更多”)作表语,支配比较属格 τοῦ ἡγουμένου(“比前件”)。与之相对的 ἐπ’ ἔλαττον 则表示“外延更狭(涉及更少)”。

  4. 1.2λέγει οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων, καὶ ἀδύνατον τῷ δυνατῷ ἕπεται’

    特米斯提乌斯对克律西波观点的概括性引述。尽管此处前件与后件的表述与此前“如果狄翁死了,这个人死了”相比看似颠倒,但结合紧接着的反驳(指出“这个人死了”外延较小而“狄翁死了”外延较大)可知,特米斯提乌斯是在重构或揭示该推论中关于外延宽狭的倒置错误。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:26.20-27.31