← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§25.4-26.20

不可能者不随从于可能者的证明

为了通过归谬法证明大前提为实然、小前提为可能的第一格推论,忒弥斯提乌斯预先提出并证明了“不可能的事物决不会跟随可能的事物”这一定理,从而指明将可能命题假设为实现并不是导致不可能结论的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#4

Ἐπεὶ δὲ μέλλομεν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ προσχρώμενοι δεικνύναι συλλογιστικὴν οὖσαν συζυγίαν τὴν ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ ἐνδεχομένης τῆς ἐλάττονος, ἐν δὲ τῇ δείξει τῇ εἰς ἀδύνατον ἐπὶ τῶν προκειμένων οὐ μόνον τὸ ἀντικείμενον τοῦ, οὗ βουλόμεθα δεῖξαι συναγόμενον, ὑποτιθέμεθά τε καὶ λαμβάνομεν, ἀλλὰ καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν μεταλαμβάνομεν, ὃ οὐκ ἔστιν ἀδύνατον (ὃ γὰρ ἐνδέχεται γενέσθαι, οὐκ ἀδύνατον ὑποθέσθαι εἶναι,1 ὡς ὁ ἀποδεδομένος αὐτοῦ ὁρισμὸς δηλοῖ) ψεῦδος μέντοι, ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ἐκ τοῦ 〈λαβεῖν τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ, καὶ ἐκ τοῦ〉 μεταλαβεῖν τὸ ἐνδεχόμενον εἰς ὑπάρχον, ὃ ψεῦδος μέν ἐστιν οὐ μὴν ἀδύνατον, μὴ ἡγῆταί τις συνάγεσθαι παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον, ὅ ἐστιν ἀντικείμενον, ᾧ βουλόμεθα δεῖξαι γινομένῳ συμπεράσματι, πρῶτον δείξομεν,2 ὅτι μὴ οἷόν τε δυνατῷ τι ἀδύνατον ἀκολουθεῖν, ἀλλ’ ἀνάγκη ἀδύνατον εἶναι, ᾧ τὸ ἀδύνατον ἀκολουθεῖ, ἐπὶ πάσης ἀναγκαίας ἀκολουθίας. ἔστι δὲ ἀναγκαία ἀκολουθία οὐχ ἡ πρόσκαιρος ἀλλὰ ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι διὰ τὸ 〈τὸ〉 εἰλημμένον [ὡς ἑπόμενον] ὡς ἡγούμενον εἶναι. οὐ γὰρ ἀληθὲς συνημμένον τὸ ‘εἰ Ἀλέξανδρος ἔστιν, Ἀλέξανδρος διαλέγεται’ ἢ ‘εἰ Ἀλέξανδρος ἔστι, τοσῶνδε ἐτῶν ἐστι’, καὶ εἰ ἦ, ὅτε λέγεται ἡ πρότασις, τοσούτων ἐτῶν. τούτου γὰρ δειχθέντος τὸ γινόμενον συμπέρασμα ἐκ τῶν κειμένων ἐπὶ τῇ ἐκτεθείσῃ συζυγίᾳ, 〈εἰ〉 ἀδύνατον εἴη, οὐ παρὰ τὸ τὴν ἐνδεχομένην εἰς ὑπάρχουσαν μετειλῆφθαι γίνεται (τοῦτο γὰρ ψεῦδος μέν, οὐ μὴν ἀδύνατον) ἀλλὰ παρὰ τὸ τὸ ἀντικείμενον ληφθῆναι τοῦ συναγομένου ὂν ἀδύνατον. ἅμα δὲ διὰ τοῦ νῦν δεικνυμένου καὶ τὴν δεῖξιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι ἐστὶν ὑγιής, κατασκευάζειν δόξομεν. μὴ γὰρ ὄντος ὁμολογουμένου τοῦ τὸ ἀδύνατον ἀδυνάτῳ ἕπεσθαι οὐδ’ ἂν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἰσχὺν ἔχειν φαίνοιτο τῷ μὴ πάντως ἀναιρεθήσεσθαι τὴν ὑπόθεσιν ἀδυνάτου τινὸς συναχθέντος ὡς ἀδύνατον καὶ αὐτήν. Ὅτι δὲ δυνατὸν δυνατῷ ἀεὶ ἀκολουθεῖ καὶ οὐχ οἷόν τε ἀδύνατον ἕπεσθαι δυνατῷ, δείκνυμεν οὕτως. ἔστω γὰρ οὕτως ἐχόντων, ὡς προειρήκαμεν, τὸ μὲν ἐφ’ ᾧ τὸ Α δυνατόν, τὸ δὲ ἐφ’ ᾧ τὸ Β ἀδύνατον· εἰ οὖν τοῦ Α ὄντος ὑπόκειται ἐξ ἀνάγκης ἕπεσθαι αὐτῷ τὸ Β, ἐπειδὴ τὸ μὲν Α ἐστὶ προηγούμενον τὸ δὲ Β ἑπόμενον, ἀνάγκη, εἰ τὸ Α δυνατὸν εἴη, καὶ τὸ Β δυνατὸν εἶναι. εἰ γὰρ τοῦτο ψεῦδος καὶ ἐγχωρεῖ τοῦ Α δυνατοῦ ὄντος τὸ Β ἀδύνατον εἶναι, ὑποκείσθω οὕτως. ἐπειδὴ τοίνυν τὸ Α δυνατόν ἐστι, τὸ δὲ δυνατὸν οἷον τέ ἐστι γενέσθαι, ἐκβαινέτω εἰς ἐνέργειαν τὸ Α·3 ἐκβὰν δὲ ἔστι δηλονότι. εἰ τοίνυν τὸ μὲν Α ἔστι, τὸ δὲ Β ἀκολουθεῖν τῷ Α ἐξ ἀνάγκης ὑπόκειται, ἔσται ἄρα καὶ τὸ Β. ἀλλ’ ἐπειδὴ ἀκολουθεῖν μὲν τῷ Α φασὶν οἱ ἀντιλέγοντες τὸ Β, ἀδύνατον δὲ εἶναι, τὸ δὲ ἀδύνατον εἶναι οὐκ ἔστι, τὸ Β ἄρα οὐκ ἔστιν. ἀλλὰ μὴν ὑπέκειτο καὶ εἶναι· ἐξ ἀνάγκης γὰρ ἠκολούθει τῷ Α· τὸ αὐτὸ ἄρα ἔστι καὶ οὐκ ἔστιν, ὅπερ ἀδύνατον. δέδεικται ἄρα διὰ τούτων, ὅτι πᾶσα ἀνάγκη τὸ τῷ δυνατῷ ἑπόμενον δυνατὸν εἶναι. [περὶ αὐτοῦ ἄλλο.] ἐπεὶ δὲ μέλλομεν παραδιδόναι τὰς ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης συζυγίας, θεώρημά τι προλάβωμεν συμβαλλόμενον ἡμῖν εἰς τὴν τούτων δεῖξιν. ἐπειδὴ γὰρ πᾶσαι διὰ τοῦ ἀδυνάτου δείκνυνται καὶ τῆς μεταλήψεως τῶν προτάσεων εἰς ἀλλήλας, τῆς τε ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν καὶ ἀνάπαλιν τῆς ὑπαρχούσης εἰς τὴν ἐνδεχομένην, τοῦτο δέ, εἰ καὶ ψεῦδός ἐστιν, οὐ μὴν ἀδύνατον ἀλλὰ δυνατόν (τό τε γὰρ ἐνδεχόμενον δυνατὸν ἐκβῆναι καὶ γενέσθαι ὑπάρχον, καὶ τὸ ὑπάρχον διακοπέν, ἐπειδὴ καὶ τοιαύτην ἔχει τὴν φύσιν, δύναται πάλιν γενέσθαι ἐνδεχόμενον), ἐπειδὴ τοίνυν μεταλαμβάνοντες τὰς προτάσεις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυμεν ταύτας τὰς συζυγίας, ἵνα μή τις εἴπῃ διὰ τὴν μετάληψιν τῶν προτάσεων ἠκολουθηκέναι τὸ ἀδύνατον, διὰ τοῦτο πρότερον προτιθέμεθα δεῖξαι, ὅτι οὐδέποτε δυνατὸν δυνατῇ τινι ὑποθέσει τι ἀδύνατον ἀκολουθεῖν, ἀλλὰ πάντως τὸ δυνατὸν δυνατῷ ἔσται ἑπόμενον.

由于我们将运用归谬法来证明由实然的大前提和可能的小前提构成的对合具有推论性,而在针对当前所论情况的归谬证明中,我们不仅假设并设定我们意图证明为所推导出者的相反命题,而且还将可能前提转换为实然前提,这并不是不可能的(因为凡是可能发生的事情,假设其存在并不是不可能的,正如给它所作出的定义所表明的那样),然而这固然是虚假的;因此,为了不让任何人认为,从在所陈列的对合中设定我们意图证明者的相反命题、以及从把可能者转换为实然者(这固然是虚假的,但决不是不可能的)之中所推导出的不可能结论,是由于可能者向实然者的转换而推导出的,而是让人认为是由于所假设的不可能者——即与我们意图证明为所产生结论的命题相反者——而推导出的;我们首先将证明,在任何必然的后承关系中,不可能的事物绝不可能跟随可能的事物,相反,不可能事物所跟随的前提必然自身是不可能的。而必然的后承关系不是临时的,而是在其中,被假定为跟随者之所以始终存在,是因为被假定为主导者存在。因为假言命题“如果亚历山大存在,亚历山大在交谈”或“如果亚历山大存在,他有这么多岁”并不是真的,即使在陈述该命题时他确实是这么多岁。因为只要证明了这一点,在所给出的对合中由所设前提产生的结论,如果是不可能的,就不是由于可能前提被转换为实然前提而产生的(因为这固然是虚假的,但决不是不可能的),而是由于设定了所推导结论的相反命题,而它是不可能的。同时,通过现在所证明的这一点,我们也将被视为确立了通过归谬法的证明是合理的。因为如果不承认不可能者跟随不可能者,那么归谬法似乎也不会具有效力,因为在推导出某种不可能之物时,假设并不必然作为自身也是不可能的而被否定。 可能者始终跟随可能者,而不可能者不可能跟随可能者,我们如下证明。因为在如我们先前所说的条件下,设由Α所代表的是可能的,由Β所代表的是不可能的。那么,如果设定在Α存在时Β必然跟随它,既然Α是前件而Β是后件,如果Α是可能的,Β也必然是可能的。因为如果这是虚假的,并且容许在Α是可能的情况下Β是不可能的,就如此假设。那么,既然Α是可能的,而可能者能够发生,就让Α进入现实;而一旦实现,它显然就存在。如果Α存在,而Β被假定为必然跟随Α,那么Β也将存在。但是,既然反对者们一方面说Β跟随Α,另一方面又说它是不可实现的,而不可能存在的东西并不存在,因此Β不存在。然而它先前也被假定为存在;因为它是必然跟随Α的;因此同一事物既存在又不存在,这是不可能的。因此通过这些已经证明,跟随可能者的事物必然也是可能的。 [关于同一问题的另一段论述]由于我们将要传授由实然大前提和可能小前提构成的诸对合,让我们预先提出一个有助于我们证明这些对合的定理。因为既然它们全部是通过不可能证明、以及通过诸前提相互之间的转换——即可能前提转换为实然前提、以及反过来实然前提转换为可能前提——而被证明的,而这种转换即使是虚假的,也决不是不可能的而是可能的(因为可能者能够实现并成为实然的,而实然者一旦中断,既然它也具有这种本性,就能够再次成为可能的);那么既然我们转换前提并通过归谬法证明这些对合,为了不让任何人说不可能是由于前提的转换而跟随而来的,为此我们首先提出要证明:任何不可能的事物绝不可能跟随任何可能的假设,相反,可能者必定是后随于可能者的。

语法注3 条
  1. 1.2ἐν ᾗ ἀεὶ τὸ εἰλημμένον ἕπεσθαι ἔστι διὰ τὸ 〈τὸ〉 εἰλημμένον [ὡς ἑπόμενον] ὡς ἡγούμενον εἶναι

    界定必然随从关系的关系从句。τὸ εἰλημμένον ἕπεσθαι(被设定为后件者)是主语,而介词短语 διὰ τὸ ... εἶναι 则表示原因。该句指出,后件之所以存在,是由于“被设定为前件者存在”。

  2. 1.2ἵνα οὖν τὸ συναγόμενον ἀδύνατον ... μὴ ἡγῆταί τις συνάγεσθαι παρὰ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ἀλλὰ παρὰ τὸ ὑποτιθέμενον ἀδύνατον ... πρῶτον δείξομεν

    整个句子的核心骨架是在长因果从句(Ἐπεὶ δὲ μέλλομεν ...)和目的从句(ἵνα οὖν ... μὴ ἡγῆταί τις συνάγεσθαι ...)之后出现主句 πρῶτον δείξομεν ὅτι ...。介词 παρά 加宾格在此处表示原因(“由于……”),构成“不是由于可能前提向实然前提的转换,而是由于被假设的不可能者”这一对比。

  3. 1.2ἐκβαινέτω εἰς ἐνέργειαν τὸ Α

    第三人称单数现在时命令式 ἐκβαινέτω 表示演绎论证中的假设设定(“设Α进入现实/实现”)。这是为了应用可能性的定义(即使实现也不会产生不可能之事)而采取的推论步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:25.4-26.20