- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:23.29-25.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段论述第一格中可能命题与实然命题的混合,阐明大前提为可能命题时的完全推论及其导出的符合定义的可能结论,以及大前提为实然命题时的不完全推论及其仅取消必然样态的结论特性。
Μῖξις ὑπάρχοντος καὶ ἐνδεχομένου. Ἦν μὲν οὖν ἀκόλουθον1 περὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος πρῶτον εἰπεῖν, εἶθ’ οὕτως περὶ τῶν μίξεων. ἀλλ’ ἐπειδὴ δι’ ἀντιστροφῶν τῶν κατὰ τοὺς ὅρους οἱ ἐν ἐκείνοις συλλογισμοὶ δείκνυνται, οὐδέπω δὲ εἰρήκαμεν περὶ τῆς κατὰ τὰς ἐνδεχομένας προτάσεις τοιαύτης ἀντιστροφῆς, πρῶτον λεκτέον περὶ τῶν μίξεων τῶν ἐν τῷ πρώτῳ σχήματι ἐξ ἐνδεχομένης τε καὶ ὑπαρχούσης καὶ ἐνδεχομένης καὶ ἀναγκαίας. ἐπειδὴ οὐδὲν δεῖται τὰ ἐν τούτῳ τῷ σχήματι δεικνύμενα ἀντιστροφῆς. ἔτι δὲ καὶ δειχθήσεται, ὅτι ἐν δευτέρῳ σχήματι ἐκ δύο ἐνδεχομένων οὐδὲν συνάγεται, ὅτι μηδὲ ἐκ δύο καταφατικῶν, ἐκ δὲ μίξεως ἐνδεχομένης τε καὶ ὑπαρχούσης συνάγεται. ὅταν γὰρ ἡ μείζων ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων ὑπάρχουσα, τὸ τηνικαῦτα ἔσονται συλλογιστικαὶ συζυγίαι, ὅταν καὶ ἡ μείζων τὸ ἴδιον ποσὸν φυλάττῃ (λέγω δὴ τὸ καθόλου) καὶ ἡ ἐλάττων τὸ ποιόν· λέγω δὴ τὸ καταφατικόν. καὶ πάντες οἱ τοιοῦτοι συλλογισμοὶ τέλειοί εἰσιν· οὐ δέονται γὰρ οὔτε ἀντιστροφῆς οὔτε τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. καὶ συνάγουσι συμπέρασμα ἐνδεχόμενον2 τὸ κατὰ τὸν ὁρισμόν, ὅ ἐστιν ‘οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται’. τέλειοι οὖν οἱ τοιοῦτοι συλλογισμοί, τουτέστιν αὐτόθεν δεικνύντες τὸ προκείμενον· διὰ γὰρ τοῦ κατὰ παντὸς ἡ δεῖξις καὶ τοῦ κατὰ μηδενός· οἱ δὲ διὰ τούτων ἔχοντες γνώριμον τὸ συμπέρασμα τέλειοι. ὅταν δὲ ἡ μὲν μείζων ὑπάρχουσα ἡ δὲ ἐλάττων ἐνδεχομένη, τότε ἔσονται συλλογιστικαὶ συζυγίαι, ὅταν μόνη ἡ μείζων καθόλου ᾖ. οὐκέτι μέντοι ἀνάγκη καὶ τὸ ποιὸν τῆς ἐλάττονος ὡρισμένον εἶναι· κἂν γὰρ ἀποφατικὴ ᾖ ἡ ἐλάττων, γενήσεται συλλογιστικὴ ἡ συζυγία μεταληφθείσης πάλιν τῆς τοῦ ἐνδεχομένου ἀποφάσεως εἰς κατάφασιν. αἱ μὲν οὖν συλλογιστικαὶ συζυγίαι ἐν αὐτοῖς αὗται. συνάγουσι δὲ συμπεράσματα αἱ μὲν τὴν μείζονα ἔχουσαι ἐνδεχομένην ἐνδεχόμενα· αἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἔχουσαι 〈οὐ〉 συνάγουσι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν, αἵτινες εἰσὶν ἀποφατικαὶ μέν,3 οὐ τὸ πρᾶγμα δὲ ἀναιροῦσιν ἀλλὰ μόνον τὸν ἀναγκαῖον τρόπον· ἀναιρουμένου δὲ τοῦ ἀναγκαίου τρόπου ἐνδεχόμενα ἔσονται ἐξ ἀνάγκης τὰ συμπεράσματα, ἀλλ’ οὐχὶ τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου. τὸ οὐδέπω γὰρ ὑπάρχον ἐκεῖνο σημαίνει· ταῦτα δὲ τὸ ὑπάρχον μέν, μὴ ἐξ ἀνάγκης δὲ ὑπάρχον· τὸν γὰρ ἀναγκαῖον τρόπον, οὐ τὸ ὑπάρχειν ἀναιροῦσιν. εἰ γὰρ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καὶ μηδενὶ καὶ μὴ παντὶ ὑπάρχειν· εἰκότως· εἰ γὰρ μηδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης τὸ βαδίζειν, ἐνδεχομένως που πάντως ὑπάρχει. ἐνδεχέσθω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ δὲ Β παντὶ τῷ Γ κείσθω ὑπάρχειν. εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδεχομένως ὑπάρχει, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπάρχειν· τὸ Α ἄρα τῷ Γ ἐνδεχομένως ὑπάρξει μέρει ὄντι τοῦ Β. ὅροι δὲ διαλέγεσθαι, περιπατεῖν, ἄνθρωπος· διαλέγεσθαι περιπατοῦντι παντὶ ἐνδεχομένως, περιπατεῖν παντὶ ἀνθρώπῳ ὑπαρχόντως (ὑποκείσθωσαν γὰρ πάντες περιπατοῦντες), καὶ συνάγεται συμπέρασμα τὸ διαλέγεσθαι παντὶ ἀνθρώπῳ ἐνδεχομένως. τὰ αὐτὰ καὶ τῆς μείζονος στερητικῆς λαμβανομένης τῆς δὲ ἐλάττονος καταφατικῆς· εἰ γὰρ τὸ Α ἐνδεχομένως οὐδενὶ τῷ Β, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως οὐχ ὑπάρχει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ παντὶ τῷ Γ τὸ Β ὑπαρχόντως· οὐδενὶ ἄρα τῷ Γ τὸ Α ἐνδεχομένως ὑπάρχει. οἱ αὐτοὶ δὲ ὅροι κἀνταῦθα ἁρμόσουσιν. ὅτι μὲν οὖν πᾶσαι αἱ συμπλοκαὶ αἱ τὴν μὲν μείζονα ἔχουσαι ἐνδεχομένην τὴν δὲ ἐλάττονα ὑπάρχουσαν συλλογιστικαὶ οὖσαι τέλειοί εἰσι, φανερόν· οὐκ ἐδεήθησαν γὰρ οὔτε τῆς δι’ ἀντιστροφῆς οὔτε τῆς δι’ ἀδυνάτου δείξεως. αἱ δὲ ἀντικειμένως ἔχουσαι ταύταις, λέγω δὴ αἱ τὴν μείζονα ὑπάρχουσαν τὴν δὲ ἐλάττονα ἐνδεχομένην, οὐ τῇ κατ’ εὐθεῖαν δείξει δεικνύμεναι ἀλλ’ ἢ τῇ δι’ ἀντιστροφῆς ἢ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀτελεῖς εἰσι πᾶσαι.
实然命题与可能命题的混合。 固然,原本合理的顺序是首先论述第二格和第三格,然后如此论述诸混合。但是,由于在那些格中的推论是通过各项的换位而被证明的,而我们尚未论述可能命题的此类换位,所以必须首先论述第一格中由可能命题与实然命题、以及由可能命题与必然命题构成的混合;因为在此格中被证明的推论全然不需要换位。此外还将表明,在第二格中由两个可能命题不能得出任何结论,因为由两个肯定命题也不能[得出结论],但由可能命题与实然命题的混合则能得出结论。因为当大前提是可能命题而小前提是实然命题时,只要大前提保持其特有的量(我指的是全称),而小前提保持其质(我指的是肯定),此时就会产生具有推论性的对合。并且所有此类推论都是完全的;因为它们既不需要换位,也不需要归谬法。它们得出的可能结论是符合定义的,即“在非必然的情况下,被设定为属于时,并不随之产生任何不可能之事物”。因此,此类推论是完全的,即直接凭自身表明所设定的命题;因为其证明是通过“属于所有”和“不属于任何”而进行的;而凡是通过这些使其结论明晰的推论都是完全的。但是,当大前提是实然命题而小前提是可能命题时,只要唯有大前提是全称的,此时就会产生具有推论性的对合。然而,小前提的质已不再必然被确定;因为即使小前提是否定命题,在可能命题的否定再次被转换为肯定命题之后,该对合也将成为具有推论性的。因此,在它们之中具有推论性的对合就是这些。而那些以可能命题为大前提的推论得出可能结论;那些以实然命题为大前提的推论得出的不是符合定义的可能结论,而是并非必然属于任何或并非必然属于所有,这些命题固然是否定命题,但取消的不是事实,而仅仅是必然样态;而在必然样态被取消时,结论必然会是可能命题,但不是符合定义的可能命题。因为前者指的是尚未实然属于的事物;而后者指的是实然属于但并非必然属于的事物;因为它们取消的是必然样态,而不是实然属于。因为如果并非必然属于任何或并非必然属于所有,我们说可能不属于任何也可能不属于所有;这是合乎情理的;因为如果步行并非必然属于任何人,那么它必定在某种程度上是可能属于的。因为假定Α可能属于所有Β,且设Β属于所有Γ。因为如果Α可能属于所有Β,那么它也可能属于它的所有部分;而Γ是Β的一个部分;因为假定Β属于所有Γ;因此Α将可能属于作为Β之部分的Γ。各项是:交谈、步行、人。交谈可能属于所有步行者,步行实然属于所有人(因为设所有人都在步行),由此得出结论:交谈可能属于所有人。在大前提取为否定命题而小前提取为肯定命题时,情况也是如此;因为如果Α可能不属于任何Β,那么它也可能不属于它的所有部分;而Γ是Β的一个部分;因为假定Β实然属于所有Γ;因此Α可能不属于任何Γ。同样的各项在此处也将适用。因此显而易见,所有以可能命题为大前提而以实然命题为小前提的结合形式,作为具有推论性的推论,都是完全的;因为它们既不需要通过换位的证明,也不需要通过不可能的证明。而与这些处于相反情况的结合形式,我指的是以实然命题为大前提而以可能命题为小前提的结合形式,并非通过直接证明而被证明,而是要么通过换位、要么通过归谬法[被证明],它们全都是不完全的。
- 1.2Ἦν μὲν οὖν ἀκόλουθον
未完成过去时 ἦν 与表属性的形容词 ἀκόλουθον 连用,带有“本应符合逻辑/合理的顺序是……”的潜在假设语气,与后文由 ἀλλ’ ἐπειδὴ ... πρῶτον λεκτέον(“但由于……必须首先论述”)所引出的实际调整形成对比。
- 1.2〈οὐ〉 συνάγουσι τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον
校勘中补入的否定词 〈οὐ〉 在句法上必不可少,用以使前文的 αἱ μὲν ... 与后文的 αἱ δὲ ... 〈οὐ〉 συνάγουσι ... ἀλλά(“而那些……并不推导出……,而是推导出……”)构成严格的对立对比结构。
- 1.2αἵτινες εἰσὶν ἀποφατικαὶ μέν
关系代词 αἵτινες(阴性复数主格)在意义上承接前文所描述的结论命题(即 τὸ μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν),指出这些命题就形式而言是否定的,但并不取消事实,而仅取消必然样态。
