← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§22.10-23.28

第一格可能推论的总结与命题转换之疑难

德米斯提厄斯从必然结论的相互排斥进一步阐明第一格中大前提为特称的可能命题对合不成推论的原因,总结了全称前提与小前提为特称时的完全与不完全推论的数量,并解答了为何将否定转换为肯定而非相反,以及为何不能将特称转换为全称这两个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

εἰ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ μηδενὶ ὡσαύτως συνάγεται ἐκ τῆς τῶν ὅρων παραθέσεως, οὐ μόνον οὐκ ἐνδεχόμενόν τι συνάγεται, ἀλλ’ οὐδὲ ἄλλο τι οἷον ὑπάρχον ἢ ἀναγκαῖον· τὸ μὲν γὰρ παντὶ ἐξ ἀνάγκης ἀναιρετικόν ἐστι τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ὑπαρχόντως, τὸ δὲ μηδενὶ ἐξ ἀνάγκης τοῦ τε παντὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ὑπαρχόντως· τούτοις γὰρ προσχρώμενοι ἀσυλλογίστους ἐδείκνυμέν τινας συμπλοκὰς1 ἔν τε ταῖς ἀναγκαίαις καὶ ταῖς ὑπαρχούσαις προτάσεσιν. ἔτι ἔδει μέν, ὅταν ἀναγκαῖον ἢ ὑπάρχον ᾖ συμπέρασμα, ἢ τὴν ἑτέραν τῶν προτάσεων ἢ ἀμφοτέρας τοιαύτας εἶναι· ἐπὶ δὲ τοῦ προκειμένου ἀμφότεραι εἰσιν ἐνδεχόμεναι. καὶ διὰ τοῦτο ἂν δεικνύοιτο μήτε ἀναγκαῖον μήτε ὑπάρχον γινόμενον τὸ συμπέρασμα. ἀλλ’ οὐδὲ ἐνδεχόμενον οἷόν τε συναχθῆναι ἐν τῇ τοιαύτῃ συμπλοκῇ, εἴ γε καὶ τὸ παντὶ ἐξ ἀνάγκης καὶ τὸ μηδενὶ ἐξ ἀνάγκης συνάγεται, τοῦτο δὲ ἀναιρετικόν ἐστι τοῦ ἐνδεχομένου· τὸ γὰρ ἐνδεχόμενον ὡρισάμεθα ‘οὗ μὴ ὄντος ἀναγκαίου’. ὃ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ἐξ ἀνάγκης, τοῦτο οὔτε παντὶ ἐνδέχεται οὔτε οὐδενὶ οὔτε τινὶ οὔτε μὴ παντί. Φανερὸν δέ, ὅτι ἐν πρώτῳ σχήματι, ἂν ὦσιν ἄμφω αἱ προτάσεις καθόλου, συλλογισμὸς γίνεται, ὁποῖαι ἂν ὦσι κατὰ τὸ ποιόν, πλὴν εἰ μὲν εἶεν ἀμφότεραι καταφατικαί, τέλειος, ὁμοίως δέ, κἂν ἡ μείζων ἀποφατικὴ μόνη, ἀτελεῖς δέ εἰσιν αἱ διὰ τῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς, καὶ ὅτι δεῖ τοῦτο τὸ ἐνδεχόμενον λαμβάνειν ἐν ταῖς προτάσεσι τὸ μὴ ἀναγκαῖον· τὸ γὰρ κατὰ τοῦ ἀναγκαίου κατηγορούμενον οὐκ ἀντιστρέφει. ἔστι δὲ πολλάκις τὸ τοιοῦτον διαλανθάνον· τὸ γὰρ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχον λέγομεν ἐνδέχεσθαι μηδενί· ἐφ’ οὗ οὐκ ἔστι λέγειν, ὅτι καὶ παντὶ ἐνδέχεται. ἀλλὰ καὶ αὐτὸς ἐγὼ ἐν τῇ τῶν ὅρων ἐκθέσει τὸ ζῷον ἔλαβον ἐνδέχεσθαι τινὶ λευκῷ, καίτοι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει. καὶ τούτου χάριν ἔστιν, ὅτε προστίθημι τὸ ‘ληπτέον δὲ τοὺς ὅρους βέλτιον’. ἔδειξα δὲ γινομένους ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένων ἀμφοτέρων οὐσῶν καθόλου συλλογισμῶν τελείους μὲν δύο, ἀτελεῖς δὲ τοσούτους συμβαίνει εἶναι· ὁμοίως πάλιν τεσσάρων ὄντων τῆς ἑτέρας προτάσεως τῆς ἐλάττονος ἐπὶ μέρους οὔσης εἰσὶ τέλειοι μὲν καὶ ἐκ τούτων δύο, ἀτελεῖς δὲ ἴσοι. Ἀπορήσοι δ’ ἄν τις, τί δή ποτε μή, ὥσπερ τὰς ἀποφατικὰς μεταλαμβάνομεν εἰς τὰς καταφατικὰς καὶ οὕτω ποιοῦμεν συλλογιστικὰς συζυγίας, οὕτως τὰς καταφατικὰς μεταλαμβάνομεν εἰς τὰς ἀποφατικὰς καὶ δεικνύομεν οὕτω τὰς συλλογιστικὰς ἀσυλλογίστους. εἰ γὰρ αἱ τοῦ ἐνδεχομένου προτάσεις εἰς ἑαυτὰς ἰσοτίμως ἀντιστρέφουσι, τίς ἡ ἀποκλήρωσις τοῦ τὰς μὲν ἀποφατικὰς μεταλαμβάνειν εἰς καταφατικάς, μηκέτι δὲ καὶ τὰς καταφατικὰς εἰς ἀποφατικάς; ἐπιλυσόμεθα οὖν τὴν ἀπορίαν. τῶν ἀποφάσεων αἱ μὲν τὸν τρόπον ἀναιροῦσιν, αἱ δὲ τὸ πρᾶγμα· ἡ μὲν λέγουσα ‘οὐκ ἀνάγκη περιπατεῖν’ τὸ μὲν πρᾶγμα οὐκ ἀνεῖλε, λέγω δὲ τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἀνεῖλε τὸν ἀναγκαῖον· ἡ δὲ λέγουσα ‘ἀνάγκη μὴ περιπατεῖν’ τὸν μὲν τρόπον οὐκ ἀνεῖλε, τὸ δὲ πρᾶγμα ἀνεῖλεν, ἥτις τῷ μὲν σχήματί ἐστι κατάφασις τῇ δὲ δυνάμει ἀπόφασις·2 τὸ μὲν γὰρ πρᾶγμα ἀνεῖλε, τὸ περιπατεῖν, τὸν δὲ τρόπον ἐφύλαξε. καὶ ἐπὶ πάντων τῶν ἄλλων ὁμοίως. αἱ δὲ τοῦ ἐνδεχομένου ἀποφάσεις αἱ ἐνταῦθα παραλαμβανόμεναι, αἵτινες τῷ σχήματί εἰσι καταφατικαί, οὔτε τὸ πρᾶγμα οὔτε τὸν τρόπον ἀναιροῦσιν· ἡ γὰρ λέγουσα ‘ἐνδέχεται μηδένα ἄνθρωπον περιπατεῖν’ οὔτε τὸν τρόπον ἀναιρεῖ (ἀκέραιος γάρ ἐστιν) οὔτε τὸ πρᾶγμα. εἰ τοίνυν μηδὲ τὸν τρόπον ἀναιροῦσι μηδὲ τὸ πρᾶγμα, δηλονότι ταῖς καταφάσεσιν ἰσοδυναμοῦσι. διὰ τοῦτο οὖν τὰς τοιαύτας ἀποφατικὰς εἰς τὰς καταφατικὰς μεταλαμβάνω, ὥσπερ ἀπὸ ἀσαφεστέρων καταφάσεων εἰς σαφεστέρας ποιούμενος τὴν μετάληψιν. ἴσως δ’ ἄν τις ἡμᾶς κἀκεῖνο ἀπορήσειε, διὰ τί μὴ καὶ τὰς μερικὰς εἰς τὰς καθόλου μεταλαμβάνομεν καὶ ποιοῦμεν καὶ τὰς ἐν μερικαῖς ἀσυλλογίστους συλλογιστικάς, εἴπερ πᾶσαι πρὸς ἑαυτὰς αἱ τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφουσι. τούτου δὲ τὴν λύσιν ἔφθημεν εἰπόντες,3 ὅτι τὰς μὲν καθόλου δυνατὸν εἰς τὰς μερικὰς μεταλαβεῖν, διότι τῷ καθόλου 〈τὸ〉 μερικὸν ἀκολουθεῖ (ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο καὶ τινὶ ἐνδέχεται, καὶ ὃ μηδενί, τοῦτο καὶ μὴ παντί), οὐκέτι δὲ πάντως καὶ ἀνάπαλιν· οὐ γάρ, ὃ τινὶ ἐνδέχεται, τοῦτο ἀνάγκη καὶ παντὶ ἐνδέχεσθαι· δυνατὸν γὰρ τινὶ μὲν ἐνδέχεσθαι παντὶ δὲ μηκέτι· οἷον τινὶ μὲν ζῴῳ ἐνδεχομένως τὸ λευκὸν ὑπάρχει, παντὶ δὲ οὐκέτι ἐνδεχομένως· τῷ γὰρ κύκνῳ ἐξ ἀνάγκης. διὰ τοῦτο οὖν οὐ μεταλαμβάνομεν τὰς μερικὰς εἰς τὰς καθόλου.

因为,如果从项的并置中推导出“必然属于所有”和同样[必然]“不属于任何”,那么不仅不会推导出任何可能结论,而且也不会推导出任何其他结论,如实然结论或必然结论。因为“必然属于所有”取消了“必然不属于任何”和“实然不属于任何”,而“必然不属于任何”则取消了“必然属于所有”和“实然属于所有”;正是借助于这些,我们此前表明了在必然命题和实然命题中某些结合形式是不成推论的。此外,当结论是必然命题或实然命题时,前提之一或两者本应当是这类的;但在当前讨论的情形中,两者都是可能命题。借此也可以表明结论既不会是必然的,也不会是实然的。但在这样的结合形式中,也不可能推导出可能结论,如果确实“必然属于所有”和“必然不属于任何”两者都被推导出来,而这正取消了可能命题;因为我们曾将可能定义为“非必然的”。因为凡必然属于所有且必然不属于任何的,这既不可能属于所有,也不可能不属于任何,亦不可能属于某个,或并非属于所有。 显而易见,在第一格中,如果两个前提都是全称的,无论它们在质上为何,都会产生推论,只是如果两者皆为肯定命题,则是完全推论,同样如果仅大前提为否定命题也是如此,而通过可能的换位而成的推论则是不完全的;并且在前提中必须取这种可能,即非必然的可能;因为对必然事物进行述说的那种可能并不换位。而这种事情往往被人忽视;因为凡必然不属于任何的,我们说它可能不属于任何;对于这种情况,不能说它也可能属于所有。然而甚至我自己,在项的列举中也曾设定“动物”可能属于某个“白色的”,尽管它必然属于它[白色的]某个。正因如此,有时我会加上“应当更好地选取各项”。我已经表明,在第一格中由两个全称可能命题产生的推论中,有两个是完全的,而不完全的推论也恰好有这么多;同样地,在另一前提即小前提为特称的四种情形中,由这些产生的推论中也有两个是完全的,不完全的同样有这么多。 然而,有人可能会提出疑问:究竟为何我们不是像把否定命题转换为肯定命题从而形成具有推论性的对合那样,也把肯定命题转换为否定命题从而表明具有推论性的对合是不成推论的呢?因为如果可能命题的前提对等地相互换位,那么把否定命题转换为肯定命题,却不再把肯定命题转换为否定命题,这究竟是出于何种武断的选择呢?因此,我们将解答这一疑问。在否定中,有的取消了样态,有的取消了事实。说“并非必然步行”的命题并没有取消事实——我指的是步行——而是取消了必然这一样态;而说“必然不步行”的命题并没有取消样态,而是取消了事实,它在形式上是肯定命题,在效力上则是否定命题;因为它取消了事实,即步行,但保留了样态。在所有其他情形中亦是如此。而在此处所采纳的可能命题的否定,其在形式上是肯定命题,既不取消事实也不取消样态;因为说“可能没有任何人步行”的命题既不取消样态(因为样态是完好的),也不取消事实。因此,如果它们既不取消样态也不取消事实,显而易见它们与肯定命题是等价的。正因如此,我将此类否定命题转换为肯定命题,就如同从不太明晰的肯定命题转换为更加明晰的肯定命题一样。 或许还会有人向我们提出那个疑问:为什么我们不也把特称命题转换为全称命题,从而使特称命题中不成推论的对合变得具有推论性呢,既然可能命题的所有前提都彼此换位?对此我们早已说过了解决方案,即全称命题可以转换为特称命题,因为特称随从全称(凡可能属于所有的,这也可能属于某个;凡〔可能〕不属于任何的,这也〔可能〕并非属于所有),但反过来则绝非必然如此;因为凡可能属于某个的,并不必然也可能属于所有;因为完全可能属于某个,却不再可能属于所有;例如,白色可能地属于某个动物,却不再可能地属于所有动物;因为对于天鹅而言它是必然属于的。因此,正因如此,我们不把特称命题转换为全称命题。

语法注3 条
  1. 1.2τούτοις γὰρ προσχρώμενοι ἀσυλλογίστους ἐδείκνυμέν τινας συμπλοκὰς

    τούτοις 意为“这些”。分词 προσχρώμενοι 表手段(“借助于这些”),指通过列举导致矛盾的必然结论的项来证明推论式不成推论的方法。

  2. 1.2ἥτις τῷ μὲν σχήματί ἐστι κατάφασις τῇ δὲ δυνάμει ἀπόφασις

    关系代词 ἥτις 先行词为前述命题 ἀνάγκη μὴ περιπατεῖν(“必然不步行”)。τῷ σχήματι(在形式上)与 τῇ δυνάμει(在效力上/实质上)皆为表示方面的与格,二者形成对置,说明该命题在语法形式上是肯定句,但在逻辑实质上起着否定具体事实的作用。

  3. 1.2τούτου δὲ τὴν λύσιν ἔφθημεν εἰπόντες

    结构 ἔφθημεν εἰπόντες 采用 φθάνω 配合分词,意为“我们已先行说过”或“我们此前已经阐明”。τούτου 是依存于 τὴν λύσιν 的宾格性属格(“对此的解答”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:22.10-23.28