- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:20.38-22.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论第一格中有一前提为特称时的可能模态推论,解释大前提为全称而小前提为特称肯定或特称否定时的结论,并通过中项的外延超出及具体项的反例证明大前提为特称的对合无法构成推论。
γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται καὶ τὸ Β τινὶ τῷ Γ ἐνδέχεται, αὐτόθεν ἐκ τῶν κειμένων καὶ διὰ τῶν κειμένων ἔσεται τὸ συμπέρασμα, ὅτι τὸ Α τινὶ τῷ Γ ἐνδέχεται. τοῦτο γὰρ φανερὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται τοῦ Β μέρος, καθ’ οὗ οὐκ ἐνδέχεται τὸ Α· τὶ δὲ μέρος τοῦ Γ ὑπὸ τὸ Β ἐστίν· ὥστε καὶ τινὶ τῷ Γ τὸ Α ἐνδέχεται ὑπάρξαι. ὁμοίως δέ, κἂν ἡ μὲν καθόλου ἀποφατικὴ ἐνδεχομένη ᾖ ἡ δὲ ἐλάττων μερικὴ καταφατική· ἐκ τῶν κειμένων γὰρ καὶ διὰ τῶν κειμένων πάλιν συνάγεται, ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ὁ γὰρ ὁρισμὸς τοῦ ἐνδέχεσθαι μηδενὶ γνώριμον καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ ποιεῖ τὸ συμπέρασμα. εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται μέρος λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐκ ἀποφάσκεται· τὸ δὲ Β τινὶ μέρει τοῦ Γ ὑπάρχει· ὥστε τὸ Α οὐ παντὶ τῷ Γ, εἴ γε οὐδὲ τὸ Β παντὶ αὐτῷ ἀλλὰ τινὶ ὑπῆρχεν ἐνδεχομένως.1 ἂν μέντοι 〈τῆς〉 μείζονος καθόλου οὔσης καταφατικῆς ἢ ἀποφατικῆς ἡ ἐλάττων ἐπὶ μέρους στερητικὴ ληφθῇ, γενήσεται ὁ συλλογισμός, ἀλλ’ οὐκ ἐκ τῶν κειμένων, ἀλλὰ μεταληφθέντος τοῦ ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ἐπὶ μέρους καταφατικόν, διὰ τὸ ἀντιστρέφειν τὸ ἐνδεχόμενον. Ὅταν μέντοι ἡ μείζων οὐκ ᾖ καθόλου, ἀλλ’ αὐτὴ μὲν ἐπὶ μέρους ἡ δὲ ἐλάττων καθόλου, οὐδεὶς ἔσται συλλογισμός, οὔτε ἂν ὁμοιοσχήμονες ληφθῶσιν αἱ προτάσεις, τουτέστι καταφατικαὶ ἀμφότεραι ἢ ἀποφατικαὶ ἀμφότεραι, οὔτε ἐὰν ἀνομοιοσχήμονες, τουτέστιν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἐάν τε ἀμφότεραι ἀδιόριστοι ἢ κατὰ μέρος. τοῦ δὲ ἀσυλλογίστους πάσας τὰς τοιαύτας προτάσεις γίνεσθαι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐνδεχομένη, αἰτία αὕτη· κειμένου τοῦ Α τινὶ τῷ Β ἐνδέχεσθαι, οὐδὲν κωλύει τὸ Β ὑπερτείνειν καὶ ἐπὶ πλειόνων λέγεσθαι ἢ τὸ Α· οἷόν ἐστι τὸ γραμματικόν, εἰ εἴη κείμενον ἐνδέχεσθαι τινὶ κοιμωμένῳ· τὸ γὰρ κοιμώμενον ἐπὶ πλειόνων κατηγορεῖται ἢ τὸ γραμματικόν. ἂν δὴ τούτων τι ληφθῇ τῶν ὑπὸ τὸ κοιμώμενον, καθ’ ὃ ὑπερτείνει τοῦ Α, τουτέστι τοῦ γραμματικοῦ, τὸ Β, τουτέστι τὸ κοιμώμενον οἷον ἵππος,2 τῷ ἵππῳ οὔτε παντὶ τὸ Α ἐνδέχεται οὔτε ἐνδέχεται μηδενί· ὃ γὰρ ἐνδέχεται μηδενί, τοῦτο καὶ παντὶ ἐνδέχεται· τὸ δὲ γραμματικὸν πῶς ἂν ἐνδέχοιτο παντὶ ἵππῳ; οὐδενὶ γὰρ αὐτῷ ἐξ ἀνάγκης. ἀλλ’ οὐδὲ τινὶ ἵππῳ ἐνδέχεται τὸ γραμματικόν· ἀλλ’ οὐδὲ ἐνδέχεται τινὶ μή· ὃ γὰρ ἐνδέχεται τινὶ μή, τοῦτο καὶ ἐνδέχεται τινὶ διὰ τὴν τοῦ ἐνδεχομένου ἀντιστροφήν· εἴπομεν γὰρ ἤδη, ὡς ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις. εἰ δὲ δεῖ μὲν τὸ συμπέρασμα ἢ καθόλου εἶναι [ἢ] καταφατικὸν, ἢ καθόλου ἀποφατικὸν ἢ τῶν ἐπὶ μέρους θάτερον, οὐδὲν δὲ τούτων δύναται ἐπὶ τῶν ἐνδεχομένων οὔσης τῆς μείζονος μερικῆς τῆς δὲ ἐλάττονος καθόλου ἐν τῷ πρώτῳ σχήματι, οὐδ’ ἂν ὅλως γένοιτο συλλογισμός. ἔτι δὲ καὶ ἐκ τῶνδε τῶν ὅρων φανερόν, ὡς ἀσυλλόγιστοι πᾶσαι αἱ συζυγίαι αἱ ἐξ ἐνδεχομένου ἐν πρώτῳ σχήματι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐστίν. ἤδη μὲν οὖν καὶ τὴν αἰτίαν προστεθείκαμεν προσθέντες, ὅτι ἐνδέχεται τὸν μέσον ὅρον ὑπερτείνειν τοῦ ἄκρου· οὐδὲν δὲ ἧττον καὶ πάλιν δείξομεν ἀσυλλόγιστον καὶ ταύτην τὴν συμπλοκὴν καὶ διὰ τῆς παραθέσεως τῶνδε τῶν ὅρων· οὕτω γὰρ ἐναργεστέρα τε καὶ πληκτικωτέρα ἡ τοιαύτη δεῖξις καὶ ὁ ἔλεγχος ἔσται. οἷον λευκὸν τινὶ περιπατοῦντι ἐνδεχομένως, περιπατοῦν παντὶ κύκνῳ ἐνδεχομένως· καὶ ἔσται συμπέρασμα λευκὸν κύκνῳ ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκὸν τινὶ περιπατοῦντι ἐνδεχομένως, περιπατοῦν παντὶ κόρακι ἐνδεχομένως, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης. εἰ δὲ ἐξ ἀνάγκης τὸ πρῶτον ἄκρον τῷ ἐσχάτῳ παντὶ καὶ μηδενί, πάντα ἂν εἴη τὰ ἐνδεχόμενα καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρημένα, καὶ τὸ ‘πᾶς’ καὶ τὸ ‘τίς’ καὶ τὸ ‘μηδείς’ καὶ τὸ ‘μὴ πᾶς’. ἑκατέρῳ γὰρ τῶν καθόλου ἀναγκαίων πάντα ἀναιρεῖται τὰ ἐνδεχόμενα συμπεράσματα,3 τῷ μὲν ‘πᾶς ἐξ ἀνάγκης’ καὶ τὸ ‘οὐδείς’ καὶ τὸ ‘μὴ πᾶς’, τῷ δὲ ‘οὐδεὶς ἐξ ἀνάγκης’ τὸ ‘παντί’ καὶ τὸ ‘τινί’.
因为,如果A可能属于所有的B,而B可能属于某个C,那么直接从所设定的前提并且通过所设定的前提,就会产生结论:A可能属于某个C。因为这从“可能属于所有”的定义来看是显而易见的;因为如果A可能属于所有的B,那么B就没有任何一部分是A不可能属于的;而C的某个部分是在B之下的;因此A也可能属于某个C。同样地,即使大前提是全称否定可能命题而小前提是特称肯定,也是如此;因为从所设定的前提并且通过所设定的前提,再次推导出:A并非属于所有的C。因为“可能不属于任何”的定义在这一对合中同样使结论成为显而易见的。因为如果A可能不属于任何B,那么就无法取得B的任何一部分是A不被否定的;而B属于C的某个部分;因此A并非属于所有的C,如果B也确实不是可能地属于它[C]的全部而是属于某个部分的话。然而,倘若在大前提是全称肯定或全称否定时,小前提被取为特称否定,推论仍将成立,但不是从所设定的前提直接产生,而是通过特称否定命题被转换为特称肯定命题,因为可能命题是相互换位的。 然而,当大前提不是全称,而是其自身为特称而小前提为全称时,将没有任何推论产生,无论前提被取为相同质的——即两者皆为肯定或两者皆为否定,还是被取为不同质的——即一为肯定而另一为否定,亦无论两者是不定命题还是特称命题。所有这类大前提为特称可能命题的前提结合皆不成推论的原因乃是:当设定A可能属于某个B时,没有任何东西妨碍B超出并被述说于比A更多的对象;正如“懂文法的”,假若被设定可能属于某个“睡觉的”事物;因为“睡觉的”被述说的范围比“懂文法的”更广。因此,若在“睡觉的”之下的这些事物中取某一个,即B(亦即“睡觉的”)超出A(亦即“懂文法的”)所在的对象——例如马——对于马而言,A既不是可能属于所有,也不是可能不属于任何;因为凡可能不属于任何的,这也可能属于所有;但“懂文法的”又怎可能属于每一匹马呢?因为它是必然不属于任何马的。但“懂文法的”也不可能属于某匹马;然而它也不是可能不属于某匹马;因为凡可能不属于某部分的,由于可能的换位,这也可能属于某部分;因为我们已经说过,依照可能的诸前提是换位的。如果结论必须或者是全称肯定,或者是全称否定,或者是特称之一,而在第一格中当大前提为特称而小前提为全称时,在可能命题的情形下这些结论无一能够成立,那么就根本不可能产生任何推论。 此外,从下列各项中也可以清楚看出,第一格中由可能命题构成的大前提为特称的所有对合都是不成推论的。此前我们固然已经附加上了原因,补充指出中项可能超出端项;但即便如此,我们仍将通过摆出下列各项来再次表明这一结合形式也是不成推论的;因为这样一来,这种证明与反驳将更加清晰且更有说服力。例如,白色可能地属于某个步行的,步行可能地属于每一只天鹅;结论将是白色必然属于天鹅。而关于“不属于任何”:白色可能地属于某个步行的,步行可能地属于每一只乌鸦,而白色必然不属于任何乌鸦。但是,如果第一端项对最后的端项必然地属于所有且不属于任何,那么所有的可能命题、实然命题和必然命题,以及“每一个”、“某个”、“无一”和“并非每一个”,都将被取消。因为通过这两个全称必然命题中的每一个,所有的可能结论都被取消了:通过“必然属于每一个”,取消了“无一”和“并非每一个”;而通过“必然不属于任何”,取消了“属于所有”和“属于某个”。
- 1.2ὥστε τὸ Α οὐ παντὶ τῷ Γ, εἴ γε οὐδὲ τὸ Β παντὶ αὐτῷ ἀλλὰ τινὶ ὑπῆρχεν ἐνδεχομένως.
由 εἴ γε 引导的从句中的未完成过去时 ὑπῆρχεν 用于回指前文设定的小前提(即B可能地属于C的某一部分)。句末的副词 ἐνδεχομένως 修饰通过 οὐδέ 与 ἀλλά 形成的对比结构,意为“如果B确实也并非全称地而是特称地可能属于它”。
- 1.2καθ’ ὃ ὑπερτείνει τοῦ Α, τουτέστι τοῦ γραμματικοῦ, τὸ Β, τουτέστι τὸ κοιμώμενον οἷον ἵππος
在由关系词短语 καθ’ ὃ(“在…方面”)引导的从句中,主语是 τὸ Β, τουτέστι τὸ κοιμώμενον,属格 τοῦ Α, τουτέστι τοῦ γραμματικοῦ 作动词 ὑπερτείνει 的补足语(比较属格)。随后的 οἷον ἵππος 则是作为前文 τῶν ὑπὸ τὸ κοιμώμενον(“睡觉的”之下的事物)的具体例子而添加的。
- 1.2ἑκατέρῳ γὰρ τῶν καθόλου ἀναγκαίων πάντα ἀναιρεῖται τὰ ἐνδεχόμενα συμπεράσματα
与格短语 ἑκατέρῳ τῶν καθόλου ἀναγκαίων 作手段或原因与格(“通过这两个全称必然命题中的每一个”)。被动动词 ἀναιρεῖται 的主语是中性复数主格 πάντα τὰ ἐνδεχόμενα συμπεράσματα,随后通过 τῷ μέν ... τῷ δέ ... 的平行结构具体列出两个必然命题各自排除了哪些可能结论。
