- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:19.22-20.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯依据“关于所有”与“关于无一”的定义证明了第一格两个全称可能前提的推论(第一式与第二式),指出小前提为否定或两前提皆为否定时可通过转换为肯定命题而成为推论性的,但阐明此种转换会导致从“绝大多数情形”转向“较少发生的情形”,从而丧失实用价值。
εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, πᾶσιν ἄρα τοῖς μέρεσιν αὐτοῦ ἐνδεχομένως ὑπάρξει· μέρος δὲ τοῦ Β τὸ Γ· ὑπόκειται γὰρ τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρξαι· τὸ ἄρα Α παντὶ τῷ Γ ἐνδεχομένως ὑπάρξει. τοῦτο γὰρ φανερὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός· κατὰ παντὸς γάρ ἐστιν, ὅταν μηδὲν ἔστι λαβεῖν τοῦ ὑποκειμένου μέρος, καθ’ οὗ μέρους οὐ κατηγορηθήσεται τὸ κατηγορούμενον. οὐκοῦν εἰ κατὰ παντὸς τοῦ Β τὸ Α ἐνδεχομένως, μέρος δὲ τοῦ Β τὸ Γ, καὶ κατὰ παντὸς ἄρα τοῦ Γ τὸ Α ἐνδεχομένως. ὅροι δὲ κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις παντὶ ἐγρηγορότι ἐνδεχομένως ὑπάρξει, ἐγρήγορσις παντὶ ἀνθρώπῳ ἐνδεχομένως ὑπάρξει, καὶ κίνησις παντὶ ἀνθρώπῳ ἐνδεχομένως ὑπάρχει. καὶ εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ἐνδεχομένως καὶ τὸ Β παντὶ τῷ Γ ἐνδέχεται, ἔσται ἄρα συμπέρασμα ‘τὸ Α τῷ Γ οὐδενὶ ἐνδέχεται’. τοῦτο γὰρ ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενὸς δῆλον· κατὰ μηδενὸς γάρ ἐστιν, ὅταν μηδὲν ᾖ μέρος τοῦ ὑποκειμένου λαβεῖν, καθ’ οὗ μέρους οὐκ ἀποφαθήσεται τὸ κατηγορούμενον, τουτέστιν οὐκ ἀποφάσκεται. ὅροι δὲ πάλιν οἱ αὐτοὶ καὶ ἐπὶ τούτου τοῦ τρόπου, κίνησις, ἐγρήγορσις, ἄνθρωπος· κίνησις οὐδεμιᾷ ἐγρηγόρσει, ἐγρήγορσις παντὶ ἀνθρώπῳ ἐνδέχεται, καὶ κίνησις οὐδενὶ ἀνθρώπῳ ἐνδέχεται. Ὅταν δὲ τὸ μὲν Α παντὶ τῷ Β ἐνδέχεται, τὸ δὲ Β οὐδενὶ τῷ Γ ἐνδέχεται, τούτων ἄρα τῆς μὲν μείζονος οὔσης καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς, εἰ ἡ ἐλάττων οὕτω φυλάττοιτο ἔχουσα, οὐδὲν συναχθήσεται συλλογιστικῶς.1 εἰ μέντοι μεταληφθείη εἰς τὴν καταφατικήν (δυνατὸν δὲ τοῦτο διὰ τὸ δεδεῖχθαι, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις· τῷ γὰρ ἐνδεχομένῳ μηδενὶ ἀντιστρέφει τὸ ἐνδεχόμενον παντί, ὡς ἐδείχθη), ἔσεται συλλογιστικὴ ἡ συζυγία· ἔσεται γὰρ οὕτως 〈ἐξ〉 ἀμφοτέρων καθόλου καταφατικῶν ἐνδεχομένων. οἷον τὸ Α παντὶ τῷ Β ἐνδεχομένως, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· εἰ οὖν ἡ ἐλάττων αὕτη μεταληφθείη, ἔσται συλλογιστικὴ ἡ συζυγία. ὁμοίως δὲ καὶ εἰ ἀμφότεραι εἶεν ἀποφατικαί, οὕτω μὲν φυλαττόμεναι οὐδὲν συνάγουσι, μεταλαμβανόμεναι δὲ ἔσονται συλλογιστικαί· οἷον τὸ Α οὐδενὶ τῷ Β, τὸ Β οὐδενὶ τῷ Γ. οὕτω μὲν 〈οὖν〉 γίνονται συλλογιστικαὶ αἱ ἀσυλλόγιστοι διὰ τῆς μεταλήψεως, ὥσπερ εἴπομεν· ὥστε διὰ τοῦτο οὐδὲ τέλειοί εἰσιν οἱ τοιοῦτοι συλλογισμοί, εἴ γε δέονται ἀντιστροφῶν. πάλιν εἰδέναι χρή, ὅτι μεταλαμβανομένων τῶν ἀποφατικῶν εἰς τὰς καταφατικὰς οἱ γινόμενοι συλλογισμοὶ οὐκέτι φυλάττουσι τὸ ὡς ἐπὶ τὸ πολὺ λεγόμενον ἐνδεχόμενον, εἴ γε τὴν ἀρχὴν ἐλήφθησαν αἱ ἀποφατικαὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον οὖσαι ἐνδεχομένου. τῷ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀποφατικῷ ἐνδεχομένῳ τὸ ἐπ’ ἔλαττον καταφατικὸν ἀντιστρέφει, ὥσθ’, ὅταν ἡ μετάληψις τῶν ἀποφατικῶν τῶν κειμένων ἐν ταῖς συζυγίαις εἰς τὰς ἐνδεχομένας καταφατικὰς γένηται, τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον καὶ τὸ ἀόριστον τεθήσεται. τούτου δὲ κειμένου συλλογισμὸς ἔσται, οὐ μὴν χρήσιμόν τι ἔχων, ὡς ἤδη προείπομεν. διὸ ἐροῦμεν ταύτας τὰς συζυγίας ὡς μὲν πρὸς τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχόμενον, καθ’ ὃ γίνονταί τινες συλλογισμοὶ καὶ κατὰ τέχνας τινὰς καὶ κατὰ συμβουλίας τε καὶ πράξεις καὶ προαιρέσεις, ἀχρήστους καὶ ἀσυλλογίστους εἶναι, ἁπλῶς μέντοι ὡς πρὸς τὰς συμπλοκὰς συλλογιστικάς. λέγει δέ τις καὶ ἄλλος σχεδὸν τὸ αὐτὸ περὶ τούτου· ἔστι δὲ τοῦτο· “αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου οὐ πρὸς τὸ αὐτὸ τοῦ ἐνδεχομένου σημαινόμενον ἀντιστρέφουσαι,2 ἀλλὰ δῆλον ὅτι τὸ ἐπὶ πλέον ἐνδεχόμενον πρὸς τὸ ἐπ’ ἔλαττον ἀντιστρέφει, καὶ ἔμπαλιν τὸ ἐπ’ ἔλαττον πρὸς τὸ ἐπὶ πλεῖον· ὃ γὰρ ἐνδέχεται παντὶ ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, τοῦτο οὐδενὶ ὑπάρχειν ἐνδέχεται ὡς ἐπ’ ἔλαττον· τὸ δὲ ἐπ’ ἴσης πρὸς ἑαυτὸ ἔχει ἰσοτίμους ἀντιστρεφούσας τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις.” ἴσως δὲ καὶ Ἀριστοτέλης αὐτὸ τοῦτο ἐφορώμενος εἶπε τὸ “ἢ οὐ γίνεται συλλογισμός”· ὡς γὰρ πρὸς τὸ χρήσιμον ἀφορῶν οὐκ ἂν εἴποι τοὺς τοιούτους συλλογισμούς,3 πλὴν εἰ μόνον τις εἰς τὰς συμπλοκὰς ἀποβλέποι. Ἐὰν δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει ληφθῇ, ἐὰν ἡ μείζων ᾖ καθόλου ἡ δὲ ἐν μέρει καταφατική, συλλογισμὸς ἔσται τέλειος· εἰ
因为,如果A可能地属于所有的B,那么它也将可能地属于它[B]的一切部分;而C是B的一个部分;因为已设定B可能地属于所有的C;因此A将可能地属于所有的C。因为这从“关于所有”的定义来看是显而易见的;因为“关于所有”是指无法取得主体的任何一个部分,使得述词不被述说于该部分。因此,如果A可能地属于所有的B,而C是B的一个部分,那么A也将可能地属于所有的C。各项为运动、清醒、人:运动将可能地属于一切清醒者,清醒将可能地属于一切人,并且运动也可能地属于一切人。又如果A可能地不属于任何B,而B可能属于所有的C,那么结论将是“A可能不属于任何C”。因为这从“关于无一”的定义来看是清楚的;因为“关于无一”是指无法取得主体的任何部分,使得述词不被否定,也就是不被否定地述说。在这一式中各项同样又是相同的:运动、清醒、人:运动可能不属于任何清醒,清醒可能属于一切人,运动可能不属于任何人。 然而,当A可能属于所有的B,而B可能不属于任何C时,在这些前提中大前提为肯定而小前提为否定,如果小前提保持如此状态,则推论上得不出任何结论。但如果它被转换为肯定命题(这是可能的,因为已经证明它们相互换位;因为正如同所证明的那样,“可能属于无一”与“可能属于所有”相互换位),这一对合就将成为推论性的;因为这样它将由两个全称肯定可能前提组成。例如,A可能地属于所有的B,B可能不属于任何C;因此,如果这个小前提被转换,该对合就将成为推论性的。同样地,如果两个前提都是否定的,保持如此则得不出任何结论,但被转换后就将成为推论性的;例如,A不属于任何B,B不属于任何C。正如我们所说,未构成推论的形式通过转换正是这样变成推论性的;因此,由于这个缘故,这类推论甚至不是完全的,如果它们确实需要换位的话。 再次必须明白的是,当否定前提被转换为肯定前提时,所产生的推论便不再保持被称为“绝大多数情形下”的可能,如果从一开始否定前提就是作为绝大多数情形下的可能而被选取的。因为与绝大多数情形下的否定可能相互换位的,乃是较少发生情形下的肯定可能,以至于当对合中设定的否定前提向肯定可能前提的转换发生时,较少发生情形下的可能与无限定的可能就会被设定下来。而当这一可能被设定时,推论固然成立,但正如我们先前已经说过的,它并不具有任何用处。因此我们将要断言:这些对合就绝大多数情形下的可能而言——在某些技艺中以及在审慎、行动和抉择中,某些推论正是依据这种可能而产生的——是无用的且无法构成推论的,然而就单纯的命题结合而言,它们则是推论性的。 另有人关于这一点也说了大致相同的话;即是:“可能命题的诸换位并不是针对可能的同一含义进行换位的,而是显然,较多发生情形下的可能与较少发生情形下的可能相互换位,反之,较少发生情形下的可能也与较多发生情形下的可能相互换位;因为凡绝大多数情形下可能属于一切的,较少发生情形下便可能不属于任何事物;而概率均等的事物则具有向其自身等值换位的肯定与否定。”或许亚里士多德也正是着眼于此才说了“或者推论并不产生”;因为着眼于有用性,除了仅仅注视命题结合本身的情形之外,他不会称这类形式为推论的。 如果前提之一被取为全称,另一被取为特称,倘若大前提是全称而小前提是特称肯定,推论就将是完全的;如果
- 1.1εἰ ἡ ἐλάττων οὕτω φυλάττοιτο ἔχουσα, οὐδὲν συναχθήσεται συλλογιστικῶς
这是一个在条件从句中使用祈愿语气(φυλάττοιτο)、在归结从句中使用直陈语气将来时(συναχθήσεται)的混合条件句结构。条件从句表达假定性的情况(“如果它保持现状”),而归结从句则断定其必然的逻辑推导后果。
- 1.1αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἐνδεχομένου οὐ πρὸς τὸ αὐτὸ τοῦ ἐνδεχομένου σημαινόμενον ἀντιστρέφουσαι
在引文开头使用了分词 ἀντιστρέφουσαι,此处宜理解为代替定式动词 ἀντιστρέφουσι,或省略了系动词 εἰσίν 的迂回表达(或破格句),句意为:“可能前提的换位并不是针对可能事物的同一含义而换位的”。
- 1.1οὐκ ἂν εἴποι τοὺς τοιούτους συλλογισμούς
由 ἄν 与希求法(εἴποι)构成的潜在语气表达。动词 λέγω 在此意为“称呼”,带有双重宾格用法(或述谓性宾格),其中带冠词的 τοὺς τοιούτους(阳性复数)作直接宾语,不带冠词的 συλλογισμούς 作述语补足语:“他不会称这类东西为推论”。
