- 底本
- Ps-Themistius, Quae Fertur In Aristotelis Analyticorum Priorum Librum I Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.3, ed. M. Wallies, Berlin: Reimer 1884, pp. 1-164. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:1.2-2.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯讨论第一格中必然前提与实然前提的混合,指出当大前提为必然时得出必然结论,而若仅小前提为必然则结论仅为实然,并着手通过归谬法对此加以证明。
Περὶ τῶν μίξεων. Εἰπόντες καὶ παραδόντες τάς τε τοῦ ὑπάρχοντος τάς τε τοῦ ἀναγκαίου προτάσεις καὶ δείξαντες, ποίους ποιοῦσι καθ’ ἕκαστον σχῆμα συλλογισμούς, ἑξῆς λέγομεν περὶ τῶν ἐκ μίξεως ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν, τίνες τέ εἰσι, καὶ ποῖόν τι ἐν ταῖς μίξεσιν αὐτῶν γίνεται τὸ συμπέρασμα, καὶ τίνες αἱ κατὰ τὰς μίξεις τῶν τρόπων τούτων ἐν τοῖς γινομένοις συλλογισμοῖς διαφοραί. φημὶ οὖν, ὅτι γίνεται ποτε ἐκ μίξεως ἀναγκαίας 〈καὶ〉 ὑπαρχούσης προτάσεως ἀναγκαῖον συμπέρασμα, καὶ πότε γίνεται τὸ συμπέρασμα τοιοῦτον. ἐν γὰρ πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου, εἰ ἡ μείζων ἀναγκαία, ἄν τε καταφατική, ὡς ἐν τῷ πρώτῳ τρόπῳ, ἄν τε ἀποφατική, ὡς ἐν τῷ δευτέρῳ τρόπῳ, ἀναγκαῖον γίνεται τὸ συμπέρασμα. περὶ γὰρ τῶν δύο συζυγιῶν νῦν διαληπτέον πρῶτον, τῆς τε ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας καὶ τῆς ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης καὶ τῆς ἐκ καθόλου ἀποφατικῆς ἀναγκαίας τῆς μείζονος καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος. οἷον εἰ τὸ Α τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τῷ Γ ὑπαρχόντως, ἐξ ἀνάγκης τὸ Α τῷ Γ ὑπάρξει παντί. ἐπεὶ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστὶ καὶ τὶ τοῦ Β, εἴη 〈ἂν καὶ κατὰ〉 τοῦ Γ ἐξ ἀνάγκης· ὃ γὰρ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, καὶ κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης ἂν κατηγοροῖτο, εἴ γε τὸ κατὰ παντός ἐστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται· τὸ δὲ Γ τὶ τῶν Β ἐστί. καὶ γὰρ τὸ κατὰ παντὸς ἐξ ἀνάγκης ὁμοίως λαμβάνεται, ὡς προείπομεν ἐπὶ τῶν ἀναγκαίων ‘τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ κατὰ παντὸς ὁμοίως ἀποδώσομεν’. ληπτέον δὲ τὴν ὑπάρχουσαν καθόλου καταφατικὴν ἐν τοιαύτῃ μίξει ἀληθῆ μὴ πρὸς ὑπόθεσιν ἀλλὰ ἀληθῶς ὑπάρχουσαν· αἴτημα γὰρ ἐκείνως γίνεται καὶ οὐκέτ’ ἀληθὴς ἡ πρότασις. ληφθείσης δὲ ἀληθοῦς ἐν τῷ ὑπάρχειν καὶ καθόλου ἀναγκαῖον συμπέρασμα γίνεται· οἷον κίνησις πάσῃ βαδίσει ἐξ ἀνάγκης, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καὶ κίνησις παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. Εἰ δὲ ἡ ἐλάττων ληφθείη ἀναγκαία καθόλου ἡ δὲ μείζων ὑπάρχουσα καθόλου, οὐκ ἀναγκαῖόν φημι ἔσεσθαι τὸ συμπέρασμα. τούτου χάριν εἴρηταί μοι ἐν τοῖς ἔμπροσθεν τὸ ‘συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα’· οὐδὲ γὰρ ἀεὶ τοῦτο γίνεται, ἀλλ’ ὅτε ἡ μείζων εἴη ἀναγκαία. ὅτι δὲ μὴ ἀναγκαῖον ἐν ταύτῃ τῇ συζυγίᾳ τὸ συμπέρασμα ἀλλ’ ὑπάρχον, δεικτέον τοῦτο διχόθεν, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ καὶ τῇ διὰ τῶν ὅρων δείξει. καὶ γὰρ τῶν μεθόδων ἡ χρεία ἡμῖν καθέστηκεν οὐ δι’ ἑαυτάς, ἀλλ’ ἵνα τοῖς πράγμασιν αὐτὰς ἁρμόζωμεν· διὸ καὶ ἐν τοῖς ἀσυλλογίστοις ὅρους παρατιθέμενοι ἠρκούμεθα τούτοις εἰς ἔλεγχον ὡς μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασιν.1 ὅτι γὰρ μὴ ἀναγκαῖον, δεικτέον τοῦτο διά τε τοῦ πρώτου σχήματος καὶ διὰ τοῦ τρίτου, ὑποτιθέμενοι ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα καὶ δείξαντες ταύτῃ τῇ ὑποθέσει ψεῦδος ἀκολουθοῦν οὕτως αὐτὴν ἐλέγξομεν. δῆλον γὰρ ὅτι ᾗ δ’ ἂν ὑποθέσει ψεῦδος ἀκολουθεῖ, ψευδὴς ἔσται· οὐδεμιᾷ γὰρ ἀληθεῖ ὑποθέσει ψεῦδος ἀκολουθεῖ. δείκνυμεν δὲ τὸ ψεῦδος ἀκολουθοῦν διὰ μὲν τοῦ πρώτου σχήματος οὕτως· εἰ τὸ Α τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἐγὼ μὲν λέγω, ὅτι τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως ὑπάρξει. εἰ δέ τις λέγοι ἐξ ἀνάγκης, συγχωρείσθω τοῦτο· καὶ εἰ μὲν μὴ ψεῦδος ἀκολουθήσει, ἔστω ἀληθὲς τὸ συμπέρασμα· εἰ δὲ εὕρωμέν τι ψεῦδος ἑπόμενον, δῆλον ὅτι ψευδὴς ἡ ὑπόθεσις ἡ λέγουσα τὸ ἀναγκαῖον συνάγεσθαι, ὥστε τὸ ὑπάρχον μόνον συναχθήσεται. ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης 〈ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης〉, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει·2 ἀντιστρέφει γάρ. εἰ τοίνυν τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχει, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· γίνεται γὰρ ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος.
论混合。 在讨论并阐述了实然前提和必然前提,并展示了它们在每一格中构成怎样的三段论之后,我们接下来讨论在每一格中由必然前提与实然前提的混合所构成的三段论:它们是哪些,在它们的混合中得出怎样的结论,以及在形成的三段论中随着这些式子的混合而产生的差异是什么。因此我说,由必然前提与实然前提的混合有时会得出必然结论,以及结论在何时成为如此。因为在第一格中,当两个前提都是全称时,如果大前提是必然的,无论如第一式那样是肯定的,还是如第二式那样是否定的,结论都成为必然的。因为现在必须首先考察两种组合:一种是由全称肯定必然大前提与全称肯定实然小前提构成的组合,另一种是由全称否定必然大前提与全称肯定实然小前提构成的组合。例如,若 A 必然属于 B,而 B 实然属于 C,则 A 必将属于一切 C。因为既然 A 必然从属于一切 B,而 C 在 B 之下且是 B 的一部分,则它也将必然从属于 C;因为凡必然从属于一切 B 者,也将必然被表述于 B 之下者,如果全称表述确实是指无法取主项的任何部分而不被表述该谓项的话;而 C 是诸 B 之一。因为必然的全称表述也是同样被理解的,正如我们先前在论必然前提时所说的那样:“因为否定命题同样换位,并且我们将同样解释在整体中存在和全称表述”。然而在这样的混合中,必须将全称肯定实然前提设为真实的,不是出于假设,而是真正实然存在的;因为若出于假设,它就变成了公设,前提就不再是真实的。但若取其在实然上真实且为全称,就会得出必然结论;例如,运动必然属于一切步行,步行实然属于一切人,运动也必然属于一切人。另一方面,如果小前提被取为全称必然的,而大前提被取为全称实然的,我说结论将不是必然的。为此缘故,我先前曾说过:“有时也会发生即使仅有一个前提是必然的,结论也成为必然的”;因为这并非总是发生,而是在大前提为必然时才发生。至于在该组合中结论不是必然的而是实然的,这必须从两方面予以证明:既通过归谬法,又通过词项的例证。因为对我们而言,方法的功用确立起来并不是为了其自身,而是为了让我们能将它们运用于事物;所以即使在不构成推论的组合中,我们列举词项也足以用作反驳,理由是它们无法运用于事物。因为〔结论〕不是必然的这一点,必须通过第一格和第三格来证明,假设结论被必然地推导出来,并通过指出这一假设引出假结论,我们将由此反驳它。因为显然,凡引出假结论的假设必是假的;因为没有任何真假设会引出假结论。我们通过第一格证明所引出的假结论如下:若 A 实然属于 B,而 B 必然属于一切 C,我主张 A 将实然属于一切 C。但若有人说是必然地属于,姑且承认这一点;如果假结论不随之产生,就让结论为真;但如果我们发现某种假结论随之而来,显然主张得出必然结论的假设是假的,从而只有实然结论被推导出来。因此,既然我们假设了 A 必然属于一切 C,而 B 也必然属于一切 C,那么 C 也将必然属于某个 B;因为它是可换位的。既然 A 必然属于一切 C,而 C 必然属于某个 B,那么 A 也将必然属于某个 B;因为这就构成了第一格的第三式。
- 1.0ὡς μὴ δυναμένων αὐτῶν ἐφαρμοσθῆναι τοῖς πράγμασιν
带有连词 ὡς 的属格独立结构,为主句动词 ἠρκούμεθα(“我们感到满足”)提供主观理由或论据(“由于它们不能运用于事物”)。逻辑主语 αὐτῶν 指前文不构成推论的前提组合(ἐν τοῖς ἀσυλλογίστοις)。
- 1.0ἐπεὶ οὖν τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης 〈ὑπεθέμεθα, ἦν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης〉, καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει
连接词 καί 出现在从属原因从句(ἐπεὶ οὖν...)之后的归结从句开头,属于“归结从句的 καί”(apodotic καί)用法。在陈述了假设的前提之后,引出推理的推论(“那么 C 也将必然属于某个 B”)。
