← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§18.11-19.22

常态可能与可能前提的两种理解

德米斯提厄斯论证了科学、推测性技艺与审慎所探讨的乃是“绝大多数情形下”的可能而非无限定的可能,继而区分了可能前提的两种理解方式(实然主体与潜能主体),并引入了对两个前提皆为可能命题之三段论的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#5

Ἐπεὶ δὲ τὰ διάφορα τοῦ ἐνδεχομένου σημαινόμενα διωρισάμεθα, ἀφορισώμεθα λοιπόν, περὶ ποίου ἐστὶ νῦν ἡμῖν ἡ διάσκεψις· καὶ φαμέν, ὅτι περὶ τοῦ ὡς ἐπὶ τὸ πολύ. αἱ γὰρ ἐπιστῆμαι περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἀναστρέφονται, διόπερ καὶ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ὡς συνεγγίζον μᾶλλον τῷ ἀναγκαίῳ. διὰ δὲ τὴν ἀοριστίαν τοῦ ἑτέρου οὐ καταγίνεται περὶ αὐτὸ ἐπιστήμη. ἀόριστον δέ ἐστι διὰ τὴν ἀταξίαν τοῦ μέσου· ὁ γὰρ μέσος ἐστὶν ὁ χαρακτηρίζων τὰ σχήματα. ἐπειδὴ τοίνυν οὗτος ἐπὶ μὲν τοῦ ἐπίσης οὐδὲν μᾶλλον τῷ πρώτῳ ὑπόκειται ἢ οὐχ ὑπόκειται καὶ τοῦ ἐσχάτου οὐ μᾶλλον κατηγορεῖται ἢ οὐ κατηγορεῖται, ἐπὶ δὲ τοῦ ἐπ’ ἔλαττον μᾶλλον οὐχ ὑπόκειται τῷ πρώτῳ ἢ ὑπόκειται καὶ τοῦ ἐλάττονος μᾶλλον οὐ κατηγορεῖται ἢ κατηγορεῖται καὶ διὰ τοῦτο τῇ τοῦ ὑπάρχειν ἀοριστίᾳ περιπέπτωκε, διὰ τοῦτο ἐξοριζέσθω τῶν ἐπιστημονικῶν μεθόδων· ὡς γὰρ εἴρηται, περὶ τῶν ἐπίπαν ἡ σκέψις τοῖς ἐπιστήμοσι γίνεται. εἰ καὶ δυνατὸν δὲ περὶ τοῦ ἀορίστου ἐνδεχομένου ἐστὶ συλλογίσασθαι, ἀλλ’ οὖν διὰ τὸ μὴ ἐν πολλῇ εἶναι χρήσει ἀφείσθω ὁ περὶ τούτου λόγος. δεῖ γὰρ τὸ εὔχρηστον ἐν τῇδε τῇ πραγματείᾳ πρὸς τὰ δειχθησόμενα μᾶλλον λαμβάνειν τε καὶ ἐξεργάζεσθαι, τὸ δ’ ἄχρηστον, εἰ καὶ ἔχει τινὰ συμπλοκήν, παραιτεῖσθαι. παντὸς γὰρ ὀργάνου μέτρον ἡ χρεία ἡ πρὸς τὸ ὑπ’ αὐτοῦ δεικνύμενόν τε καὶ γινόμενον· τὸ γὰρ ἄχρηστον σκέπαρνον τῷ τέκτονι οὐκ ἔστι σκέπαρνον ἀλλ’ ἢ ὁμωνύμως.1 περὶ μὲν οὖν τοῦ τοιούτου ἐνδεχομένου ὡς ἀχρήστου πρὸς τὰς ζητήσεις, ὡς ἔφην, λέγειν παραιτοῦμαι. περὶ δὲ τοῦ ἑτέρου ἐρῶ, ὅτι πολλαὶ τέχναι στοχαστικαὶ οὖσαι ἐκ τοῦ οὕτως ἐνδεχομένου τὸ προκείμενον συλλογίζονται, ὡς ἰατρική, κυβερνητική, γυμναστική. ἀλλὰ καὶ ὅλως τὰ ἐκ τοῦ βουλεύσασθαι λαμβανόμενα διὰ τοῦ τοιούτου ἐνδεχομένου δείκνυται· οἷον εἰ ζητοίη τις, εἰ νῦν δεῖ πλεῦσαι, καὶ λάβῃ ‘ὅτε κεκριμένα τὰ πνεύματά ἐστιν, οἱ πλέοντες ὡς ἐπὶ τὸ πολὺ 〈σῴζονται· νῦν δὲ κεκριμένα τὰ πνεύματα· οἱ νῦν ἄρα πλέοντες ὡς ἐπὶ τὸ πολὺ〉 σωθήσονται’. ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις, ὅτι ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρέφει τὸ καταφατικὸν τῷ ἀποφατικῷ, καὶ πῶς, καὶ ὅτι τὸ ἐνδεχόμενον διττόν, καὶ ὅτι τὸ ἀόριστον ἄχρηστον πρὸς τὰς νῦν ζητήσεις. Ἐπεὶ δὲ ἐδιδάξαμεν, ὅσα χρὴ προδιαλαβεῖν περὶ τοῦ ἐνδεχομένου, ἐντεῦθεν λοιπὸν ὁρμητέον ἐπὶ τὴν τῶν ἐνδεχομένων συλλογισμῶν διδασκαλίαν. ἐπεὶ διχῶς ἔστιν ἐξακοῦσαι τῆς προτάσεως τῆς λεγούσης ἐνδέχεσθαι τὸ Α τῷ Β ὑπάρχειν· ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦτο λεγούσης, ὡς ὑπάρχει τὸ Α τῷ Β ἤδη, τουτέστιν ὑπαρχόντως, ἢ ὅτι τὸ Α τῷ Β οὔπω μὲν ὑπάρχει, δύναται δὲ ὑπάρξαι.2 ὅταν γὰρ εἴπωμεν, ὅτι τὸ Α κατὰ παντὸς τοῦ Β ἐνδέχεται, 〈ἢ τοῦτό φαμεν, ὅτι, ὅσοις ἤδη ὑπάρχει τὸ Β, ἐνδέχεται〉 τὸ Α ὑπάρχειν, ἢ ὅτι, ὅσοις μήπω μὲν ὑπάρχει τὸ Β, δύναται δὲ ὑπάρξαι, ὑπάρχει τὸ Α, ὡς ὅταν εἴπωμεν, ὅτι ἐνδέχεται κίνησιν παντὶ λευκῷ ὑπάρχειν· ἢ γὰρ ὅτι πᾶσιν, οἷς ἤδη ἐνεργείᾳ τὸ λευκὸν ὑπάρχει, ἢ οἷς ὑπάρξει νῦν μὴ ὑπάρχον. οὐδὲν δὲ διαφέρει, κἄν τε ‘κατὰ παντὸς τοῦ Β τὸ Α’ εἴπωμεν κἄν τε ‘καθ’ οὗ τὸ Β, τὸ Α’· οὐδὲν γὰρ θάτερον θατέρου διαφέρει, ἀλλὰ ταὐτὸν σημαίνει ἄμφω καὶ ἀντ’ ἀλλήλων λέγεται· οὐδὲν γὰρ ἄλλο σημαῖνον τὸ ‘καθ’ οὗ’ ἢ τὸ ‘κατὰ παντός’. φανερὸν οὖν, ὅτι διχῶς λέγοιτο τὸ〈ἐνδέχεσθαι τὸ〉 Α τῷ Β ὑπάρχειν, ἢ ὅτι ὑπαρχόντως ἢ ὅτι ἐνδεχομένως. Πρῶτον οὖν δεῖ περὶ τῆς συζυγίας τῆς ἐξ ἀμφοτέρων ἐνδεχομένων προτάσεων λέγειν, ποῖον συνάγουσι συμπέρασμα· οἷον τὸ Α κατὰ παντὸς τοῦ Β ἐνδέχεται, τὸ Β κατὰ παντὸς τοῦ Γ ἐνδέχεται. ἐὰν γὰρ εἴπωμεν, ὅτι τὸ Α ἐνδέχεται ὑπάρξαι πᾶσιν, οἷς ὑπάρχει τὸ Β, μικτὰς τὰς προτάσεις ποιοῦμεν ἐξ ὑπάρχοντος καὶ ἐνδεχομένου· δεῖ δέ, ὡς εἶπον, πρῶτον περὶ τῶν ὁμοιοσχημόνων, τουτέστι τῶν ἁπλῶν,3 διαλαβεῖν. ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων.

既然我们已经界定了可能的各种不同含义,接下来就让我们明确限定我们当前的考察是关于什么的;我们断言,它是关于绝大多数情形下的事物的。因为各门科学所关注的乃是始终处于相同状态的事物,因此也关注绝大多数情形下的可能,因为它更接近于必然。然而由于另一类可能的无限定性,科学并不致力于它。而它是无限定的,乃是因为中项的不规则性;因为正是中项规定了各格的特征。既然这同一中项在概率均等的事物中,作为第一项的主体并不比不作为主体更多,被最后项述说也并不比不被述说更多;而在较少发生的事物中,它不作为第一项的主体倒比作为主体更多,不被较小项述说倒比被述说更多,并且因此陷入了属之无限定性中,因此就让它从科学方法中被驱逐出去吧;因为正如所说的那样,科学家的考察乃是关于总体上的事物。即使关于无限定的可能是能够进行推论的,然而由于它并没有多大用处,关于它的论述还是应当被搁置。因为在本论著中,应当更多地选取并阐发对于将要证明的事项有用的东西,而对于无用的东西,即使它具有某种组合形式,也应当予以拒斥。因为一切工具的尺度都在于它对于由它所证明并产生的事物的有用性;因为对于木匠而言,无用的手斧若非同名异义地就不是手斧。因此,关于这类对于考察无用的可能,正如我所说,我拒绝对其加以论述。但关于另一类可能,我将要说明的是,许多具有推测性质的技艺都是从这种可能中推导出既定议题的,例如医术、航海术、体操术。不仅如此,一般而言由审慎所获得的结论也是通过这种可能来证明的;比如有人探究现在是否应当启航,并设定前提:“当风势平定时,航海者绝大多数情形下[获救;而现在风势平定;因此现在航海的人绝大多数情形下]将获救”。这些事情在接下来的论述中将得到更具体的界定:即在可能命题中肯定命题与否定命题相互换位,以及如何换位;并且可能具有双重含义;以及无限定的可能对于当前的考察是无用的。 既然我们已经阐明了关于可能所应预先掌握的内容,自此之后便应当着手讲授关于可能的三段论。因为表述“A可能属于B”的前提是可以有两种理解方式的:有时可以理解为这样说的,即A已经属于B,也就是实然地属于;或者理解为A尚未属于B,但能够属于。因为当我们说“A可能属于所有的B”时,我们要么指的是:在B已经属于的一切事物上,A可能属于;要么指的是:在B尚未属于但能够属于的一切事物上,A属于;正如当我们说“运动可能属于一切白色的事物”时那样:因为这要么指白已经在现实中属于的一切事物,要么指它现在虽不属于但将要属于的事物。而无论我们说“对于所有的B,A”还是说“凡是B所属之物,A”,都没有任何区别;因为二者之间毫无差异,而是意味着同一回事并且可以相互替代使用;因为“凡是所属之物”所意味的并不外乎“对于所有的”。因此显而易见,“A可能属于B”可以有两种说法,要么是实然地,要么是可能地。 因此,首先应当论述由两个可能前提组成的组合,看它们能得出何种结论:例如,A可能属于所有的B,B可能属于所有的C。因为如果我们说A可能属于B所属于的一切事物,我们就会使前提变成由实然前提与可能前提混合而成的混合前提;但是正如我所说,首先必须理解同形式的前提,也就是单纯的前提。这与论述由两个可能前提组成的三段论是同一回事。

语法注3 条
  1. 1.1οὐκ ἔστι σκέπαρνον ἀλλ’ ἢ ὁμωνύμως

    在否定词 οὐκ 之后,ἀλλ’ ἢ 是表示“除了……之外”的习惯用法。整句意为“若非同名异义地就不是手斧”(即徒有手斧之名)。

  2. 1.1ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦτο λεγούσης, ὡς ὑπάρχει τὸ Α τῷ Β ἤδη, τουτέστιν ὑπαρχόντως, ἢ ὅτι τὸ Α τῷ Β οὔπω μὲν ὑπάρχει, δύναται δὲ ὑπάρξαι

    在此二分结构中,前半部分由 ὡς τοῦτο λεγούσης, ὡς ὑπάρχει... 引出,后半部分在句式上转换为 ἢ ὅτι...,但二者皆充当 ἔστιν ἀκοῦσαι 的宾语从句内容。前者指主体已实然地(ὑπαρχόντως)具有该属性,后者指主体尚未具有但能够具有该属性。

  3. 1.1ὁμοιοσχημόνων, τουτέστι τῶν ἁπλῶν

    此处的 ὁμοιοσχήμων 并非指三段论的“格”(σχήματα),而是如上下文所示,指两前提具有相同的模态形式(皆为可能命题)。紧随其后的解释 τῶν ἁπλῶν(单纯的,即非混合的前提)以及 ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων(由两个可能前提组成)明确了这一同位对应关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:18.11-19.22