← 狄米斯提乌斯

亚里士多德《前分析篇》第一卷释义

§17.1-18.10

可能事物的划分与有限定及无限定之物

忒密斯提乌斯将可能事物划分为“有限定的”(绝大多数情形下)与“无限定的”(概率均等与较少发生),从主体与谓词两方面解释了自然与技艺中缺乏必然性的原因,并阐明了较少发生的事物何以被归为无限定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#4

διχῶς τοίνυν λέγεται τὸ ἐνδεχόμενον οὐχ ὁμωνύμως τῆς διαιρέσεως αὐτοῦ γινομένης·1 οὐδὲ γὰρ ἄλλου τινὸς ἢ οὗ διωρισάμεθα τὴν διαίρεσιν ἐποιησάμεθα, ἣν ὡς γένους τοῦ ἐνδεχομένου εἰς εἴδη ἢ ὡς ὅλου εἰς μέρη ποιούμεθα. ἢ γὰρ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, καὶ ὡρισμένον μὲν τὸ ὡς ἐπὶ τὸ πολύ, περὶ ὃ ἥ τε φύσις καὶ ἡ τέχνη καταγίνεται· λέγω δὲ τὸ μᾶλλον πενταδάκτυλον γίνεσθαι ἢ μή, ὑγιάζειν τὸν ἰατρὸν ἢ μή, ἃ διὰ τὸ μὴ ἀεὶ γίνεσθαι οὕτω ἀλλὰ διαλείπειν καὶ διακόπτεσθαι τὸ ἀεὶ καὶ τὸ ἐξ ἀνάγκης, διὰ τοῦτο ἀφαιρεῖται αὐτῶν τὸ ἀναγκαῖον· καὶ γὰρ οὐκ ἀεὶ ἡ φύσις τοῦ οἰκείου ἐφικνεῖται τέλους οὔτε ἡ τέχνη, ἀλλὰ καὶ ἡ φύσις διαμαρτάνουσα τέρας ἐποίησε, καὶ ὁ τεχνίτης διήμαρτε τοῦ σκοποῦ. ἐπειδὴ τοίνυν διαλείμματα ἐν τούτοις γίνεται, διὰ τοῦτο ἐνδεχόμενά ἐστιν· οὔτε γὰρ πάντως ἐν γήρᾳ πολιοῦται ἄνθρωπος οὔτε ὁ ἰατρὸς ὑγιάζει· οὐδὲ ὅλως τῶν φυσικῶν τι, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ, οὔτε τῶν τεχνητῶν τὸ ἀναγκαῖον, ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ. δύο δὲ αἰτίαι, δι’ ἃς τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οὐκ ἔχει τὸ ἀναγκαῖον, μία μὲν ἐκ τοῦ ὑποκειμένου, ὅτι μὴ ἀεί εἰσιν, οἷς ταῦτα ὑπάρχει· τὰ γὰρ κατὰ φύσιν γινόμενα οὐκ ἀΐδια. διὰ τὸ οὖν μὴ ταῦτα εἶναι ἀεί, οἷς ἐνδέχεσθαί φαμεν τὰ κατὰ φύσιν ὑπάρχειν (τοῖς γὰρ καθέκαστα ταῦτα ὑπάρχει), οὐκ ἐξ ἀνάγκης τὰ κατὰ φύσιν· τὸ γὰρ ἀναγκαῖον ἀΐδιόν τε καὶ ἀεὶ ὁμοίως ἐπὶ τῶν ὁμοίως ἐχόντων. λέγοιτ’ ἂν οὖν ἐνδέχεσθαι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ ἀϊδίῳ, ἂν μὴ ἀπόληται,2 διότι ἐνδέχεται προαπολομένου αὐτοῦ μὴ γενέσθαι τοῦτο, ὃ ἐξ ἀνάγκης ἂν ἐγένετο, εἰ ἦν ἀεὶ ὁ ἄνθρωπος. ἔχει μὲν γὰρ ἡ φύσις ἐν γήρᾳ πολιοῦσθαι ἄνθρωπον, συμβαίνει δὲ τοῦτο πολλάκις μὴ γενέσθαι τοῦ ἀνθρώπου πρὶν εἰς γῆρας ἀφικέσθαι τελευτήσαντος· πάλιν πέφυκεν ὁ ἄνθρωπος περὶ εἰκοστὸν ἔτος ἐκφῦσαι γένειον, καὶ συμβαίνει πρὶν εἰς τοῦτο ἱκέσθαι τελευτῆσαι τὸν ἄνθρωπον. καὶ αὕτη μὲν ἡ ἐκ τοῦ ὑποκειμένου μία αἰτία τοῦ διαλιμπάνειν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. ἑτέρα δὲ ἡ ἐκ τοῦ κατηγορουμένου· πολλάκις γὰρ εἰς τὸ γῆρας ἀφίκετο ἄνθρωπος, πολιὰς δὲ οὐκ ἐποίησεν, ἢ εἰς τὸ εἰκοστὸν ἔτος ἐλθὼν οὐκ ἐβλάστησε γένειον, καὶ ὅσα τοιαῦτα. καὶ γὰρ τὰ κατὰ φύσιν γινόμενα οὐκ ἐξ ἀνάγκης ἐστί· καὶ γάρ, ὡς ἔφθην εἰπών,〈κἂν ᾖ〉 οὗτος, ᾧ ὑπάρχει τὸ κατὰ φύσιν, εἰς ἑξήκοντα ἔτη προεληλυθώς, ὡς ἐπὶ τὸ πλεῖστον μὲν πολιωθήσεται, οὐ μὴν ἐξ ἀνάγκης. Τὸ μὲν οὖν ἕτερον τοῦ ἐνδεχομένου σημαινόμενον τοιοῦτον. ἀόριστον δὲ τό τε ἐπίσης καὶ τὸ 〈ἐπ’〉 ἔλαττον·3 καὶ γὰρ ἑνὶ ὀνόματι τῷ τοῦ ἀορίστου ἀμφότερα καλῶ, τό τε ἐπίσης φημὶ καὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον. ἐπίσης δέ ἐστι, περὶ ὃ ἡ προαίρεσις ἔχει, βαδίζειν ἢ μὴ βαδίζειν καὶ τὰ ὅμοια· ἐπ’ ἔλαττον δέ, περὶ ὃ ἡ τύχη, ὡς τὸ ὀρύττοντα θησαυρὸν εὑρεῖν. ἀόριστον δὲ εἶπον διὰ τὸ ἐπίσης δύνασθαι τὰ τοιαῦτα εἶναι ἢ μὴ εἶναι. καίτοι τὸ ἐπ’ ἔλαττον δοκεῖ ὡρίσθαι μᾶλλον μὴ εἶναι ἢ εἶναι. πῶς οὖν ἀόριστόν φημι; λέγω, ὅτι ἀόριστον εἶπον αὐτὸ κατὰ τὸ εἶναι· οὐχ ὥρισται γὰρ αὐτοῦ ἡ ὕπαρξις, ὥσπερ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ ἡ ἀνυπαρξία μᾶλλον· καὶ γὰρ σπάνια καὶ ἐπ’ ἔλαττον τὰ ἀπὸ τύχης γινόμενα, ὡς τὸ προελθεῖν ἐπ’ ἄλλο παρὰ τύχην ἢ ἐφ’ ὅ τις ἐβούλετο, ἢ καὶ τὸ ἀδικηθέντα καὶ τῆς οὐσίας ἀφαιρεθέντα φιλοσοφῆσαι ἢ σκάπτοντα θησαυρῷ περιτυχεῖν. εἰ καὶ κατὰ διαφόρων δὲ σημαινομένων φέρεται τὸ ἐνδεχόμενον * * * τὸ ἐπὶ πολὺ ἔχον τὸ κῦρος τῷ τὴν κατάφασιν αὐτοῦ μᾶλλον ἢ τὴν ἀπόφασιν ὑπάρχειν,4 ἐπὶ δὲ τοῦ ἐπίσης τὸ μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, τοῦ δὲ ἐπ’ ἔλαττον * τὴν ἀπόφασιν μᾶλλον ἢ τὴν κατάφασιν.

因此,可能是在两种意义上被表述的,而它的划分并不是同名异义的;因为我们进行划分所针对的,并非我们所界定之外的任何事物,我们做出这种划分,乃是将可能作为属划分为种,或作为整体划分为部分。因为它要么是有限定的,要么是无限定的;有限定的是绝大多数情形下的事物,自然与技艺都致力于此——我指的是长出五个手指多于不如此,医生治愈病人多于不如此;由于这些事情并不总是这样产生,而是“总是”与“出于必然”发生中断和截断,因此必然性从它们之中被除去了;因为自然既不总是达到其固有目的,技艺也不总是如此,相反,自然若犯了错误就会产生畸形,匠人也会错失目标。既然在这些事物中会发生间断,因此它们是可能的;因为人在老年绝非在任何情况下都会变白头发,医生也绝非在任何情况下都治愈病人;一般而言,任何自然事物(我指的是处于生成与毁灭之中的事物)以及任何技艺产物都不具有必然性,而是具有绝大多数情形下的属性。绝大多数情形下的可能不具有必然性,其原因有二:其一来自主体,因为这些属性所属的载体并不总是存在的;因为依自然生成的事物不是永恒的。因此,由于我们所说依自然而有的属性可能属于的那些载体(因为这些属性属于个体)并不总是存在,依自然而有的事物并非出于必然;因为必然的事物既是永恒的,又在处于相同状态的事物上总是相同地存在。因此,如果一个非永恒的事物尚未灭亡,那么出于必然属于它的属性也可以说是可能的,这是因为如果它预先灭亡了,那么假如人是永恒的话本会出于必然产生的那一属性,便可能不再产生。因为自然固然使人在老年头发变白,但这往往由于人在达到老年之前就已去世而未能产生;同样,人生来在二十岁左右会长出胡须,但往往人未达到这一年龄就已经去世了。这就是绝大多数情形下的可能发生间断的来自主体的第一个原因。另一个原因则是来自谓词;因为人往往达到了老年却没有生出白发,或者到了二十岁却没有长出胡须,诸如此类。因为依自然生成的事物并非出于必然;正如我前面所说,即使这个依自然而有的属性所属的人已经活到了六十岁,他绝大多数情形下是会变白头发的,但绝非出于必然。 因此,可能的一种含义就是如此。而无限定的则是概率均等的事物与较少发生的事物;因为我用无限定这一个名称来统称二者——我指的是概率均等的可能与较少发生的可能。概率均等的事物是抉择所涉及的,比如行走或不行走以及诸如此类的事;较少发生的事物则是运气所涉及的,比如挖掘者发现了宝藏。我之所以称之为无限定,是因为这类事物存在或不存在是同样可能的。然而,较少发生的事物似乎更多地被限定在不存在而不是存在上。那么我为何称之为无限定呢?我回答说,我是就存在而言称之为无限定的;因为它的实际存在并没有被限定(像绝大多数情形下的事物那样),反而它的不实际存在倒更是被限定的;因为由运气产生的事物是罕见且较少发生的,比如偶然走向自己所意欲之外的另一事物,或者遭受不公被剥夺财产后从事哲学,或者挖掘时碰巧遇到宝藏。即使可能按照不同的含义来指称,[……]绝大多数情形下的事物具有主导性,在于它的肯定比否定更实际属于,而在概率均等的事物中,肯定并不比否定更属于,而在较少发生的事物中[……]则是否定比肯定更[属于]。

语法注4 条
  1. 1.1διχῶς τοίνυν λέγεται τὸ ἐνδεχόμενον οὐχ ὁμωνύμως τῆς διαιρέσεως αὐτοῦ γινομένης

    独立属格短语 οὐχ ὁμωνύμως τῆς διαιρέσεως αὐτοῦ γινομένης 充当方式或原因状语,说明对可能事物的划分并非完全无关的同名异义划分,而是属向种、或整体向部分的实质性划分。

  2. 1.1λέγοιτ’ ἂν οὖν ἐνδέχεσθαι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ ἀϊδίῳ, ἂν μὴ ἀπόληται

    主句谓语 λέγοιτ’ ἂν ἐνδέχεσθαι 是潜能祈愿语气,其语法主语是实体化分词短语 τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ ἀϊδίῳ。条件从句 ἂν μὴ ἀπόληται(ἐάν 加虚拟语气)表达限定条件(“只要它尚未灭亡”)。

  3. 1.1ἀόριστον δὲ τό τε ἐπίσης καὶ τὸ 〈ἐπ’〉 ἔλαττον

    系词 ἐστί 省略的名词谓语句。表语是前置强调的 ἀόριστον,主语是由连词 τε...καί 连接的两个并列短语 τό τε ἐπίσης καὶ τὸ ἐπ’ ἔλαττον。

  4. 1.1τὸ ἐπὶ πολὺ ἔχον τὸ κῦρος τῷ τὴν κατάφασιν αὐτοῦ μᾶλλον ἢ τὴν ἀπόφασιν ὑπάρχειν

    出现在传抄文本缺文( *)之后的结构,冠词加不定词短语 τῷ τὴν κατάφασιν αὐτοῦ μᾶλλον ἢ τὴν ἀπόφασιν ὑπάρχειν 作方式或原因与格,解释了绝大多数情形的事物何以占据优势:“通过其肯定比起否定更实际属于”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg042.humanitext-grc1:17.1-18.10